- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:12.1-12.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
政敌攻击伯里克利的营建工程是对同盟资金的滥用,但伯里克利反驳称雅典已履行防卫义务故款项处置合理,并阐述了大型公共工程能够为全体市民提供就业与生计分配的重要意义。
ὃ δὲ πλείστην μὲν ἡδονὴν ταῖς Ἀθήναις καὶ κόσμον ἤνεγκε, μεγίστην δὲ τοῖς ἄλλοις ἔκπληξιν ἀνθρώποις, μόνον δὲ τῇ Ἑλλάδι μαρτυρεῖ μὴ ψεύδεσθαι τὴν λεγομένην δύναμιν αὐτῆς ἐκείνην καὶ τὸν παλαιὸν ὄλβον, ἡ τῶν ἀναθημάτων κατασκευή, τοῦτο μάλιστα τῶν πολιτευμάτων τοῦ Περικλέους ἐβάσκαινον1 οἱ ἐχθροὶ καὶ διέβαλλον ἐν ταῖς ἐκκλησίαις, βοῶντες ὡς ὁ μὲν δῆμος ἀδοξεῖ καὶ κακῶς ἀκούει τὰ κοινὰ τῶν Ἑλλήνων χρήματα πρὸς αὑτὸν ἐκ Δήλου μεταγαγών, ἣ δʼ ἔνεστιν αὐτῷ πρὸς τοὺς ἐγκαλοῦντας εὐπρεπεστάτη τῶν προφάσεων, δείσαντα τοὺς βαρβάρους ἐκεῖθεν ἀνελέσθαι καὶ φυλάττειν ἐν ὀχυρῷ τὰ κοινά, ταύτην ἀνῄρηκε Περικλῆς·2 καὶ δοκεῖ δεινὴν ὕβριν ἡ Ἑλλὰς ὑβρίζεσθαι καὶ τυραννεῖσθαι περιφανῶς, ὁρῶσα τοῖς εἰσφερομένοις ὑπʼ αὐτῆς ἀναγκαίως πρὸς τὸν πόλεμον ἡμᾶς τὴν πόλιν καταχρυσοῦντας καὶ καλλωπίζοντας ὥσπερ ἀλαζόνα γυναῖκα, περιαπτομένην λίθους πολυτελεῖς καὶ ἀγάλματα καὶ ναοὺς χιλιοταλάντους.
给雅典带来无上荣耀与喜悦、令其余世人极为惊叹、并且成为希腊昔日传说中的强盛与古老繁华并非虚妄的唯一见证的,即各项奉献神庙建筑的营建工程;而在伯里克利的各项政策中,政敌们在公民大会上攻击和中伤最为激烈的也正是这一项。他们高声嚷道,民众把希腊人共同的款项从提洛岛转移到自己手中,已是声名狼藉、受尽非议;而且,“民众原本拥有的、针对控告者最冠冕堂皇的借口——即因畏惧异族而从该地提走公款并在坚固之地妥善保管,如今已被伯里克利毁弃了。希腊自以为正遭受可怖的凌辱,并且公然受着僭主般的统治,眼见着我们用她为战争被迫缴纳的款项,将城邦镀金装饰,宛如一个虚荣浮夸的妇人,周身佩戴着名贵的宝石、雕像和耗资千塔兰同的神庙。”
ἐδίδασκεν οὖν ὁ Περικλῆς τὸν δῆμον ὅτι χρημάτων μὲν οὐκ ὀφείλουσι τοῖς συμμάχοις λόγον προπολεμοῦντες αὐτῶν καὶ τοὺς βαρβάρους ἀνείργοντες, οὐχ ἵππον, οὐ ναῦν, οὐχ ὁπλίτην, ἀλλὰ χρήματα μόνον τελούντων, ἃ τῶν διδόντων οὐκ ἔστιν, ἀλλὰ τῶν λαμβανόντων, ἂν παρέχωσιν ἀνθʼ οὗ λαμβάνουσι·
于是,伯里克利开导民众说:他们无需向同盟者交代钱财的去向,因为他们代同盟者征战并抵御异族,而同盟者既不出战马,也不出战船,更不出重装步兵,仅缴纳钱款而已;而金钱并不属于付出者,却属于接受者,只要接受者提供了他们收取这笔款项所应付出的代价。
δεῖ δὲ τῆς πόλεως κατεσκευασμένης ἱκανῶς τοῖς ἀναγκαίοις πρὸς τὸν πόλεμον, εἰς ταῦτα τὴν εὐπορίαν τρέπειν αὐτῆς3 ἀφʼ ὧν δόξα μὲν γενομένων ἀΐδιος, εὐπορία δὲ γινομένων ἑτοίμη παρέσται, παντοδαπῆς ἐργασίας φανείσης καὶ ποικίλων χρειῶν, αἳ πᾶσαν μὲν τέχνην ἐγείρουσαι, πᾶσαν δὲ χεῖρα κινοῦσαι, σχεδὸν ὅλην ποιοῦσιν ἔμμισθον τὴν πόλιν, ἐξ αὑτῆς ἅμα κοσμουμένην καὶ τρεφομένην.
他还指出,既然城邦在战争必需品上已准备充足,就应当将充裕的财力转向那些完工后能带来永恒荣耀、施工时能提供现成生计的事业;因为各种各样的工种和多方面的需求由此应运而生,它们唤醒每一种技艺,开动每一双手,几乎让整座城邦都领受薪酬,使城邦在自我装点美化的同时,也靠自身获得滋养。
τοῖς μὲν γὰρ ἡλικίαν ἔχουσι καὶ ῥώμην αἱ στρατεῖαι τὰς ἀπὸ τῶν κοινῶν εὐπορίας παρεῖχον, τὸν δʼ ἀσύντακτον καὶ βάναυσον ὄχλον οὔτʼ ἄμοιρον εἶναι λημμάτων βουλόμενος οὔτε λαμβάνειν ἀργὸν καὶ σχολάζοντα, μεγάλας κατασκευασμάτων ἐπιβολὰς καὶ πολυτέχνους ὑποθέσεις ἔργων διατριβὴν ἐχόντων ἐνέβαλε φέρων εἰς τὸν δῆμον, ἵνα μηδὲν ἧττον τῶν πλεόντων καὶ φρουρούντων καὶ στρατευομένων τὸ οἰκουροῦν ἔχῃ πρόφασιν ἀπὸ τῶν δημοσίων ὠφελεῖσθαι καὶ μεταλαμβάνειν.
因为远征已为那些兼具年龄与气力的人提供了从公库中获取富裕生活的机会,但他既不愿让未编入队伍的粗工大众无缘得到收益,又不愿让他们无所事事、游手好闲地领取报酬,于是他向民众提出并促成了规模宏大的营建计划以及耗费时日的繁复工程方案,以便让留守家园的人也能与那些出海、驻防和征战的人一样,有正当的名目从国库中获益并分享公帑。
ὅπου γὰρ ὕλη μὲν ἦν λίθος, χαλκός, ἐλέφας, χρυσός, ἔβενος, κυπάρισσος, αἱ δὲ ταύτην ἐκπονοῦσαι καὶ κατεργαζόμεναι τέχναι, τέκτονες, πλάσται, χαλκοτύποι, λιθουργοί, βαφεῖς, χρυσοῦ μαλακτῆρες καὶ ἐλέφαντος, ζωγράφοι, ποικιλταί, τορευταί, πομποὶ δὲ τούτων καὶ κομιστῆρες, ἔμποροι καὶ ναῦται καὶ κυβερνῆται κατὰ θάλατταν, οἱ δὲ κατὰ γῆν ἁμαξοπηγοὶ καὶ ζευγοτρόφοι καὶ ἡνίοχοι καὶ καλωστρόφοι καὶ λινουργοὶ καὶ σκυτοτόμοι καὶ ὁδοποιοὶ καὶ μεταλλεῖς, ἑκάστη δὲ τέχνη, καθάπερ στρατηγὸς ἴδιον στράτευμα, τὸν θητικὸν ὄχλον καὶ ἰδιώτην συντεταγμένον εἶχεν, ὄργανον καὶ σῶμα τῆς ὑπηρεσίας γινόμενον, εἰς πᾶσαν, ὡς ἔπος εἰπεῖν, ἡλικίαν καὶ φύσιν αἱ χρεῖαι διένεμον καὶ διέσπειρον τὴν εὐπορίαν.4
因为那里的原料有石料、青铜、象牙、黄金、乌木和柏木,而加工和制作这些原料的行业有木匠、雕塑家、铸铜工、石匠、染色工、软化金与象牙的工匠、画家、刺绣工、浮雕工;运送这些物资的人,在海上包括商人、水手与舵手,在陆上则有造车匠、畜养牲口者、车夫、制绳工、麻工、制革匠、筑路工与矿工。每种技艺都如同一位拥有自己军队的将军,将雇工和外行大众编列在旗下,使之成为执行役务的工具与肉身;因此,可以说这些需求将充裕的生计分散并播散到了所有的年龄层与各种才能的人群之中。
- 12.1ὃ δὲ πλείστην μὲν ἡδονὴν ταῖς Ἀθήναις καὶ κόσμον ἤνεγκε ... ἡ τῶν ἀναθημάτων κατασκευή, τοῦτο μάλιστα τῶν πολιτευμάτων τοῦ Περικλέους ἐβάσκαινον
句首由关系代词引导的从句(ὃ δὲ πλείστην μὲν ... μαρτυρεῖ)通过后置的名词短语 ἡ τῶν ἀναθημάτων κατασκευή 加以具体说明,并在主句中被指示代词宾语 τοῦτο 所承接(倒装与先置结构)。主句的主语为 οἱ ἐχθροί,动词为 ἐβάσκαινον 和 διέβαλλον。
- 12.2ἣ δʼ ἔνεστιν αὐτῷ πρὸς τοὺς ἐγκαλοῦντας εὐπρεπεστάτη τῶν προφάσεων ... ταύτην ἀνῄρηκε Περικλῆς
先行词被吸收到关系从句内部(ἣ ... εὐπρεπεστάτη τῶν προφάσεων),而整个从句在主句中由指示代词 ταύτην 承接,作谓语动词 ἀνῄρηκε 的直接宾语。分词 δείσαντα 为阳性单数宾格,修饰不定式未言明的逻辑主语民众(τὸν δῆμον)。
- 12.4δεῖ δὲ τῆς πόλεως κατεσκευασμένης ἱκανῶς τοῖς ἀναγκαίοις πρὸς τὸν πόλεμον, εἰς ταῦτα τὴν εὐπορίαν τρέπειν αὐτῆς
τῆς πόλεως κατεσκευασμένης 作独立属格(“既然城邦已充分配备了战争必需品”),随后的 αὐτῆς 为所属属格,修饰 τὴν εὐπορίαν(“城邦的财富”)。无人称动词 δεῖ 支配不定式 τρέπειν,其逻辑主语由语境推知为雅典人或民众。
- 12.6ὅπου γὰρ ὕλη μὲν ἦν λίθος ... εἰς πᾶσαν, ὡς ἔπος εἰπεῖν, ἡλικίαν καὶ φύσιν αἱ χρεῖαι διένεμον καὶ διέσπειρον τὴν εὐπορίαν
由 ὅπου 引导的从属从句(表原因/背景,“因为在原料包括……的地方”)容纳了关于材料、工匠与运输者的庞大列举,最终引向以 αἱ χρεῖαι 为主语、διένεμον καὶ διέσπειρον 为谓语动词的主句。ὅπου 从句内部的核心结构由 ὕλη μὲν ἦν ... 与 αἱ δὲ ... τέχναι 以及随后同位排列的各行业主格名词形成对比展开。
