- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:42.1-42.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在击退高卢人后,卡米卢斯面临围绕平民执政官选举的激烈内争;他发愿建立协和神庙以化解危机,促成元老院妥协,并在见证首位平民执政官当选后结束了其一生的政治生涯。
τῶν μὲν οὖν στρατιωτικῶν ἀγώνων οὗτος ἠγωνίσθη τῷ Καμίλλῳ τελευταῖος, τὴν γὰρ Οὐελιτρανῶν πόλιν εἷλεν ἐν παρέργῳ ταύτης τῆς στρατείας ἀμαχεὶ προσχωρήσασαν αὐτῷ. τῶν δὲ πολιτικῶν ὁ μέγιστος ὑπελείπετο καὶ χαλεπώτερος πρὸς τὸν δῆμον ἰσχυρὸν ἐπανήκοντα τῇ νίκῃ καὶ βιαζόμενον ἐκ δημοτῶν ὕπατον ἀποδεῖξαι παρὰ τὸν καθεστῶτα νόμον, ἀντιταττομένης τῆς βουλῆς καὶ τὸν Κάμιλλον οὐκ ἐώσης ἀποθέσθαι τὴν ἀρχήν, ὡς μετʼ ἰσχυρᾶς καὶ μεγάλης ἐξουσίας τῆς ἐκείνου μαχησομένων ἂν βέλτιον1 ὑπὲρ τῆς ἀριστοκρατίας.
在卡米卢斯所经历的军事征战中,此役乃是最后一场;因为他拿下了未动刀兵便向他归顺的维利特雷城,这仅为这场战役的副产物。然而,政治上的最大且最为艰巨的较量依然悬而未决。民众因战胜而声势大振地归来,企图打破既有法律,强行从平民中推选一名执政官;而元老院则坚决反对,不准卡米卢斯辞去职位,认为若有他那强大而崇高的权威在,便能更有力地捍卫贵族政治。
ἐπεὶ δὲ προκαθημένου τοῦ Καμίλλου καὶ χρηματίζοντος ἐπὶ τῆς ἀγορᾶς ὑπηρέτης πεμφθεὶς παρὰ τῶν δημάρχων ἐκέλευσεν ἀκολουθεῖν καὶ τὴν χεῖρα τῷ σώματι προσῆγεν ὡς ἀπάξων, κραυγὴ δὲ καὶ θόρυβος, οἷος οὔπω, κατέσχε τὴν ἀγοράν, τῶν μὲν περὶ τὸν Κάμιλλον ὠθούντων ἀπὸ τοῦ βήματος τὸν δημόσιον, τῶν δὲ πολλῶν κάτωθεν ἕλκειν ἐπικελευομένων, ἀπορούμενος τοῖς παροῦσι τὴν μὲν ἀρχὴν οὐ προήκατο, τοὺς δὲ βουλευτὰς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τὴν σύγκλητον.
当卡米卢斯端坐在广场上的法庭处理公务时,护民官派来的一名役吏命他跟随自己走,并伸手抓住他的身体企图将他带走。广场上随之爆发了前所未有的叫喊与骚乱:卡米卢斯身边的人将那名公役推下法坛,而下方的民众则大声叫嚷要将〔卡米卢斯〕硬拽下来。卡米卢斯虽为眼前的乱局所困扰,却未曾放弃职位,而是带领元老院议员走向元老院。
καὶ πρὶν εἰσελθεῖν μεταστραφεὶς εἰς τὸ Καπιτώλιον εὔξατο τοῖς θεοῖς κατευθῦναι τὰ παρόντα πρὸς τὸ κάλλιστον τέλος, ὑποσχόμενος ναὸν Ὁμονοίας ἱδρύσασθαι τῆς ταραχῆς καταστάσης. μεγάλου δʼ ἀγῶνος ἐν τῇ συγκλήτῳ γενομένου πρὸς τὰς ἐναντίας γνώμας, ὅμως ἐνίκησεν ἡ μαλακωτέρα καὶ ὑπείκουσα τῷ δήμῳ καὶ διδοῦσα τῶν ὑπάτων τὸν ἕτερον ἀπὸ τοῦ πλήθους ἀρχαιρεσιάσαι.2
在进门之前,他转身面向卡皮托留姆,向诸神祈祷使当前的局势迎来最美好的结局,并许诺待动乱平息之后立起一座协和女神的神庙。元老院内就对立的观点展开了激烈的争辩,但最终占据上风的仍是更为温和的主张,即向民众退让,准许从平民中推选出两位执政官之一。
ταῦτα δʼ ὡς τῇ βουλῇ δοκοῦντα τοῦ δικτάτορος ἀνειπόντος ἐν τῷ δήμῳ, παραχρῆμα μὲν, οἷον εἰκὸς, ἡδόμενοι τῇ βουλῇ διηλλάττοντο καὶ τὸν Κάμιλλον οἴκαδε κρότῳ καὶ βοῇ προέπεμπον. τῇ δʼ ὑστεραίᾳ συνελθόντες ἐψηφίσαντο τῆς μὲν Ὁμονοίας ἱερόν, ὥσπερ εὔξατο Κάμιλλος, εἰς τὴν ἀγορὰν καὶ τὴν ἐκκλησίαν ἄποπτον ἐπὶ τοῖς γεγενημένοις ἱδρύσασθαι, ταῖς δὲ καλουμέναις Λατίναις μίαν ἡμέραν προσθέντας ἑορτάζειν τέτταρας,3 παραυτίκα δὲ θύειν καὶ στεφανηφορεῖν Ῥωμαίους ἅπαντας. τῶν δʼ ἀρχαιρεσίων βραβευθέντων ὑπὸ Καμίλλου κατεστάθησαν ὕπατοι Μᾶρκος μὲν Αἰμίλιος ἐκ πατρικίων, Λεύκιος δὲ Σέξτιος ἐκ δημοτῶν πρῶτος, καὶ τοῦτο πέρας αἱ Καμίλλου πράξεις ἔσχον.
当独裁官向民众宣布元老院采纳了这一方案时,民众自然欣喜若狂,立刻与元老院达成和解,并在掌声与欢呼声中护送卡米卢斯回家。次日,他们聚会表决,决定如卡米卢斯所许诺的那样,在俯瞰广场与公民大会之处建造一座协和女神神庙,以纪念这件盛事;此外还决定为所谓的“拉丁节”增添一日,共庆祝四日,并让全体罗马人即刻献祭并佩戴花冠。由卡米卢斯主持选举,贵族中的马尔库斯·埃米利乌斯与平民中破天荒第一人的卢基乌斯·塞克斯提乌斯当选为执政官。卡米卢斯一生的功业便就此告终。
- 42.1ὡς μετʼ ἰσχυρᾶς καὶ μεγάλης ἐξουσίας τῆς ἐκείνου μαχησομένων ἂν βέλτιον
由 ὡς 引导的属格独立结构,分词 μαχησομένων 与 ἄν 连用,表示潜在语气(元老院认为“在卡米卢斯强权之下当能更好地战斗”这一主观判断)。其逻辑主语在上下文中指元老院议员。
- 42.3διδοῦσα τῶν ὑπάτων τὸν ἕτερον ἀπὸ τοῦ πλήθους ἀρχαιρεσιάσαι
动词 δίδωμι 后接不定式 ἀρχαιρεσιάσαι,表示“允许/授权(某人)选举……”。该不定式的逻辑主语为人民(τὸ πλῆθος),整句意为“允许从平民阶层中选举出其中一位执政官”。
- 42.5ταῖς δὲ καλουμέναις Λατίναις μίαν ἡμέραν προσθέντας ἑορτάζειν τέτταρας
修饰不定式 ἑορτάζειν 的宾格分词 προσθέντας,其逻辑主语指代决议的发出者即全体罗马公民,与后文的 Ῥωμαίους ἅπαντας 形成呼应。
