← 普鲁塔克

卡米卢斯传

§8.1-8.5

向德尔斐奉献十一税与利帕拉历险

卡米卢斯要求士兵缴出战利品的十分之一,因而招致民怨,但在罗马妇女捐赠首饰后,奉献给德尔斐的金混酒鼎得以铸成;出航的使团虽在利帕拉遇险,幸赖提梅西特乌斯的搭救与护送才完成奉献。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ψηφισαμένης δὲ τῆς βουλῆς τὴν μὲν ὠφέλειαν χαλεπὸν γὰρ ἦν ἀνάδαστον μὴ γενέσθαι, τοὺς δὲ λαβόντας αὐτοὺς σὺν ὅρκῳ τὴν δεκάτην παραφέρειν εἰς μέσον,1 ἐγίνετο πολλὰ λυπηρὰ καὶ βίαια περὶ τοὺς στρατιώτας, ἀνθρώπους πένητας καὶ πολλὰ πεπονηκότας, ἀναγκαζομένους ὧν ἐκέκτηντο καὶ κατεκέχρηντο μέρος2 εἰσφέρειν τοσοῦτον.

元老院议决,战利品——因为〔重新分配〕实属困难——不予重新分配,而令取得财物者本人依誓将十分之一交出归公,于是对那些既贫穷又历经辛劳的士兵们而言,产生了许多痛苦与暴虐的遭遇,他们被迫从自己已经获得并已耗用的财物中缴出如此巨大的份额。

§8.2

θορυβουμένῳ δʼ ὑπʼ αὐτῶν τῷ Καμίλλῳ καὶ προφάσεως ἀποροῦντι βελτίονος εἰς τὸν ἀτοπώτατον τῶν λόγων συνέβαινε καταφεύγειν, ὁμολογοῦντι ἐπιλαθέσθαι τῆς εὐχῆς, οἱ δʼ ἐχαλέπαινον, εἰ τὰ τῶν πολεμίων δεκατεύσειν εὐξάμενος τότε νῦν δεκατεύει τὰ τῶν πολιτῶν, οὐ μὴν ἀλλὰ πάντων ὅσον ἔδει μέρος εἰσενεγκόντων ἔδοξε κρατῆρα χρυσοῦν κατασκευάσαντας εἰς Δελφοὺς ἀποστεῖλαι.

卡米卢斯受到他们的喧扰与指责,又找不到更好的托辞,竟不得不诉诸最荒谬的辩解,承认自己忘却了誓言;众人极为愤慨,指责他当年发誓要抽取敌人的十分之一,如今却在抽取公民的十分之一。尽管如此,在所有人都缴齐了应纳的份额之后,众人决定打造一口金混酒鼎送往德尔斐。

§8.3

χρυσίου δʼ ἦν σπάνις ἐν τῇ πόλει καὶ τῶν ἀρχόντων ὅθεν ἂν πορισθείη σκοπούντων, αἱ γυναῖκες αὐταὶ καθʼ αὑτὰς βουλευσάμεναι τὸν ὄντα χρυσοῦν ἑκάστῃ περὶ τὸ σῶμα κόσμον ἐπέδωκαν εἰς τὸ ἀνάθημα, σταθμῷ χρυσίου γενόμενον ὀκτὼ ταλάντων, καὶ ταύταις μὲν ἡ σύγκλητος ἀποδιδοῦσα τιμὴν πρέπουσαν ἐψηφίσατο μετὰ θάνατον ὥσπερ ἐπὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λέγεσθαι τὸν ἄξιον ἔπαινον οὐ γὰρ ἦν εἰθισμένον πρότερον ἐγκωμιάζεσθαι γυναῖκα δημοσίᾳ τελευτήσασαν·

然而城中缺少黄金,当官吏们正在谋划何处可以筹措时,妇女们自行商议,将各自佩戴在身上的黄金首饰全数捐作奉献之物,其金重达八塔兰同;元老院为酬报她们合宜的敬意,表决通过在死后亦如男子一般为妇女宣读应得的悼词,因为此前公开为去世的妇女宣读悼词并非习俗。

§8.4

ἑλόμενοι δὲ τρεῖς ἄνδρας ἐκ τῶν ἀρίστων θεωρούς καὶ ναῦν μακρὰν εὐανδροῦντι πληρώματι καὶ κόσμῳ πανηγυρικῷ κατασκευάσαντες ἐξέπεμψαν. ἦν δʼ ἄρα καὶ χειμὼν καὶ γαλήνη θαλάσσης ἀργαλέον, ὡς ἐκείνοις συνέτυχε τότε παρʼ οὐδὲν ἐλθόντας ἀπολέσθαι3 διαφυγεῖν αὖθις ἀπροσδοκήτως τὸν κίνδυνον. ἐπέπλευσαν γὰρ αὐτοῖς Λιπαρέων τριήρεις περὶ τὰς Αἰόλου νήσους τοῦ πνεύματος ἐκλιπόντος ὡς λῃσταῖς.

他们从最优秀之人中选出三名特使,备办了一艘配有健捷船员与节日盛装的战船派遣出航。然而,海上的风暴与风平浪静同样令人烦恼,正如这批人当时所遭遇的那样,他们险些丧命,却又出人意料地脱离了危险。盖因风势平息之时,利帕拉人的三列桨战船在埃俄罗斯群岛一带将他们当作海盗袭来。

§8.5

δεομένων δὲ καὶ προϊσχομένων χεῖρας ἐμβολῆς μὲν ἔσχοντο, τὴν δὲ ναῦν ἀναψάμενοι καὶ καταγαγόντες ἀπεκήρυττον, ἅμα καὶ τὰ χρήματα καὶ τὰ σώματα, πειρατικὰ κρίναντες εἶναι. μόλις δʼ ἑνὸς ἀνδρὸς ἀρετῇ καὶ δυνάμει Τιμησιθέου τοῦ στρατηγοῦ πεισθέντες μεθῆκαν. ὁ δὲ καὶ προσκαθελκύσας ἰδίᾳ πλοῖα παρέπεμψε καὶ συγκαθιέρωσε τὸ ἀνάθημα· διʼ ὃ καὶ τιμὰς ἔσχεν, ἃς εἰκὸς ἦν, ἐν Ῥώμῃ.

在使者们哀求并伸出双手示意时,对方虽未撞击船只,却系引缆绳将船拖回港内,判定其为海盗之物,拟将财物连同人身一并拍卖。然而在将领提梅西特乌斯一人的德行与威望的劝导下,他们终于放行。提梅西特乌斯甚至另将私船下水护送,并一同奉献了祭品;因此,他在罗马也理所当然地获得了应得的崇高荣誉。

语法注3 条
  1. 8.1τὴν μὲν ὠφέλειαν χαλεπὸν γὰρ ἦν ἀνάδαστον μὴ γενέσθαι, τοὺς δὲ λαβόντας αὐτοὺς σὺν ὅρκῳ τὴν δεκάτην παραφέρειν εἰς μέσον

    在从属于独立属格 ψηφισαμένης τῆς βουλῆς 的对格加不定式结构中,μὲν...δέ 将 τὴν μὲν ὠφέλειαν ... ἀνάδαστον μὴ γενέσθαι(战利品不予重新分配)与 τοὺς δὲ λαβόντας αὐτοὺς ... παραφέρειν(取得者本人交出)相对置;仅 χαλεπὸν γὰρ ἦν(因为〔重新分配〕是困难的)作为插入句无标点地嵌在第一分句中间。

  2. 8.1ὧν ἐκέκτηντο καὶ κατεκέχρηντο μέρος

    关系代词的引申格变化(attraction)。修饰 μέρος 的关系从句原本为 τούτων ἃ ἐκέκτηντο...,中性复数宾格的关系代词 ἃ 受被省略的先行词 τούτων(部分属格)吸引而变为属格 ὧν。

  3. 8.4παρʼ οὐδὲν ἐλθόντας ἀπολέσθαι

    惯用词组 παρʼ οὐδὲν ἐλθεῖν 意为“差一点点就……、九死一生”。不定式 ἀπολέσθαι 表结果。前文虽有非人称动词 συνέτυχε 所支配的与格 ἐκείνοις,但随后不定式及其主语补足分词转为了对格(ἐλθόντας ... διαφυγεῖν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:8.1-8.5