← 普鲁塔克

卡米卢斯传

§5.1-5.7

独裁官卡米卢斯的地道战与维爱陷落

卡米卢斯被任命为独裁官并向诸神许愿,他在击溃敌方盟友后,通过地道战术攻陷维爱城;目睹战果与洗劫时,他祈求诸神将过盛繁荣带来的报应微小地降于自身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἡ δὲ σύγκλητος εἰς τὸ δέκατον ἔτος τοῦ πολέμου καταλύσασα τὰς ἄλλας ἀρχὰς δικτάτορα Κάμιλλον ἀπέδειξεν ἵππαρχον δʼ ἐκεῖνος αὑτῷ προσελόμενος Κορνήλιον Σκηπίωνα, πρῶτον μὲν εὐχὰς ἐποιήσατο τοῖς θεοῖς ἐπὶ τῷ πολέμῳ τέλος εὐκλεὲς λαβόντι1 τὰς μεγάλας θέας ἄξειν καὶ νεὼν θεᾶς, ἣν Μητέρα Ματοῦταν καλοῦσι Ῥωμαῖοι, καθιερώσειν.

在战争进入第十年时,元老院废除了其他官职,任命卡米卢斯为独裁官。他选定科尔内利乌斯·西庇阿为自己的骑兵长官,首先向诸神许愿:若战争取得光荣的结局,便举行盛大的竞技节庆,并为罗马人称为玛忒尔·玛图塔的女神献奉神庙。

§5.2

ταύτην ἄν τις ἀπὸ τῶν δρωμένων ἱερῶν μάλιστα Λευκοθέαν νομίσειεν εἶναι, καὶ γὰρ θεράπαιναν εἰς τὸν σηκὸν εἰσάγουσαι ῥαπίζουσιν, εἶτʼ ἐξελαύνουσι καὶ τὰ τῶν ἀδελφῶν τέκνα πρὸ τῶν ἰδίων ἐναγκαλίζονται καὶ δρῶσι περὶ τὴν θυσίαν ἃ ταῖς Διονύσου τροφοῖς καὶ τοῖς διὰ τὴν παλλακὴν πάθεσι τῆς Ἰνοῦς προσέοικε. μετὰ δὲ τὰς εὐχὰς ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε, καὶ μάχῃ μεγάλῃ τούτους τε καὶ Καπηνάτας προσβοηθήσαντας αὐτοῖς ἐνίκησεν.

从所行的祭仪来看,人们多半会认为这位女神就是琉科忒亚。因为妇女们将一名女奴带入圣所,掌掴她,随后将她逐出;她们拥抱姐妹的孩子甚于自己的骨肉;并在祭祀中做出与狄奥尼索斯的乳母们及伊诺因妾侍而遭的苦难极其相似的事。许愿之后,卡米卢斯进军法利斯克人的领地,并在一场大战中击溃了他们以及赶来相援的卡佩那人。

§5.3

ἔπειτα πρὸς τὴν πολιορκίαν τραπόμενος τῶν Οὐηΐων καὶ τὸν ἐκ προσβολῆς ἀγῶνα χαλεπὸν καὶ δύσεργον ὁρῶν ὑπονόμους ἔτεμνε, τῶν περὶ τὴν πόλιν χωρίων ἐνδιδόντων τοῖς ὀρύγμασι καὶ καταδεχομένων εἰς βάθος ἄγειν ἄδηλον τοῖς πολεμίοις τὰ ἔργα. διὸ καὶ προϊούσης ὁδῷ τῆς ἐλπίδος αὐτὸς μὲν ἔξωθεν προσέβαλλεν, ἐκκαλούμενος ἐπὶ τὰ τείχη τοὺς πολεμίους, ἄλλοι δʼ ἀδήλως ὑποπορευόμενοι διὰ τῶν ὑπονόμων ἔλαθον ἐντὸς γενόμενοι τῆς ἄκρας κατὰ τὸ τῆς Ἥρας ἱερόν, ὃ μέγιστον ἦν ἐν τῇ πόλει καὶ μάλιστα τιμώμενον.

随后他转而围攻维爱,鉴于强攻正面艰难而费工,便开凿地道,因为城周的土质适宜挖掘,能将工程引向不为敌人察觉的深处。因此,随着期望依序推进,他亲自在外部发起攻击,将敌人引至城墙之上;而其他人则暗中经由地道行进,不知不觉潜入了城堡内赫拉神庙附近,该庙是城中规模最大且最受尊崇的。

§5.4

ἐνταῦθα λέγεται τυχεῖν κατʼ ἐκεῖνο καιροῦ τὸν ἡγεμόνα τῶν Τυρρηνῶν ἐφʼ ἱεροῖς· τὸν δὲ μάντιν εἰς τὰ σπλάγχνα κατιδόντα καὶ μέγα φθεγξάμενον εἰπεῖν, ὅτι νίκην ὁ θεὸς δίδωσι τῷ κατακολουθήσαντι τοῖς ἱεροῖς ἐκείνοις·2 ταύτης δὲ τῆς φωνῆς τοὺς ἐν τοῖς ὑπονόμοις Ῥωμαίους ἐπακούσαντας ταχὺ διασπάσαι τὸ ἔδαφος, καὶ μετὰ βοῆς καὶ ψόφου τῶν ὅπλων ἀναδύντας, ἐκπλαγέντων τῶν πολεμίων καὶ φυγόντων, ἁρπάσαντας τὰ σπλάγχνα κομίσαι πρὸς τὸν Κάμιλλον.

据说当时伊特鲁里亚人的首领恰好在此主持祭祀;占卜官察看内脏后高声说道,神将把胜利赐予彻底遵照这些祭仪的人。在地道中的罗马人听闻此声,迅速击破地面,伴随着呼喊和兵刃的撞击声破土而出;敌人在惊骇中奔逃,罗马人便夺取内脏带给了卡米卢斯。

§5.5

ἀλλὰ ταῦτα μὲν ἴσως ἐοικέναι δόξει μυθεύμασιν. ἁλούσης δὲ τῆς πόλεως κατὰ κράτος καὶ τῶν Ῥωμαίων ἀγόντων καὶ φερόντων ἄπειρόν τινα πλοῦτον, ἐφορῶν ὁ Κάμιλλος ἀπὸ τῆς ἄκρας τὰ πραττόμενα, πρῶτον μὲν ἑστὼς ἐδάκρυσεν, εἶτα μακαρισθεὶς ὑπὸ τῶν παρόντων ἀνέσχε τὰς χεῖρας τοῖς θεοῖς καὶ προσευχόμενος εἶπε· Ζεῦ μέγιστε καὶ θεοὶ χρηστῶν ἐπίσκοποι καὶ πονηρῶν ἔργων, αὐτοί που σύνιστε Ῥωμαίοις, ὡς οὐ παρὰ δίκην, ἀλλὰ κατʼ ἀνάγκην ἀμυνόμενοι μετερχόμεθα δυσμενῶν ἀνδρῶν καὶ παρανόμων πόλιν. εἰ δʼ ἄρα τις, ἔφη, καὶ ἡμῖν ἀντίστροφος ὀφείλεται τῆς παρούσης νέμεσις εὐπραξίας, εὔχομαι ταύτην ὑπέρ τε πόλεως καὶ στρατοῦ Ῥωμαίων εἰς ἐμαυτὸν ἐλαχίστῳ κακῷ τελευτῆσαι.

然而这些事或许看来类似于传说。当城市被强攻攻克、罗马人掳掠无尽的财宝时,卡米卢斯从城堡上俯瞰眼前的情形,起初站着流下了眼泪,随后在身旁众人的祝贺中,他向诸神举起双手祈祷道: “至高无上的宙斯以及明察善恶诸事的众神啊,你们自当知晓,我们罗马人并非出于不义,而是被迫出于自卫,才前来征讨这群充满敌意且无法无天之人的城池。但若是有何惩戒,”他说,“与当前的盛况相应而也理应加于我们,我祈求它能以极微小的灾祸落在我一人身上,以保全罗马的城池与军队。”

§5.7

ταῦτʼ εἰπών, καθάπερ ἐστὶ Ῥωμαίοις ἔθος ἐπευξαμένοις καὶ προσκυνήσασιν ἐπὶ δεξιὰ ἐξελίττειν,3 ἐσφάλη περιστρεφόμενος, διαταραχθέντων δὲ τῶν παρόντων πάλιν ἀναλαβὼν ἑαυτὸν ἐκ τοῦ πτώματος εἶπεν, ὡς γέγονεν αὐτῷ κατʼ εὐχὴν σφάλμα μικρὸν ἐπʼ εὐτυχίᾳ μεγίστῃ.

言毕,按照罗马人在祈祷敬拜之后向右转过身去的习俗,他在旋身时滑倒了;见左右之人大为慌乱,他从跌倒中重新稳住自身并说道:正如所愿,在极大的幸运面前,他只遭逢了一场微小的挫折。

语法注3 条
  1. 5.1ἐπὶ τῷ πολέμῳ τέλος εὐκλεὲς λαβόντι

    介词 ἐπί 搭配与格名词(τῷ πολέμῳ)和分词(λαβόντι),起条件或伴随作用(“假若战争取得光荣的结局”),限定后文的不定式 ἄξειν 与 καθιερώσειν。

  2. 5.4τῷ κατακολουθήσαντι τοῖς ἱεροῖς ἐκείνοις

    间接引语中作动词 δίδωσι 间接宾语的实体化与格分词,意为“对于将那些祭仪贯彻到底的人”或“顺应那些祭兆的人”。

  3. 5.7καθάπερ ἐστὶ Ῥωμαίοις ἔθος ἐπευξαμένοις καὶ προσκυνήσασιν ἐπὶ δεξιὰ ἐξελίττειν

    结构骨干为 καθάπερ ἐστὶ Ῥωμαίοις ἔθος(如罗马人的风俗一般)后接不定式 ἐξελίττειν(转身)。与格分词 ἐπευξαμένοις καὶ προσκυνήσασιν 与 Ῥωμαίοις 一致,表动作的前置(“在祈祷并敬拜之后”)。ἐπὶ δεξιὰ ἐξελίττειν 指罗马特有的祈祷后向右转体一周的宗教礼仪。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:5.1-5.7