← 普鲁塔克

卡米卢斯传

§6.1-6.4

朱诺神像迁往罗马与对神迹的思考

攻克维爱后,卡米卢斯祈求将赫拉神像迁至罗马,文中记述了神像开口应允的传说与李维的不同记载。作者由奇迹与罗马受神庇佑的崛起展开议论,告诫人们既不可盲信亦不可全疑,当持守审慎与中庸之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

διαπορθήσας δὲ τὴν πόλιν ἔγνω τὸ ἄγαλμα τῆς Ἥρας μεταφέρειν εἰς Ῥώμην, ὥσπερ εὔξατο. καὶ συνελθόντων ἐπὶ τούτῳ τῶν τεχνιτῶν, ὁ μὲν ἔθυε καὶ προσεύχετο τῇ θεῷ δέχεσθαι τὴν προθυμίαν αὐτῶν καὶ εὐμενῆ γενέσθαι σύνοικον τοῖς λαχοῦσι τὴν Ῥώμην θεοῖς, τὸ δʼ ἄγαλμά φασιν ὑποφθεγξάμενον εἰπεῖν. ὅτι καὶ βούλεται καὶ συγκαταινεῖ.

彻底洗劫该城后,他决定按照许愿将赫拉的神像迁往罗马。为此工匠们聚集起来,他一边献祭,一边向女神祈祷,求她接纳他们的热忱,并成为善意的同住者,与那些分得罗马作为领地的诸神共居;据说神像低声说话,表示不仅愿意,而且欣然赞同。

§6.2

Λίουιος δέ φησιν εὔχεσθαι μὲν τὸν Κάμιλλον ἁπτόμενον τῆς θεοῦ καὶ παρακαλεῖν, ἀποκρίνασθαι δέ τινας τῶν παρόντων, ὅτι καὶ βούλεται καὶ συνακολουθεῖ προθύμως. οἱ δʼ ἰσχυριζόμενοι καὶ τῷ παραδόξῳ βοηθοῦντες μεγίστην μὲν ἔχουσι συνήγορον τὴν τύχην τῆς πόλεως, ἣν ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἀρχῆς ἐπὶ τοσοῦτον δόξης καὶ δυνάμεως προελθεῖν δίχα θεοῦ πολλαῖς καὶ μεγάλαις ἐπιφανείαις ἑκάστοτε συμπαρόντος ἀμήχανον·1

然而李维却说,卡米卢斯抚触着女神祈祷并发出邀请,而身旁的一些人则回答说,她既愿意,也会欣然相随。但那些坚持这一奇迹并为其辩护的人,却拥有城邦的命运作为最强大的辩护者;若非有神每次以诸多重大的显灵相伴左右,这座城邦绝不可能从微小且遭人蔑视的开端,达到如此辉煌的荣耀与权势。

§6.3

οὐ μὴν ἀλλὰ καὶ συνάγουσιν ὁμοειδῆ τινα, τοῦτο μὲν ἱδρῶτας ἀγαλμάτων πολλάκις ἐκχυθέντας, τοῦτο δὲ στεναγμοὺς ἀκουσθέντας ἀποστροφάς τε δεικνύντες καὶ καταμύσεις ξοάνων,2 ἃς ἱστορήκασιν οὐκ ὀλίγοι τῶν πρότερον. πολλὰ δὲ καὶ τῶν καθʼ ἡμᾶς ἀκηκοότες ἀνθρώπων λέγειν ἔχομεν ἄξια θαύματος, ὧν οὐκ ἄν τις εἰκῇ καταφρονήσειεν.

不仅如此,他们还汇集了某些同类的事例,一方面指出神像多次流出的汗水,另一方面指出曾被听闻的呻吟,以及不少古人记载过的木像转面与闭眼。而我们从当世之人那里也听闻并能说出许多值得称奇之事,任何人都不当对其轻易嗤之以鼻。

§6.4

ἀλλὰ τοῖς τοιούτοις καὶ τὸ πιστεύειν σφόδρα καὶ τὸ λίαν ἀπιστεῖν ἐπισφαλές ἐστι διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν ὅρον οὐκ ἔχουσαν οὐδὲ κρατοῦσαν αὑτῆς, ἀλλʼ ἐκφερομένην ὅπου μὲν εἰς δεισιδαιμονίαν καὶ τῦφον, ὅπου δʼ εἰς ὀλιγωρίαν τῶν θεῶν καὶ περιφρόνησιν ἡ δʼ εὐλάβεια καὶ τὸ μηδὲν ἄγαν3 ἄριστον.

然而对于此类事情,深信不疑与过分怀疑皆属危险,这乃是由于人类的软弱所致:它没有界限,亦无法自制,时而被冲昏头脑陷入迷信与虚妄,时而又流于对神明的轻慢与藐视;唯有审慎与“过犹不及”才是至善之境。

语法注3 条
  1. 6.2ἣν ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἀρχῆς ἐπὶ τοσοῦτον δόξης καὶ δυνάμεως προελθεῖν δίχα θεοῦ πολλαῖς καὶ μεγάλαις ἐπιφανείαις ἑκάστοτε συμπαρόντος ἀμήχανον

    关系代词 ἣν 指代先行词 τὴν πόλιν(或 τὴν τύχην τῆς πόλεως 所蕴含的城邦实体),充当不定式 προελθεῖν 的宾格逻辑主语。整句依附于句末的无人称表语 ἀμήχανον [ἐστι](意为“……要前进是不可能的”)。δίχα 引导的部分由支配属格的介词 δίχα(“没有……”)统摄名词与分词(θεοῦ ... συμπαρόντος)构成状语。

  2. 6.3τοῦτο μὲν ἱδρῶτας ἀγαλμάτων πολλάκις ἐκχυθέντας, τοῦτο δὲ στεναγμοὺς ἀκουσθέντας ἀποστροφάς τε δεικνύντες καὶ καταμύσεις ξοάνων

    τοῦτο μέν ... τοῦτο δέ 是用作副词性宾格的相关连接结构,意为“一方面……另一方面……”。它们并列统摄着分词 δεικνύντες 所支配的一组宾语(ἱδρῶτας、στεναγμούς、ἀποστροφάς 及 καταμύσεις)。

  3. 6.4τὸ μηδὲν ἄγαν

    著名的德尔斐箴言 μηδὲν ἄγαν(“过犹不及/毋过分”)由中性定冠词 τό 实词化,与前面的 ἡ εὐλάβεια 一道构成表语 ἄριστον [ἐστι] 的并列主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:6.1-6.4