← 普鲁塔克

卡米卢斯传

§40.1-40.4

高卢人再度来袭与卡米卢斯五任独裁官

在执政官选举之争尚未解决之际,高卢人的再度入侵促使罗马各阶层团结一致,第五次任命年事已高的卡米卢斯为独裁官;卡米卢斯随即针对敌人的劈砍战术改良了军队的防护与武器。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

ὑπολειπομένης δὲ τῆς περὶ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν φιλονεικίας, ὃ δὴ χαλεπώτατον τῆς στάσεως ἦν1 καὶ πρῶτον ἦρξε καὶ πλεῖστα πράγματα τῇ βουλῇ παρέσχε διαφερομένῃ πρὸς τὸν δῆμον, ἀγγελίαι προσέπεσον σαφεῖς, Κελτοὺς αὖθις ἀπὸ τῆς Ἀδριατικῆς ἄραντας θαλάσσης μυριάσι πολλαῖς ἐπὶ τὴν Ῥώμην ἐλαύνειν.

在围绕执政官选举的争执仍未解决之际——这实为内讧中最棘手的问题,起于最初,并在元老院与平民相争时给元老院带来了最大的麻烦——确切的消息传来,高卢人再次自亚得里亚海出发,率领数万人向罗马进发。

§40.2

ἅμα δὲ τῷ λόγῳ καὶ τὰ ἔργα τοῦ πολέμου παρῆν πορθουμένης τῆς χώρας καὶ τῶν ἀνθρώπων, ὅσοις μὴ ῥᾴδιον ἦν εἰς τὴν Ῥώμην καταφυγεῖν, ἀνὰ τὰ ὄρη σκεδαννυμένων. οὗτος ὁ φόβος κατέπαυσε τὴν στάσιν, καὶ συνελθόντες εἰς ταὐτὸ τοῖς πολλοῖς οἱ κράτιστοι καὶ τῇ βουλῇ τὸ δημοτικὸν εἵλοντο πάντες ἐκ μιᾶς γνώμης δικτάτορα τὸ πέμπτον Κάμιλλον.

传闻既至,战火的灾厄亦随之降临:乡野惨遭蹂躏,凡不易逃入罗马者皆溃散于群山之中。这一恐惧平息了派系之争,显贵者与大众齐心协力,平民阶层与元老院同归于一,全体众人异口同声,第五次推选卡米卢斯为独裁官。

§40.3

ὁ δʼ ἦν μὲν σφόδρα γέρων καὶ μικρὸν ἀπέλειπεν ὀγδοήκοντα ἔτη γεγονέναι2 συνορῶν δὲ τὴν ἀνάγκην καὶ τὸν κίνδυνον, οὔτε ὑποτίμησιν εἰπών, ὡς πρότερον, οὔτε προφάσει χρησάμενος, ἀλλʼ αὐτόθεν ὑποστὰς τὴν στρατηγίαν κατέλεγε τοὺς μαχησομένους. εἰδὼς δὲ τῆς τῶν βαρβάρων ἀλκῆς τὴν βιαιοτάτην ἐν ταῖς μαχαίραις οὖσαν, ἃς βαρβαρικῶς καὶ σὺν οὐδεμιᾷ τέχνῃ καταφέροντες ὤμους μάλιστα καὶ κεφαλὰς διέκοπτον, ἐχαλκεύσατο3 μὲν κράνη τοῖς πλείστοις ὁλοσίδηρα καὶ λεῖα ταῖς περιφερείαις, ὡς ἀπολισθαίνειν ἢ κατάγνυσθαι τὰς μαχαίρας, τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμοσε λεπίδα χαλκῆν, τοῦ ξύλου καθʼ αὑτὸ τὰς πληγὰς μὴ στέγοντος· αὐτοὺς δὲ τοὺς στρατιώτας ἐδίδαξε τοῖς ὑσσοῖς μακροῖς διὰ χειρὸς χρῆσθαι4 καὶ τοῖς ξίφεσι τῶν πολεμίων ὑποβάλλοντας ἐκδέχεσθαι τὰς καταφοράς.

他此时已年事甚高,离八十岁只差微许;但他看清了形势的迫切与危险,既未像从前那样提出推辞,亦未寻找任何借口,而是毅然当场承担起军事统帅之职,征募从征之士。他深知蛮族勇力最猛烈之处在于其佩剑,他们野蛮且毫无技巧地向下挥砍,专削肩膀与头颅,因此,他命人为大多数人打造了全铁铸就且外表光滑的头盔,以便使敌剑滑开或折断;又在长盾四周嵌上一圈铜边,因木质本身经受不住砍击;至于士兵本人,他教会他们将长标枪握于手中使用,迎着敌人的利刃垫上前去,以此接招挡住劈砍。

语法注4 条
  1. 40.1ὃ δὴ χαλεπώτατον τῆς στάσεως ἦν

    中性单数关系代名词 ὃ 概括指代前文的阴性名词短语 τῆς περὶ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν φιλονεικίας(围绕执政官选举的争执)或该事态整体。此处未依性配合使用阴性代词 ἥ,而是采用中性,以将前述争论抽象概括为派系斗争中“最困难的因素/症结”。

  2. 40.3μικρὸν ἀπέλειπεν ὀγδοήκοντα ἔτη γεγονέναι

    该句以 ὁ δʼ(卡米卢斯)为主语,动词 ἀπέλειπεν(“差、未及”)搭配副词性宾格 μικρόν(“微少”)与完成时不定词 γεγονέναι,其中 ὀγδοήκοντα ἔτη 为表示年龄的宾格:字面意为“距离已达八十岁只差微少”,即“只差一点就年满八十岁”。

  3. 40.4ἐχαλκεύσατο

    动词 χαλκεύω 的不定过去时中间语态第三人称单数。此处中间语态表达间接或使役含义(即“命人为其铸造/打造”),而非指挥官亲自锻造武器。

  4. 40.4τοῖς ὑσσοῖς μακροῖς διὰ χειρὸς χρῆσθαι

    介词短语 διὰ χειρός(握于手中)修饰不定词 χρῆσθαι。这表明了一种战术调整:士兵们不再将长标枪(ὑσσός)作为远距离投掷武器掷出,而是握在手里作为肉搏战的刺枪来招架并抵挡敌方劈砍。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:40.1-40.4