← 普鲁塔克

卡米卢斯传

§41.1-41.6

阿涅内河战役与卡米卢斯大败高卢人

卡米卢斯通过战术部署与武器改良麻痹高卢人,借助拂晓突袭和重装步兵推进彻底击溃蛮族大军,使罗马人重获对抗高卢人的坚定信心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

ἐπεὶ δὲ πλησίον ἦσαν οἱ Κελτοί, περὶ τὸν Ἀνίωνα ποταμὸν στρατόπεδον βαρὺ καὶ μεστὸν ἀφθόνου λείας ἔχοντες, ἐξαγαγὼν τὴν δύναμιν ἵδρυσε κατὰ νάπης μαλακῆς καὶ συγκλίσεις πολλὰς ἐχούσης, ὥστε τὸ μὲν πλεῖστον ἀποκρύπτεσθαι, τὸ δʼ ὁρώμενον δοκεῖν ὑπὸ δέους εἰς χωρία προσάντη κατειλεῖσθαι.

当高卢军逼近,在阿尼奥河畔设立了一座笨重且堆满大量劫掠之物的营垒时,卡米卢斯率军出征,将部队部署在一条平缓且多有凹折褶皱的峡谷中,致使大部分兵力得以隐蔽,而露在外面的部分,看起来也仿佛是出于恐惧而被逼退在险峻的地势上。

§41.2

ταύτην δὲ τὴν δόξαν αὐτῶν ὁ Κάμιλλος αὔξειν βουλόμενος οὐ προσήμυνε τῶν ὑπὸ πόδας πορθουμένων,1 ἀλλὰ τὸν χάρακα φραξάμενος ἠρέμει, μέχρι οὗ τοὺς μὲν ἐν προνομαῖς ἐσκεδασμένους κατεῖδε, τοὺς δʼ ἐν τῷ στρατοπέδῳ πᾶσαν ὥραν ἐμπιπλαμένους ἀφειδῶς καὶ μεθύοντας.

卡米卢斯欲助长敌军的这一成见,因而在脚下的土地遭劫掠时按兵不动,只是扎紧木栅,静待时机,直到他望见敌军一部分四出搜掠,另一部分在营地中终日放怀饱食、痛饮大醉。

§41.3

τότε δὲ νυκτὸς ἔτι τοὺς ψιλοὺς προεκπέμψας ἐμποδὼν εἶναι τοῖς βαρβάροις εἰς τάξιν καθισταμένοις καὶ διαταράττειν εὐθὺς ἐπεξιόντας, κατεβίβαζεν ὄρθρου τοὺς ὁπλίτας καὶ παρέταττεν ἐν τοῖς ἐπιπέδοις, πολλοὺς καὶ προθύμους, οὐχ ὥσπερ οἱ βάρβαροι προσεδόκων, ὀλίγους καὶ ἀτόλμους φανέντας. πρῶτον μὲν οὖν τοῦτο τῶν Κελτῶν ἀνέτρεψε τὰ φρονήματα παρʼ ἀξίαν ἐπιχειρεῖσθαι δοκούντων.2 ἔπειτα προσπίπτοντες οἱ ψιλοὶ καὶ πρὶν ἢ τὸν συνήθη λαβεῖν κόσμον καὶ διακριθῆναι κατὰ λόχους κινοῦντες αὐτοὺς καὶ βιαζόμενοι πρὸς τὸ συντυχὸν ἀτάκτους ἠνάγκασαν μάχεσθαι.

于是,在夜色尚存之时,他便预先派出轻装部队,以阻碍蛮族列阵,并在他们刚出营时便予以扰乱;拂晓时分,他将重装步兵引下,在平地上列阵。展现出来的罗马军人数众多、斗志昂扬,绝非如蛮族所料想的那样寡少而胆怯。首先,这一幕便瓦解了高卢人的锐气,因为他们觉得自己遭到了出乎预料的攻击;接着,轻装部队扑击而上,在蛮族尚未结成惯用阵型并按中队散开之前,便冲击迫使他们仓促应战,陷入无序的厮杀。

§41.4

τέλος δὲ τοῦ Καμίλλου τοὺς ὁπλίτας ἐπάγοντος, οἱ μὲν ἀνατεινάμενοι τὰς μαχαίρας συνδραμεῖν ἔσπευδον, οἱ δὲ τοῖς ὑσσοῖς ἀπαντῶντες καὶ τὰ σεσιδηρωμένα μέρη ταῖς πληγαῖς ὑποφέροντες ἀνέστρεφον τὸν ἐκείνων σίδηρον μαλακὸν ὄντα καὶ λεπτῶς ἐληλαμένον, ὥστε κάμπτεσθαι ταχὺ καὶ διπλοῦσθαι τὰς μαχαίρας, τοὺς δὲ θυρεοὺς συμπεπάρθαι καὶ βαρύνεσθαι τῶν ὑσσῶν ἐφελκομένων.

最后,当卡米卢斯率领重装步兵压上时,敌军举起长剑,争先恐后地冲上前交锋;但罗马军以长标枪相迎,将带有铁刃的部分迎向对方的砍劈,从而反扭了蛮族那质地柔软且捶打轻薄的钢铁,以致长剑迅速卷曲折弯;高卢人的盾牌也被穿透,被拖挂着的标枪坠得沉重不堪。

§41.5

διὸ καὶ μεθιστάμενοι τῶν ἰδίων ὅπλων ἐπειρῶντο τοῖς ἐκείνων συστρέφεσθαι καὶ τοὺς ὑσσοὺς παραφέρειν ἐπιλαμβανόμενοι ταῖς χερσίν. οἱ δὲ Ῥωμαῖοι γυμνουμένους ὁρῶντες ἤδη τοῖς ξίφεσιν ἐχρῶντο, καὶ φόνος μὲν ἦν πολὺς τῶν προτάκτων, φυγὴ δὲ τῶν ἄλλων πανταχόσε τοῦ πεδίου, τοὺς γὰρ λόφους καὶ τὰ ὑψηλὰ προκατειλήφει Κάμιλλος, τὸ δὲ στρατόπεδον διὰ τὸ θαρσεῖν ἄφρακτον ἔχοντες ᾔδεσαν οὐ χαλεπῶς ἁλωσόμενον.

因此,蛮族不得不放弃自己的兵器,试图去夺取对方的军械,并徒手抓握长标枪以图将其拨开。罗马人见敌人门户洞开,便立刻拔剑砍杀,前列的蛮族遭到了大量屠杀,其余之人则溃散向平原各处;因为卡米卢斯早已预先占领了丘陵高地,而他们自己的营地因自满而未加设防,他们深知必将轻易陷落。

§41.6

ταύτην τὴν μάχην ἔτεσιν ὕστερον τρισκαίδεκα γενέσθαι λέγουσι τῆς Ῥώμης ἁλώσεως, καὶ βέβαιον ἐξ αὐτῆς φρόνημα κατὰ τῶν Κελτῶν ἐγγενέσθαι Ῥωμαίοις σφόδρα δεδοικόσι τοὺς βαρβάρους, ὡς τὸ πρῶτον διὰ νόσους καὶ τύχας παραλόγους, οὐ κατὰ κράτος, ὑπʼ αὐτῶν νενικημένους, οὕτω δʼ οὖν ὁ φόβος ἦν ἰσχυρός, ὥστε θέσθαι νόμον ἀφεῖσθαι τοὺς ἱερεῖς στρατείας χωρὶς ἂν μὴ Γαλατικὸς ᾖ πόλεμος.3

据说这场战役发生在罗马陷落十三年之后。正是此役,使罗马人对高卢人树立了坚定的自信;他们原先极度畏惧蛮族,认为〔蛮族〕初次被自己击败乃是由于瘟疫与意料之外的偶然,而非靠实力。即便如此,当时的恐惧依然根深蒂固,乃至罗马立下法律:免除祭司的兵役,但遇有高卢之战则不在此例。

语法注3 条
  1. 41.2οὐ προσήμυνε τῶν ὑπὸ πόδας πορθουμένων

    动词 προσήμυνε 之后的 τῶν ὑπὸ πόδας πορθουμένων 既可视为表示被劫掠区域/财产的属格宾语(“未去援护近在脚下遭劫之地”),亦可视为独立的属格绝对结构(“当近在脚下的地域遭劫掠时”)。两种分析均传达卡米卢斯故意按兵不动、坐视近处被劫掠以诱敌轻敌之意。

  2. 41.3παρʼ ἀξίαν ἐπιχειρεῖσθαι δοκούντων

    属格分词 δοκούντων 修饰 τῶν Κελτῶν,展现高卢人的心理。παρʼ ἀξίαν(“出于意料地/不合身份地”)与被动不定式 ἐπιχειρεῖσθαι(“遭到攻击”)连用,表明高卢人自感遭到了完全不合常理、出乎意料的进袭,或遭到了他们原本看不起的对手的主动打击。

  3. 41.6χωρὶς ἂν μὴ Γαλατικὸς ᾖ πόλεμος

    短语 χωρὶς ἂν μή 是一种表示例外的习惯性重叠否定表达法(“除非……否则不/除……之外”)。副词/介词 χωρίς(“除……外”)与引出虚拟语气 ᾖ 的条件从句 ἂν μή(“若非……”)相结合,明确指出了法律中针对“高卢战争”这一唯一特殊例外情况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:41.1-41.6