← 普鲁塔克

卡米卢斯传

§4.1-4.5

维爱占卜者被俘与阿尔巴湖的神谕

在漫长的围攻中,一名罗马士兵俘获了与之交好的维爱占卜者;俘虏吐露神谕称唯有阻止阿尔巴湖水入海该城方可攻克,元老院向德尔斐求神谕后随即展开引水工程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

οἷα δʼ ἐν πολιορκίᾳ διὰ χρόνου μῆκος ἐπιμιξίας τε πολλὰς ἐχούσῃ καὶ κοινολογίας πρὸς τοὺς πολεμίους, ἐγεγόνει τινὶ Ῥωμαίῳ συνήθεια καὶ παρρησία πρὸς ἕνα τῶν πολιτῶν, ἄνθρωπον ἔμπειρόν τε λογίων παλαιῶν καί τι καὶ πλέον εἰδέναι τῶν ἄλλων ἀπὸ μαντικῆς δοκοῦντα. τοῦτον οὖν ὁ Ῥωμαῖος, ὡς ἤκουσε τὴν ἐπίδοσιν τῆς λίμνης, ὁρῶν ὑπερηδόμενόν τε καὶ καταγελῶντα τῆς πολιορκίας, οὐ ταῦτʼ ἔφη μόνον ἐνηνοχέναι θαυμαστὰ τὸν παρόντα χρόνον, ἀλλʼ ἕτερα τούτων ἀτοπώτερα σημεῖα Ῥωμαίοις γεγονέναι, περὶ ὧν ἐθέλειν ἐκείνῳ κοινωσάμενος, εἴ τι δύναιτο, θέσθαι τῶν ἰδίων ἄμεινον ἐν τοῖς κοινοῖς νοσοῦσιν.1

在旷日持久的围城战中,往往会与敌人产生许多接触与交谈,正因如此,某个罗马人与城中一位市民结下了亲近而坦诚的交往;那人熟知古代的神谕,并被认为通过占卜比常人通晓更多。于是这个罗马人见那人听闻湖水上涨而欣喜若狂且嘲弄围城之事,便说当前的时日所带来的不仅是这些奇观,罗马人身上还发生了比这更为离奇的兆头,他愿与那人商议此事,若有可能,以便在公患之中更好地安排私事。

§4.2

ὑπακούσαντος δὲ τοῦ ἀνθρώπου προθύμως καὶ διδόντος ἑαυτὸν εἰς κοινολογίαν, ὡς ἀπορρήτων τινῶν ἀκροατὴν ἐσόμενον,2 κατὰ μικρὸν οὕτω διαλεγόμενος καὶ ὑπάγων αὐτόν, ὡς πορρωτέρω τῶν πυλῶν ἐγεγόνεισαν, αἴρει τε μετέωρον εὐρωστότερος ὢν καί τινῶν ἀπὸ στρατοπέδου προσδραμόντων χειρωσάμενος καὶ κρατήσας παρέδωκε τοῖς στρατηγοῖς.

那人格外热切地听从并投身于交谈,以为自己将成为某些机密的听者;罗马人就这样一边交谈一边引诱他向前,待走到离城门相当远的地方,由于身体更为强健,便将那人凌空抱起,并在营地跑来的几个人协助下将其制伏生擒,押交给了将领们。

§4.3

ἐν τούτῳ δʼ ἀνάγκης γεγονὼς ὁ ἄνθρωπος καὶ μαθὼν ἄρα τὸ πεπρωμένον ὡς ἄφυκτον εἴη, λόγια προὔφαινεν ἀπόρρητα περὶ τῆς ἑαυτοῦ πατρίδος, ὡς οὐκ οὔσης ἁλωσίμου πρότερον ἢ τὴν Ἀλβανίδα λίμνην ἐκχυθεῖσαν καὶ φερομένην ὁδοὺς ἑτέρας ὤσαντες ὀπίσω καὶ περισπάσαντες οἱ πολέμιοι κωλύσουσι μίγνυσθαι τῇ θαλάττῃ.

那人陷入此等窘境,方知定数确不可逃,便吐露了关于自己祖国的机密神谕:除非敌人将溢出并沿其他路径奔流的阿尔巴湖水倒推并分流、阻止其注入大海,否则该城便不可攻破。

§4.4

ταῦτα τῇ συγκλήτῳ πυθομένῃ καὶ διαπορούσῃ καλῶς ἔχειν ἔδοξε πέμψαντας εἰς Δελφοὺς ἐρέσθαι3 τὸν θεόν. οἱ δὲ πεμφθέντες ἄνδρες ἔνδοξοι καὶ μεγάλοι, Κόσσος Λικίννιος καὶ Οὐαλλέριος Ποτῖτος καὶ Φάβιος Ἄμβουστος, πλῷ τε χρησάμενοι καὶ τῶν παρὰ τοῦ θεοῦ τυχόντες ἧκον ἄλλας τε μαντείας κομίζοντες, αἳ πατρίων τινῶν περὶ τὰς καλουμένας Λατίνας ἑορτὰς ὀλιγωρίαν ἔφραζον αὐτοῖς, καὶ τὸ τῆς Ἀλβανίδος ὕδωρ ἐκέλευον εἴργοντας ὡς ἀνυστόν ἐστι τῆς θαλάσσης ἀνωθεῖν εἰς τὸν ἀρχαῖον πόρον, ἢ τοῦτο μὴ δυναμένους ὀρύγμασι καὶ τάφροις παράγειν εἰς τὸ πεδίον καὶ καταναλίσκειν· ἀπαγγελθέντων δὲ τούτων οἱ μὲν ἱερεῖς τὰ περὶ τὰς θυσίας ἔπραττον, ὁ δὲ δῆμος ἐχώρει πρὸς τὰ ἔργα καὶ τὸ ὕδωρ ἐξέτρεπεν.

元老院得知此事并感到困惑,决意遣使前往德尔斐求问神明。所派遣的都是显赫重要的人物——科苏斯·利基尼乌斯、瓦勒里乌斯·波蒂图斯与法比乌斯·安布斯图斯;他们乘船出海,取得神谕后归来,带回了其他几条神谕,指出他们对所谓的拉丁节的祖传仪礼有所怠慢;并且命他们尽一切可能阻止阿尔巴湖的水流入大海,将其推回原先的河道;若办不到,就用渠堑引水入平原消耗殆尽。当这些宣告之后,祭司们便主持祭祀之事,而民众则奔赴工程,疏导湖水。

语法注3 条
  1. 4.1θέσθαι τῶν ἰδίων ἄμεινον ἐν τοῖς κοινοῖς νοσοῦσιν

    τῶν ἰδίων 为限定(关联)属格,与副词 ἄμεινον 及中动不定词 θέσθαι 连用,意为“在私事上作更好的安排/处置”。ἐν τοῖς κοινοῖς νοσοῦσιν 则是名词化的中性复数形容词 τοῖς κοινοῖς 与表语性现在分词 νοσοῦσιν 的组合,表示“在公事陷入困顿/危机之中”的背景情境。

  2. 4.2ὡς ἀπορρήτων τινῶν ἀκροατὴν ἐσόμενον

    ὡς 连同宾格未来分词 ἐσόμενον,并非与属格的 τοῦ ἀνθρώπου 一致,而是与 διδόντος ἑαυτόν 中的反身代词 ἑαυτόν 一致,充当宾语补足结构,表达该人主观上的意图或预期:“以为自己将成为机密之事的倾听者”。

  3. 4.4πέμψαντας εἰς Δελφοὺς ἐρέσθαι

    在非人称动词 ἔδοξε(“决议/看来合适”)的句式中,尽管前有与格 τῇ συγκλήτῳ,不定词 ἐρέσθαι 的逻辑主语却体现为宾格分词 πέμψαντας。这是非人称动词后转为宾格加不定词结构的常见用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:4.1-4.5