← 普鲁塔克

卡米卢斯传

§9.1-9.2

卡米卢斯再次当选与围困法勒里

针对保民官重提迁居法案,权要们借法利斯克战争之机推举卡米卢斯等任官。卡米卢斯率军围困法勒里,借外战转移公民视线以平息内讧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

τῶν δὲ δημάρχων αὖθις ἐπεγειρόντων τὸν περὶ τοῦ διοικισμοῦ νόμον, ὁ πρὸς Φαλίσκους πόλεμος ἐν καιρῷ παραφανεὶς ἔδωκε τοῖς πρώτοις ἀνδράσιν ἀρχαιρεσιάσαι κατὰ γνώμην καὶ Κάμιλλον ἀποδείξαι μεθʼ ἑτέρων πέντε χιλίαρχον, ὡς τῶν πραγμάτων ἡγεμόνος δεομένων1 ἀξίωμα καὶ δόξαν μετʼ ἐμπειρίας ἔχοντος.

当保民官们再次重提有关迁居的法案时,适时爆发的针对法利斯克人的战争,给了权要们如愿举行选举并任命卡米卢斯与其他五人同为军事特遣官的契机,因公事亟需一位兼具经验、威望与声誉的领袖。

§9.2

ψηφισαμένου δὲ τοῦ δήμου λαβὼν δύναμιν ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε· καὶ πόλιν ἐρυμνὴν κατεσκευασμένην πᾶσιν εἰς πόλεμον καλῶς Φαλερίους ἐπολιόρκει, τὸ μὲν ἑλεῖν οὐ μικρὸν ἔργον οὐδὲ χρόνου τοῦ τυχόντος2 ἡγούμενος, ἄλλως δὲ τρίβειν3 τοὺς πολίτας καὶ περισπᾶν βουλόμενος, ὡς μὴ σχολάζοιεν οἴκοι καθήμενοι δημαγωγεῖσθαι καὶ στασιάζειν. ἐπιεικῶς γὰρ ἀεὶ φαρμάκῳ τούτῳ χρώμενοι διετέλουν, ὥσπερ ἰατροὶ, τὰ ταρακτικὰ πάθη τῆς πολιτείας ἔξω τρέποντες.

在人民表决通过后,卡米卢斯统领军队攻入法利斯克人领地;他包围了法勒里城——这是一座筑有坚固工事、战备诸事周全的城池——他认为攻陷此城并非易事,亦非寻常时日可成,而是意在以此磨炼公民并转移其视线,使他们免得闲坐家中受蛊惑而起内讧。盖因他们宛如医者,几乎总是持续采用此种药方,将城邦扰攘的病患排遣于外。

语法注3 条
  1. 9.1ὡς τῶν πραγμάτων ἡγεμόνος δεομένων

    连词 ὡς 与属格独立结构(τῶν πραγμάτων... δεομένων)连用,表示推选者所持的主观理由或依据(“以公事亟需……为由”)。其后的分词短语 ἀξίωμα καὶ δόξαν μετʼ ἐμπειρίας ἔχοντος 作为属格修饰 ἡγεμόνος。

  2. 9.2οὐδὲ χρόνου τοῦ τυχόντος

    性质或衡量属格,作谓语补充成分。与 οὐ μικρὸν ἔργον 并列,共同充当动词 ἡγούμενος 的宾语不定词短语 τὸ μὲν ἑλεῖν 的谓语补足语(“认为攻下它绝非轻而易举,亦非寻常时间可成”)。

  3. 9.2ἄλλως δὲ τρίβειν

    此处 ἄλλως 并非指“徒然”或“虚妄”,而是作“此外/换个目的”解,与上文直接攻陷城池相对比,引出另一层意图(即让市民有所操劳以防内乱)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:9.1-9.2