- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:7.1-7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡米卢斯因驾驭白马战车举行过分傲慢的凯旋式以及阻挠迁居维爱的法案而招致民众反感,更因之前许愿奉献战利品十分之一税一事而与民众爆发了最严重的对立。
ὁ δὲ Κάμιλλος εἴτε μεγέθει τοῦ ἔργου, πόλιν ἀντίπαλον τῆς Ῥώμης ἔτει δεκάτῳ τῆς πολιορκίας καθῃρηκώς, εἴτε ὑπὸ τῶν εὐδαιμονιζόντων αὐτὸν εἰς ὄγκον ἐξαρθεὶς καὶ φρόνημα νομίμου καὶ πολιτικῆς ἀρχῆς ἐπαχθέστερον, τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καί τέθριππον ὑποζευξάμενος λευκόπωλον ἐπέβη καὶ διεξήλασε τῆς Ῥώμης, οὐδενὸς τοῦτο ποιήσαντος ἡγεμόνος πρότερον οὐδʼ ὕστερον, ἱερὸν γὰρ ἡγοῦνται τὸ τοιοῦτον ὄχημα τῷ βασιλεῖ καὶ πατρὶ τῶν θεῶν ἐπιπεφημισμένον.
然而卡米卢斯不知是由于功业的伟大——在围城的第十年摧毁了罗马的劲敌之城,还是被那些向他道贺之人的奉承抬高了心气,陷入了对于合乎法律与宪政的官职而言过分沉重的骄横与傲慢,他不仅在其他方面极其骄横地举行凯旋式,而且驾驭着四匹白马拉着的战车,登上车驶过罗马市内,而这是以往和后来的任何将领都未曾做过的;因为人们认为这样的车乘是神圣的,是专属于众神之王与众神之父的。
ἔκ τε δὴ τούτου διεβλήθη πρὸς τοὺς πολίτας οὐκ εἰθισμένους ἐντρυφᾶσθαι, καὶ δευτέραν ἔλαβεν αἰτίαν ἐνιστάμενος νόμῳ διοικίζοντι τήν πόλιν. εἰσηγοῦντο γὰρ οἱ δήμαρχοι τόν τε δῆμον καὶ τήν σύγκλητον ἴσα μέρη δύο νεμηθῆναι, καὶ τοὺς μὲν αὐτόθι κατοικεῖν, τοὺς δὲ κλήρῳ λαχόντας εἰς τήν αἰχμάλωτον μεταστῆναι πόλιν, ὡς εὐπορωτέρων ἐσομένων καὶ δυσὶ μεγάλοις καὶ καλοῖς ἄστεσι τήν τε χώραν ὁμοῦ καὶ τήν ἄλλην εὐδαιμονίαν φυλαξόντων.1
因此,他遭到了不习惯受人凌辱的公民们的怨恨;随后他又因反对一项分迁该城的法案而招致了第二种指责。因为保民官们提议将民众和元老院平分为两部分,一部分仍居旧地,另一部分通过抽签迁往被占领的城市,理由是如此一来大家将更为富足,并能以两座广大而优美的城市同时守护领土与其他福祉。
ὁ μὲν οὖν δῆμος ἤδη πολὺς γεγονὼς καὶ ἀχρήματος ἄσμενος ἐδέξατο, καὶ συνεχὴς ἦν τοῖς περὶ τὸ βῆμα θορύβοις αἰτῶν τήν ψῆφον ἡ δὲ βουλὴ καὶ τῶν ἄλλων οἱ κράτιστοι πολιτῶν οὐ διαίρεσιν, ἀλλʼ ἀναίρεσιν ἡγούμενοι τῆς Ῥώμης πολιτεύεσθαι τοὺς δημάρχους2 καὶ δυσανασχετοῦντες ἐπὶ τόν Κάμιλλον κατέφυγον.
于是,已然人口众多而贫困不堪的民众欣然接纳了这一法案,连连在演说台周围喧哗吵闹,要求进行表决;但元老院与其他最优秀的公民则认为保民官的这一施政并非是要分治罗马,而是要毁灭罗马,他们在愤慨之下纷纷投奔卡米卢斯寻求庇护。
κἀκεῖνος ὀρρωδῶν τόν ἀγῶνα προφάσεις ἐνέβαλλε τῷ δήμῳ καὶ ἀσχολίας, διʼ ὧν ἀεὶ τόν νόμον ἐξέκρουεν. ἦν μὲν οὖν διὰ ταῦτα λυπηρός. ἡ δε φανερωτάτη καὶ μεγίστη τῶν ἀπεχθειῶν αὐτῷ πρὸς τόν δῆμον ἐκ τῆς δεκάτης τῶν λαφύρων ὑπῆρξεν, οὐκ ἄλογον, εἰ καὶ μὴ πάνυ δικαίαν ἀρχὴν τῶν πολλῶν λαβόντων.3
而卡米卢斯也畏惧这场纷争,便向民众抛出种种借口和事务,以此屡屡阻挠该法案的推行。因此,他在这件事上招致了反感。然而,民众对他最明显、最深重的怨恨,乃是因战利品的十分之一而起;民众借此发难虽然未必完全正当,但也并非全无道理。
εὔξατο μὲν γὰρ ἐπὶ τοὺς Οὐηΐους, ὡς ἔοικε, βαδίζων, εἰ τήν πόλιν ἕλοι, τῷ θεῷ τούτων τήν δεκάτην καθιερώσειν, ἁλούσης δὲ τῆς πόλεως καὶ διαρπασθείσης, εἴτʼ ὀκνήσας ἐνοχλῆσαι τοῖς πολίταις, εἴτε λήθη τις αὐτὸν ὑπὸ τῶν παρόντων πραγμάτων ἔλαβε τῆς εὐχῆς, περιεῖδεν ὠφεληθέντας.4 ὕστερον δὲ χρόνῳ τῆς ἀρχῆς ἐκείνης ἤδη πεπαυμένος ἀνήνεγκε περὶ τούτων εἰς τήν σύγκλητον, οἵ τε μάντεις ἤγγελλον ἐπὶ τοῖς ἱεροῖς προφαίνεσθαι θεῶν μῆνιν ἱλασμοῦ καὶ χαριστηρίων δεομένην.
因为据称,他在向维爱进军时曾发誓,若能攻克该城,就将这些战利品的十分之一奉献给神;但该城被攻克并遭洗劫之后,不知是由于他不愿打扰公民,还是因眼前诸事纷乱而一时忘却了誓言,竟任由他们自行获取利益。日后,他已经卸任该项职务,才将此事呈报给元老院;而占卜官们也报告说,祭牲中显现出神明的愤怒,要求进行赎罪并献上感恩之祭。
- 7.2ὡς εὐπορωτέρων ἐσομένων καὶ δυσὶ μεγάλοις καὶ καλοῖς ἄστεσι τήν τε χώραν ὁμοῦ καὶ τήν ἄλλην εὐδαιμονίαν φυλαξόντων
连词 ὡς 与将来时分词(ἐσομένων, φυλαξόντων)构成属格独立结构,用来表示保民官提出法案时所声称的主观理由或目的。
- 7.3οὐ διαίρεσιν, ἀλλʼ ἀναίρεσιν ἡγούμενοι τῆς Ῥώμης πολιτεύεσθαι τοὺς δημάρχους
由分词 ἡγούμενοι 支配带宾格的不定式结构(τοὺς δημάρχους πολιτεύεσθαι);διαίρεσιν 与 ἀναίρεσιν 作为宾语/结果宾格,构成语音相近但字义相反的修辞双关(“分立”与“废弃/毁灭”)。
- 7.4οὐκ ἄλογον, εἰ καὶ μὴ πάνυ δικαίαν ἀρχὴν τῶν πολλῶν λαβόντων
此处是由 τῶν πολλῶν λαβόντων 构成的属格独立结构,以 ἀρχήν 为直接宾语。在 ἀρχήν 之前置有共同修饰它的 οὐκ ἄλογον(“并非毫无道理”)与让步从句 εἰ καὶ μὴ πάνυ δικαίαν(“即便未必十分正当”)。
- 7.5περιεῖδεν ὠφεληθέντας
动词 περιεῖδεν(περιοράω 的不定过去时,意为“放任、坐视”)与补足分词 ὠφεληθέντας(指公民们)搭配,表示他听任市民们侵吞战利品获利而未加干涉。
