← 普鲁塔克

伯里克利传

§11.1-11.5

与修昔底德的政争与殖民政策

贵族派推举客蒙的姻亲修昔底德与伯里克利抗衡,使城邦政局正式分裂为平民派与少数寡头派。伯里克利则通过举办节日、派遣舰队服役以及向海外殖民来争取民众支持,并借此威慑同盟者以防叛乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

οἱ δʼ ἀριστοκρατικοὶ μέγιστον μὲν ἤδη τὸν Περικλέα καὶ πρόσθεν ὁρῶντες γεγονότα τῶν πολιτῶν, βουλόμενοι δʼ ὅμως εἶναι τινα τὸν πρὸς αὐτὸν ἀντιτασσόμενον ἐν τῇ πόλει καὶ τὴν δύναμιν ἀμβλύνοντα, ὥστε μὴ κομιδῇ μοναρχίαν εἶναι, Θουκυδίδην τὸν Ἀλωπεκῆθεν, ἄνδρα σώφρονα καὶ κηδεστὴν Κίμωνος, ἀντέστησαν ἐναντιωσόμενον, ὃς ἧττον μὲν ὢν πολεμικὸς τοῦ Κίμωνος, ἀγοραῖος δὲ καὶ πολιτικὸς μᾶλλον, οἰκουρῶν ἐν ἄστει καὶ περὶ τὸ βῆμα τῷ Περικλεῖ συμπλεκόμενος, ταχὺ τὴν πολιτείαν εἰς ἀντίπαλον κατέστησεν.1 οὐ γὰρ εἴασε τοὺς καλοὺς κἀγαθοὺς καλουμένους ἄνδρας ἐνδιεσπάρθαι καὶ συμμεμῖχθαι πρὸς τὸν δῆμον, ὡς πρότερον, ὑπὸ πλήθους ἠμαυρωμένους τὸ ἀξίωμα, χωρὶς δὲ διακρίνας καὶ συναγαγὼν εἰς ταὐτὸ τὴν πάντων δύναμιν ἐμβριθῆ γενομένην ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν ἐποίησεν.2

贵族派方面,他们看到伯里克利此前已成为公民中权势最大之人,但仍希望城邦中有人能与他相抗衡,削弱他的权势,以免彻底沦为专制独裁,于是推举阿洛佩刻的修昔底德出面与他对立;此人为人明审,且是客蒙的姻亲。修昔底德虽然不如客蒙善战,却更精通论辩与政务,他长驻城中,在讲坛周围与伯里克利交锋,很快使城邦政局形成了势均力敌的对峙。因为他不再容许所谓“良善之士”像从前那样分散并混杂在平民之中、其威望被大众所淹没,而是将他们单独分列,把所有人的力量汇聚于一处,使其变得沉重,从而在天平上造成了决定性的倾斜重力。

§11.3

ἦν μὲν γὰρ ἐξ ἀρχῆς διπλόη τις ὕπουλος, ὥσπερ ἐν σιδήρῳ, διαφορὰν ὑποσημαίνουσα δημοτικῆς καὶ ἀριστοκρατικῆς προαιρέσεως, ἡ δʼ ἐκείνων ἅμιλλα καὶ φιλοτιμία τῶν ἀνδρῶν βαθυτάτην τομὴν τεμοῦσα τῆς πόλεως τὸ μὲν δῆμον, τὸ δʼ ὀλίγους ἐποίησε καλεῖσθαι.

因为原本城邦中就存在着某种隐秘的双重裂纹,就像铁中的裂纹一样,隐示着民主倾向与贵族倾向的差异;而这两个人的竞争与好名心更在城邦中切开了一道极深的创口,使得一方被称为“民众”,另一方则被称为“少数人”。

§11.4

διὸ καὶ τότε μάλιστα τῷ δήμῳ τὰς ἡνίας ἀνεὶς ὁ Περικλῆς ἐπολιτεύετο πρὸς χάριν, ἀεὶ μέν τινα θέαν πανηγυρικὴν ἢ ἑστίασιν ἢ πομπὴν εἶναι μηχανώμενος ἐν ἄστει καὶ διαπαιδαγωγῶν οὐκ ἀμούσοις ἡδοναῖς τὴν πόλιν, ἑξήκοντα δὲ τριήρεις καθʼ ἕκαστον ἐνιαυτὸν ἐκπέμπων, ἐν αἷς πολλοὶ τῶν πολιτῶν ἔπλεον ὀκτὼ μῆνας ἔμμισθοι, μελετῶντες ἅμα καὶ μανθάνοντες τὴν ναυτικὴν ἐμπειρίαν.

正因如此,伯里克利在当时尤为放任民众,为了迎合他们而施政;他不断在城中筹划举办各种节日盛典、宴饮或游行,以风雅的享乐教化市民;他每年还派出六十艘三列桨战舰,许多公民在船上支取薪饷航海八个月,同时操练并掌握航海技能。

§11.5

πρὸς δὲ τούτοις χιλίους μὲν ἔστειλεν εἰς Χερρόνησον κληρούχους, εἰς δὲ Νάξον πεντακοσίους, εἰς δὲ Ἄνδρον τοὺς ἡμίσεις τούτων, εἰς δὲ Θρᾴκην χιλίους Βισάλταις συνοικήσοντας, ἄλλους δʼ εἰς Ἰταλίαν οἰκιζομένης Συβάρεως, ἣν Θουρίους προσηγόρευσαν. καὶ ταῦτʼ ἔπραττεν ἀποκουφίζων μὲν ἀργοῦ καὶ διὰ σχολὴν πολυπράγμονος ὄχλου τὴν πόλιν, ἐπανορθούμενος δὲ τὰς ἀπορίας τοῦ δήμου, φόβον δὲ καὶ φρουρὰν τοῦ μὴ νεωτερίζειν τι3 παρακατοικίζων τοῖς συμμάχοις.

此外,他还向客索尼索斯派遣了一千名土地分配殖民者,向纳克索斯派遣了五百人,向安德罗斯派遣了这人数的一半,向色雷斯派遣了一千人与比萨尔特人同住,又在被他们称作图里伊的绪巴里斯建城之际,向意大利派遣了其他人。他做这些事,一方面是让城邦摆脱无所事事、因闲散而爱生事端的人群以减轻负担,另一方面是救济平民的困窘,同时也在同盟者身旁安插一份威慑与驻守力量,以防他们发动叛乱。

语法注3 条
  1. 11.2ταχὺ τὴν πολιτείαν εἰς ἀντίπαλον κατέστησεν

    中性形容词名词化的 ἀντίπαλον(匹敌、均势之对手)受介词 εἰς 支配,表示产生的结果状态,意指他将城邦的政局(τὴν πολιτείαν)迅速带入了与伯里克利势力“势均力敌的对峙”之中。

  2. 11.2ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν ἐποίησεν

    名词 ῥοπή 指天平盘的“倾斜”或造成倾斜的“决定性砝码/重力”。承接前文分词 ἐμβριθῆ γενομένην(变得沉重),此比喻表明他将贵族阶层的力量集结为一个有分量的实体,从而在天平上产生足以倾动局势的决定性重力。

  3. 11.5τοῦ μὴ νεωτερίζειν τι

    带有冠词的属格不定式加上否定词 μή,作为前文名词 φόβον δὲ καὶ φρουρὰν(威慑与守备)的说明性属格或宾格性属格,用以指明防范的目的或内容,即“防止(同盟者)发动任何叛乱/变革”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:11.1-11.5