- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:10.1-10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法勒里的一名塾师企图将城中孩童作为人质献给卡米卢斯,但卡米卢斯鄙弃这种背叛行径,命孩童鞭挞塾师回城;法勒里人感佩其美德遂归顺投降,双方缔结和约。
οὕτως δὲ τῆς πολιορκίας κατεφρόνουν οἱ Φαλέριοι τῷ πανταχόθεν ἐξωχυρῶσθαι πιστεύοντες, ὥστε πλὴν τῶν τὰ τείχη φυλαττόντων τοὺς ἄλλους ἐν ἱματίοις κατὰ τὴν πόλιν ἀναστρέφεσθαι, τοὺς δὲ παῖδας αὐτῶν εἴς τε τὰ διδασκαλεῖα φοιτᾶν καὶ παρὰ τὰ τείχη περιπατήσοντας καὶ γυμνασομένους ὑπὸ τοῦ διδασκάλου καταβιβάζεσθαι. κοινῷ γὰρ ἐχρῶντο τῷ διδασκάλῳ, ὥσπερ Ἕλληνες, οἱ Φαλέριοι, βουλόμενοι συντρέφεσθαι καὶ συναγελάζεσθαι μετʼ ἀλλήλων εὐθὺς ἐξ ἀρχῆς τοὺς παῖδας. οὗτος οὖν ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς Φαλερίοις διὰ τῶν παίδων ἐξῆγεν αὐτοὺς ἡμέρας ἑκάστης ὑπὸ τὸ τεῖχος ἐγγὺς τὸ πρῶτον, εἶτʼ ἀπῆγεν αὖθις εἴσω γυμνασαμένους, ἐκ δὲ τούτου κατὰ μικρὸν ὑπάγων εἴθισε θαρρεῖν ὡς πολλῆς οὔσης ἀδείας, καὶ τέλος ἔχων ἅπαντας εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλε καὶ παρέδωκεν, ἄγειν κελεύσας πρὸς τὸν Κάμιλλον.
法勒里人依仗城池四面坚固,极为轻视这次围城,以致除守城者外,其余人皆着常服在城中往来,孩子们去学堂上课,并由教师带领下到城墙旁散步和锻炼。盖因法勒里人如同希腊人一样,共用一位塾师,希望孩子们从一开始就彼此共同生活、成群长大。于是这位塾师企图通过这些孩子来暗算法勒里人,起初每日带他们出到城垣近处,锻炼后便又领回城内;此后渐渐引诱他们走得更远,使他们习惯于放胆行事,宛如毫无危险一般;最终,他将所有孩子全部带到罗马前哨并交了出去,命人带〔自己〕去见卡米卢斯。
ἀχθεὶς δὲ καὶ καταστὰς εἰς μέσον ἔλεγε παιδευτὴς μέν εἶναι καὶ διδάσκαλος, τὴν δὲ πρὸς ἐκεῖνον χάριν ἀντὶ τούτων ἑλόμενος τῶν δικαίων, ἥκειν αὐτῷ τὴν πόλιν ἐν τοῖς παισὶ κομίζων, δεινὸν οὖν ἀκούσαντι τὸ ἔργον ἐφάνη Καμίλλῳ· καὶ πρὸς τοὺς παρόντας εἰπών, ὡς χαλεπὸν μέν ἐστι πόλεμος καὶ διὰ πολλῆς ἀδικίας καὶ βιαίων περαινόμενος ἔργων, εἰσὶ δὲ καὶ πολέμων ὅμως τινὲς νόμοι τοῖς ἀγαθοῖς ἀνδράσι, καὶ τὸ νικᾶν οὐχ οὕτω διωκτέον, ὥστε μὴ φεύγειν τὰς ἐκ κακῶν καὶ ἀσεβῶν ἔργων χάριτας ἀρετῇ γὰρ οἰκείᾳ τὸν μέγαν στρατηγόν, οὐκ ἀλλοτρίᾳ θαρροῦντα κακίᾳ χρῆναι στρατεύειν,1 προσέταξε τοῖς ὑπηρέταις τοῦ μέν ἀνθρώπου καταρρηγνύναι τὰ ἱμάτια καὶ τὰς χεῖρας ὀπίσω περιάγειν, τοῖς δὲ παισὶ διαδοῦναι ῥάβδους καὶ μάστιγας, ὅπως κολάζοντες τὸν προδότην ἐλαύνωσιν εἰς τὴν πόλιν.
当他被押到并立于当中时,自称是蒙学之师,却弃此职责而宁愿讨好卡米卢斯,如今把这些孩子作为奉献整座城池的厚礼带了过来。卡米卢斯听闻其言,深感此举卑劣可耻;他遂对在场众人说道,战争虽是残酷之事,常赖诸多不义与暴行而成,然而对于高尚之人而言,战争亦有其法度,追求胜利断不可不避由邪恶不敬之举带来的利益;因为一位伟大的统帅应当凭借自身的德性,而非依托他人的恶行来用兵作战。于是他命左右从役撕扯下这人的衣服,反剪其双臂,又将杖与皮鞭分发给孩子们,让他们一路鞭挞惩罚这个叛徒,将其驱赶回城。
ἄρτι δὲ τῶν Φαλερίων ᾐσθημένων τὴν τοῦ διδασκάλου προδοσίαν καὶ τὴν μέν πόλιν, οἷον εἰκὸς, ἐπὶ συμφορᾷ τηλικαύτῃ θρήνου κατέχοντος, ἀνδρῶν δʼ ὁμοῦ καὶ γυναικῶν ἐπὶ τὰ τείχη καὶ τὰς πύλας σὺν οὐδενὶ λογισμῷ φερομένων, προσῆγον οἱ παῖδες τὸν διδάσκαλον γυμνὸν καὶ δεδεμένον προπηλακίζοντες, τὸν δὲ Κάμιλλον σωτῆρα καὶ πατέρα καὶ θεὸν ἀνακαλοῦντες, ὥστε μὴ μόνον τοῖς γονεῦσι τῶν παίδων, ἀλλὰ καὶ τοῖς ἄλλοις πολίταις ταῦθʼ ὁρῶσι θαῦμα τε καὶ πόθον ἐμπεσεῖν τῆς τοῦ Καμίλλου δικαιοσύνης. καὶ συνδραμόντες εἰς ἐκκλησίαν πρέσβεις ἔπεμψαν ἐκείνῳ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέποντες, οὓς ὁ Κάμιλλος ἀπέστειλεν εἰς Ῥώμην.
此时法勒里人方才察觉塾师的背叛,全城因遭此巨难而如常理般哀声四起,男女一同失魂落魄地奔向城墙与各处城门;恰在此时,孩子们押着赤身捆绑的塾师走来,沿途唾弃侮辱他,并高呼卡米卢斯为救星、父亲与神明,以致不仅是孩子的父母,就连目睹此景的其他公民,也都对卡米卢斯的正义油然而生惊叹与敬慕。他们遂聚集于公民大会,派出使节去见卡米卢斯,将一己之命运悉数托付于他,而卡米卢斯则把使节送往罗马。
ἐν δὲ τῇ βουλῇ καταστάντες εἶπον, ὅτι, Ῥωμαῖοι τῆς νίκης τὴν δικαιοσύνην προτιμήσαντες ἐδίδαξαν αὐτοὺς τὴν ἧτταν ἀγαπῆσαι πρὸ τῆς ἐλευθερίας, οὐ τοσοῦτον τῇ δυνάμει λείπεσθαι δοκοῦντας, ὅσον ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντας.2 ἀποδούσης δὲ τῆς βουλῆς πάλιν ἐκείνῳ τὸ κρῖναι καὶ διαιτῆσαι ταῦτα, χρήματα λαβὼν παρὰ τῶν Φαλερίων καὶ φιλίαν πρὸς ἅπαντας Φαλίσκους θέμενος ἀνεχώρησεν.
使节们在元老院面前陈词道,罗马人重正义而轻胜利,教会了他们宁愿欣然接受败局而不愿保有自由,他们与其说觉得自己在力量上有所逊色,不如说承认自己为美德所折服。元老院再度将裁决与处置此事的权力授予卡米卢斯,他便向法勒里人收取了赔款,并与全体法利斯克人缔结友好条约后班师撤军。
- 10.4ἀρετῇ γὰρ οἰκείᾳ τὸν μέγαν στρατηγόν, οὐκ ἀλλοτρίᾳ θαρροῦντα κακίᾳ χρῆναι στρατεύειν
承接前文 εἰπών 引出的间接引语,此处由 γάρ 引出非人称动词 χρή 的不定式 χρῆναι。不定式的逻辑主语是宾格的 τὸν μέγαν στρατηγόν,统领不定式 στρατεύειν;分词 θαρροῦντα 与主语一致,与格 ἀρετῇ / κακίᾳ 表示依托或依据。
- 10.7οὐ τοσοῦτον τῇ δυνάμει λείπεσθαι δοκοῦντας, ὅσον ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντας
宾格分词 δοκοῦντας 与 ὁμολογοῦντας 修饰前文不定式从句的主语 αὐτούς(法勒里人)。分词各自统领补足不定式 λείπεσθαι 与 ἡττᾶσθαι,构成关联结构 οὐ τοσοῦτον... ὅσον...(与其说……不如说……)。ἡττᾶσθαι 所带的属格 τῆς ἀρετῆς 为比较/对象属格。
