- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:13.1-13.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了伯里克利主持的公共营建工程如何在菲狄亚斯及众工匠的协力下以惊人速度完成并具有永恒之美,同时评述了政敌与喜剧诗人的中伤以及历史记述中探求真相的艰巨性。
ἀναβαινόντων δὲ τῶν ἔργων ὑπερηφάνων μὲν μεγέθει, μορφῇ δʼ ἀμιμήτων καὶ χάριτι, τῶν δημιουργῶν ἁμιλλωμένων ὑπερβάλλεσθαι τὴν δημιουργίαν τῇ καλλιτεχνίᾳ, μάλιστα θαυμάσιον ἦν τὸ τάχος. ὧν γὰρ ἕκαστον ᾤοντο πολλαῖς διαδοχαῖς καὶ ἡλικίαις μόλις ἐπὶ τέλος ἀφίξεσθαι, ταῦτα πάντα μιᾶς ἀκμῇ πολιτείας ἐλάμβανε τὴν συντέλειαν.
随着这些工程拔地而起,其规模宏大雄伟,其形态与风采绝伦无双——工匠们竞相以高超的技艺超越单纯的劳作——最令人惊叹的乃是工程的迅速。因为世人原本以为每一件工程即使经过数代人的相继接力也难以告竣,但这一切却都在单一政权的全盛时期圆满完成。
καίτοι ποτέ φασιν Ἀγαθάρχου τοῦ ζωγράφου μέγα φρονοῦντος ἐπὶ τῷ ταχὺ καὶ ῥᾳδίως τὰ ζῷα ποιεῖν ἀκούσαντα τὸν Ζεῦξιν εἰπεῖν· ἐγὼ δʼ ἐν πολλῷ χρόνῳ. ἡ γὰρ ἐν τῷ ποιεῖν εὐχέρεια καὶ ταχύτης οὐκ ἐντίθησι βάρος ἔργῳ μόνιμον οὐδὲ κάλλους ἀκρίβειαν· ὁ δʼ εἰς τὴν γένεσιν τῷ πόνῳ προδανεισθεὶς χρόνος ἐν τῇ σωτηρίᾳ τοῦ γενομένου τὴν ἰσχὺν ἀποδίδωσιν.
然而相传,有一次画家阿加萨库斯以自己能又快又容易地画出动物而自傲,宙克西斯听闻后说道: “而我却耗费很长的时间。” 因为在制作中的轻易与迅速,并不能为作品赋予持久的分量,也不能赋予精致之美;而为了创造而在辛劳中预先借贷的时间,却能在成品得以长存的保障中偿还其力量。
ὅθεν καὶ μᾶλλον θαυμάζεται τὰ Περικλέους ἔργα πρὸς πολὺν χρόνον ἐν ὀλίγῳ γενόμενα. κάλλει μὲν γὰρ ἕκαστον εὐθὺς ἦν τότε ἀρχαῖον, ἀκμῇ δὲ μέχρι νῦν πρόσφατόν ἐστι καὶ νεουργόν· οὕτως ἐπανθεῖ καινότης ἀεί τις ἄθικτον ὑπὸ τοῦ χρόνου διατηροῦσα τὴν ὄψιν, ὥσπερ ἀειθαλὲς πνεῦμα καὶ ψυχὴν ἀγήρω καταμεμιγμένην τῶν ἔργων ἐχόντων.1
正因如此,伯里克利的工程在短时间内筑成而能历久不衰,就更令人赞叹了。因为在美观上,每一件作品在当时便立刻显出古雅沉稳之韵,而在生机活力上,直至今日依然新鲜如初。如此一种常新之气总在绽放,使它们的外貌不受时光侵蚀,仿佛这些工程本身便混合并蕴含着永不凋零的气息与永不衰老的心灵。
πάντα δὲ διεῖπε καὶ πάντων ἐπίσκοπος ἦν αὐτῷ Φειδίας, καίτοι μεγάλους ἀρχιτέκτονας ἐχόντων καὶ τεχνίτας τῶν ἔργων. τὸν μὲν γὰρ ἑκατόμπεδον Παρθενῶνα Καλλικράτης εἰργάζετο καὶ Ἰκτῖνος, τὸ δʼ ἐν Ἐλευσῖνι τελεστήριον ἤρξατο μὲν Κόροιβος οἰκοδομεῖν, καὶ τοὺς ἐπʼ ἐδάφους κίονας ἔθηκεν οὗτος καὶ τοῖς ἐπιστυλίοις ἐπέζευξεν· ἀποθανόντος δὲ τούτου Μεταγένης ὁ Ξυπέτιος τὸ διάζωμα καὶ τοὺς ἄνω κίονας ἐπέστησε· τὸ δʼ ὀπαῖον ἐπὶ τοῦ ἀνακτόρου Ξενοκλῆς ὁ Χολαργεὺς ἐκορύφωσε· τὸ δὲ μακρὸν τεῖχος, περὶ οὗ Σωκράτης ἀκοῦσαί φησιν αὐτὸς εἰσηγουμένου γνώμην Περικλέους, ἠργολάβησε Καλλικράτης. κωμῳδεῖ δὲ τὸ ἔργον Κρατῖνος ὡς βραδέως περαινόμενον· "πάλαι γὰρ αὐτό, φησί, λόγοισι προάγει Περικλέης, ἔργοισι δʼ οὐδὲ κινεῖ." τὸ δʼ Ὠιδεῖον, τῇ μὲν ἐντὸς διαθέσει πολύεδρον καὶ πολύστυλον, τῇ δʼ ἐρέψει περικλινὲς καὶ κάταντες ἐκ μιᾶς κορυφῆς πεποιημένον, εἰκόνα λέγουσι γενέσθαι καὶ μίμημα τῆς βασιλέως σκηνῆς, ἐπιστατοῦντος καὶ τούτῳ Περικλέους.
尽管工程拥有杰出的建筑师与工匠,但菲狄亚斯为伯里克利统筹一切,担任所有工程的总监。因为百步见方的帕特农神庙是由卡利克拉特斯与伊克蒂诺斯建造的;厄琉息斯的秘仪殿堂最初由科洛伊博斯破土营建,他立起了地面上的柱子并联以柱顶梁,他去世后,克绪佩特区的梅塔格内斯安装了中楣和上层的柱子;殿堂顶部的天窗则由霍拉尔古斯区的塞诺克勒斯完成封顶;而苏格拉底自称曾亲耳听到伯里克利提议动议的长墙,则由卡利克拉特斯承包营建。克拉提诺斯在喜剧中嘲讽这项工程进展缓慢: “他说,那道墙早在很久以前, 伯里克利就用言辞将它推进,但在实际行动上却纹丝不动。” 至于音乐堂,其内部格局设有多排座席和众多柱子,屋顶则由一个单顶向四周倾斜下垂,人们说它是仿照波斯国王营帐的形象制作的,这项工程同样由伯里克利亲自监理。
διὸ καὶ πάλιν Κρατῖνος ἐν Θρᾴτταις παίζει πρὸς αὐτόν· "ὁ σχινοκέφαλος Ζεὺς ὅδε προσέρχεται τᾠδεῖον ἐπὶ τοῦ κρανίου ἔχων, ἐπειδὴ τοὔστρακον παροίχεται." φιλοτιμούμενος δʼ ὁ Περικλῆς τότε πρῶτον ἐψηφίσατο μουσικῆς ἀγῶνα τοῖς Παναθηναίοις ἄγεσθαι, καὶ διέταξεν αὐτὸς ἀθλοθέτης αἱρεθεὶς καθότι χρὴ τοὺς ἀγωνιζομένους αὐλεῖν ἢ ᾄδειν ἢ κιθαρίζειν. ἐθεῶντο δὲ καὶ τότε καὶ τὸν ἄλλον χρόνον ἐν Ὠιδείῳ τοὺς μουσικοὺς ἀγῶνας.
因此,克拉提诺斯在《色雷斯妇女》中再次拿他开玩笑说: “这位葱头般的宙斯走过来了, 把音乐堂顶在脑袋上, 因为陶片放逐的风波已经过去了。” 伯里克利当时出于荣誉心,首次促成通过决议,在泛雅典娜节上设立音乐竞赛,并亲自当选为评判长,规定参赛者应如何吹笛、歌唱或弹奏基萨拉琴。无论是当时还是此后,人们都在音乐堂中观赏音乐竞技。
τὰ δὲ Προπύλαια τῆς ἀκροπόλεως ἐξειργάσθη μὲν ἐν πενταετίᾳ Μνησικλέους ἀρχιτεκτονοῦντος· τύχη δὲ θαυμαστὴ συμβᾶσα περὶ τὴν οἰκοδομίαν ἐμήνυσε τὴν θεὸν οὐκ ἀποστατοῦσαν, ἀλλὰ συνεφαπτομένην τοῦ ἔργου καὶ συνεπιτελοῦσαν.
雅典卫城的山门是由建筑师姆内西克勒斯在五年之内建成的;而在营建过程中发生的一桩奇事,显明女神并未袖手旁观,而是在协助工程并助其圆满完成。
ὁ γὰρ ἐνεργότατος καὶ προθυμότατος τῶν τεχνιτῶν ἀποσφαλεὶς ἐξ ὕψους ἔπεσε καὶ διέκειτο μοχθηρῶς, ὑπὸ τῶν ἰατρῶν ἀπεγνωσμένος. ἀθυμοῦντος δὲ τοῦ Περικλέους ἡ θεὸς ὄναρ φανεῖσα συνέταξε θεραπείαν, ᾗ χρώμενος ὁ Περικλῆς ταχὺ καὶ ῥᾳδίως ἰάσατο τὸν ἄνθρωπον. ἐπὶ τούτῳ δὲ καὶ τὸ χαλκοῦν ἄγαλμα τῆς Ὑγιείας Ἀθηνᾶς ἀνέστησεν ἐν ἀκροπόλει παρὰ τὸν βωμὸν ὃς καὶ πρότερον ἦν, ὡς λέγουσιν.
因为工匠中最勤勉卖力的一位从高处失足坠落,伤势严重,连医生们也束手无策。在伯里克利沮丧失意之时,女神托梦向他指明疗法,伯里克利依此迅速且轻易地治愈了这名工匠。正因如此,据说他还在卫城上、原本就有的祭坛旁,竖立了雅典娜·许癸厄亚(健康雅典娜)的青铜雕像。
ὁ δὲ Φειδίας εἰργάζετο μὲν τῆς θεοῦ τὸ χρυσοῦν ἕδος, καὶ τούτου δημιουργὸς ἐν τῇ στήλῃ ἀναγέγραπται, πάντα δʼ ἦν σχεδὸν ἐπʼ αὐτῷ, καὶ πᾶσιν, ὡς εἰρήκαμεν, ἐπεστάτει τοῖς τεχνίταις διὰ φιλίαν Περικλέους. καὶ τοῦτο τῷ μὲν φθόνον, τῷ δὲ βλασφημίαν ἤνεγκεν, ὡς ἐλευθέρας τῷ Περικλεῖ γυναῖκας εἰς τὰ ἔργα φοιτώσας ὑποδεχομένου τοῦ Φειδίου.
菲狄亚斯营建了女神的黄金神像,并在石碑上铭刻为该像的创作者;但几乎一切事务都由他掌管,正如我们所说,由于与伯里克利的情谊,他监理着所有的匠人。这给菲狄亚斯招来了嫉妒,也给伯里克利带来了诋毁,人们风传菲狄亚斯为了伯里克利而接纳造访工地的自由妇女。
δεξάμενοι δὲ τὸν λόγον οἱ κωμικοὶ πολλὴν ἀσέλγειαν αὐτοῦ κατεσκέδασαν, εἴς τε τὴν Μενίππου γυναῖκα διαβάλλοντες, ἀνδρὸς φίλου καὶ ὑποστρατηγοῦντος, εἴς τε τὰς Πυριλάμπους ὀρνιθοτροφίας, ὃς ἑταῖρος ὢν Περικλέους αἰτίαν εἶχε ταῶνας ὑφιέναι ταῖς γυναιξὶν αἷς ὁ Περικλῆς ἐπλησίαζε.
喜剧诗人们抓住这一口实,将极大的放肆倾泻在他身上,借着友人兼副将梅尼普斯的妻子中伤他,又借着皮里兰佩斯的养鸟场大做文章——皮里兰佩斯身为伯里克利的同伴,被指控私下向伯里克利接近的妇女赠送孔雀。
καὶ τί ἄν τις ἀνθρώπους σατυρικοὺς τοῖς βίοις καὶ τὰς κατὰ τῶν κρειττόνων βλασφημίας ὥσπερ δαίμονι κακῷ τῷ φθόνῳ τῶν πολλῶν ἀποθύοντας ἑκάστοτε θαυμάσειεν, ὅπου καὶ Στησίμβροτος ὁ Θάσιος δεινὸν ἀσέβημα καὶ μυθῶδες ἐξενεγκεῖν ἐτόλμησεν2 εἰς τὴν γυναῖκα τοῦ υἱοῦ κατὰ τοῦ Περικλέους;
然而,对那些在生活中行径如萨梯、且总是将针对尊长之人的诋毁当作祭品献给大众嫉妒这一恶神的人,又有谁值得大惊小怪呢?要知道,连萨索斯人斯忒辛布罗托斯竟也敢针对伯里克利与儿媳之事,抛出骇人听闻且荒诞不经的亵渎指控!
οὕτως ἔοικε πάντη χαλεπὸν εἶναι καὶ δυσθήρατον ἱστορίᾳ τἀληθές, ὅταν οἱ μὲν ὕστερον γεγονότες τὸν χρόνον ἔχωσιν ἐπιπροσθοῦντα τῇ γνώσει τῶν πραγμάτων, ἡ δὲ τῶν πράξεων καὶ τῶν βίων ἡλικιῶτις ἱστορία τὰ μὲν φθόνοις καὶ δυσμενείαις, τὰ δὲ χαριζομένη καὶ κολακεύουσα λυμαίνηται καὶ διαστρέφῃ τὴν ἀλήθειαν.
看来,对于历史而言,探寻真实在任何方面都是极为艰难而难以捕捉的;因为对于后世之人,时光阻隔了他们对实情的了解;而与事迹和生命同龄的当代历史,又往往出于嫉妒与恶意,或出于讨好与奉承,败坏并扭曲了真理。
- 13.3ὥσπερ ἀειθαλὲς πνεῦμα καὶ ψυχὴν ἀγήρω καταμεμιγμένην τῶν ἔργων ἐχόντων
由 ὥσπερ 引导的属格绝对结构(genitive absolute),其中 τῶν ἔργων 为逻辑主语,ἐχόντων 为分词,意为“仿佛这些工程拥有……”。分词 καταμεμιγμένην(完成时被动分词单数宾格阴性)在语法上与 ψυχήν 一致,但在意义上兼及 πνεῦμα 与 ψυχήν,作表语性修饰。
- 13.11ὅπου καὶ Στησίμβροτος ὁ Θάσιος δεινὸν ἀσέβημα καὶ μυθῶδες ἐξενεγκεῖν ἐτόλμησεν
关系副词 ὅπου 在此并非表示处所,而是引出因果或情境从句(意为“鉴于/既然……况且……”)。它用于加强前面的修辞反问(“谁还会对喜剧诗人见怪呢”),指出连散文历史作者萨索斯的斯忒辛布罗托斯都敢于捏造如此荒谬的诽谤,由此构成更进一步的反衬论证。
