← 普鲁塔克

卡米卢斯传

§39.1-39.5

平民纷争与卡米卢斯辞职及土地法通过

在利基尼乌斯·斯托洛领导平民争取执政官职位的纷争中,卡米卢斯第四次出任独裁官,却在保民官的反抗下托病辞职;随后的独裁官听任土地限制法案通过,但法案提出者斯托洛本人不久便因违犯该法而受罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

μετὰ δὲ ταῦτα Λικιννίου Στόλωνος ἐν τῇ πόλει τὴν μεγάλην στάσιν ἐγείροντος, ἣν ὁ δῆμος ἐστασίαζε1 πρὸς τὴν σύγκλητον βιαζόμενος δυεῖν ὑπάτων καθισταμένων τὸν ἕτερον πάντως ἐκ δημοτῶν εἶναι καὶ μὴ συναμφοτέρους πατρικίους, δήμαρχοι μὲν ᾑρέθησαν, τὰς δʼ ὑπατικὰς ἀρχαιρεσίας ἐπιτελεσθῆναι διεκώλυσαν οἱ πολλοί.

此后,利基尼乌斯·斯托洛在城中挑起了巨大的纷争,平民与元老院抗争,强求在任命两位执政官时,其中一人必须出自平民,而不得两人皆为贵族;保民官固然已被选出,大众却阻止了执政官选举的进行。

§39.2

καὶ τῶν πραγμάτων διʼ ἀναρχίας φερομένων ἐς μείζονας ταραχάς ἀποδείκνυται δικτάτωρ ὁ Κάμιλλος ὑπὸ τῆς βουλῆς ἄκοντι τῷ δήμῳ τὸ τέταρτον, οὐδʼ αὐτὸς ὢν πρόθυμος οὐδὲ βουλόμενος ἐναντιοῦσθαι πρὸς ἀνθρώπους παρρησίαν ἔχοντας ἀπὸ πολλῶν καὶ μεγάλων ἀγώνων πρὸς αὐτόν, ὡς πλείονα μετʼ αὐτῶν διαπεπραγμένος ἐν στρατηγίαις ἢ μετὰ τῶν πατρικίων ἐν πολιτείαις, καὶ νῦν διὰ φθόνον ἐκείνων ᾑρημένος ὑπʼ αὐτῶν,2 ὅπως ἢ καταλύσειε τὸν δῆμον ἰσχύσας ἢ καταλυθείη μὴ κρατήσας.

由于处于无政府状态,局势陷入了更大的混乱之中,元老院违背平民的意愿,第四次任命卡米卢斯为独裁官。然而他本人既不热心,也不愿与那些因经历过多次重大斗争而对他敢于直言的人们作对;因为他自认在军事统率上与平民共同成就的事业,多于在政治事务上与贵族共事所得,且深知如今自己被贵族选中乃是出于对方的嫉妒,目的是让他要么得势而压制平民,要么不克而自身覆灭。

§39.3

οὐ μὴν ἀλλὰ πειρώμενος ἀμύνειν τοῖς παροῦσι, τὴν ἡμέραν γνοὺς, ἐν ᾗ νομοθετεῖν οἱ δήμαρχοι διενοοῦντο, προέγραψε στρατιᾶς κατάλογον καὶ μετεκάλει τὸν δῆμον ἐκ τῆς ἀγορᾶς εἰς τὸ πεδίον μεγάλας ζημίας ἀπειλῶν κατὰ τοῦ μὴ ὑπακούσαντος.

尽管如此,为了应对眼前的危机,他得知保民官打算立法的日子后,便公布了军队征召令,将平民从广场召集至战神广场,并威胁对不服从者处以重罚。

§39.4

τῶν δὲ δημάρχων ἐκεῖθεν αὖ πάλιν ἀντανισταμένων ταῖς ἀπειλαῖς καὶ διομνυμένων πέντε μυριάσιν ἀργυρίου ζημιώσειν, εἰ μὴ παύσαιτο τοῦ δήμου τὸν νόμον ἀφαιρούμενος καὶ τὴν ψῆφον, εἴτε δείσας φυγὴν ἑτέραν καὶ καταδίκην, ὡς ἀνδρὶ πρεσβύτῃ καὶ κατειργασμένῳ μεγάλα μὴ πρέπουσαν, εἴτε τοῦ δήμου τὴν βίαν ἄμαχον οὖσαν καὶ δυσνίκητον ὑπερβαλέσθαι μὴ δυνάμενος μηδὲ βουλόμενος, τότε μὲν ὑπεχώρησεν οἴκαδε· ταῖς δʼ ἑξῆς ἡμέραις σκηψάμενος ἀρρωστεῖν ἐξωμόσατο τὴν ἀρχήν.

然而保民官在另一端亦奋起抗击他的威胁,立誓若他不停止剥夺平民的法律与表决权,便对其课以五万银币的罚款。卡米卢斯或许是畏惧再次遭到流放和判罪——这对于一位功勋卓著的老者并不体面——或许是既无能力亦不愿去压制平民那势不可挡且难以战胜的力量,当时便退回了家中;在随后的几天里,他托病辞去了官职。

§39.5

ἡ δὲ σύγκλητος ἕτερον δικτάτορα κατέστησε· κἀκεῖνος ἀποδείξας ἵππαρχον αὐτὸν τὸν ἡγεμόνα τῆς στάσεως Στόλωνα παρῆκεν ἐπικυρῶσαι τὸν νόμον τὸν μάλιστα λυποῦντα τοὺς πατρικίους, ἐκέλευσε δʼ οὗτος μηδένα πλέθρων πεντακοσίων πλείονα χώραν κεκτῆσθαι. τότε μὲν οὖν λαμπρὸς ὁ Στόλων ἐγεγόνει τῇ ψήφῳ κρατήσας· ὀλίγῳ δʼ ὕστερον αὐτὸς ἑάλω κεκτημένος3 ὅσην ἔχειν ἐκώλυεν ἑτέρους, καὶ κατὰ τὸν αὑτοῦ νόμον δίκην ἔδωκεν.

元老院随后任命了另一位独裁官;而此人任命纷争的领袖斯托洛本人为骑兵长官,听任那项令贵族最为苦恼的法律获得批准,该法规定任何人拥有的土地不得超过五百普勒特隆。于是,斯托洛当时因表决获胜而名声大噪;但不久之后,他自己被查出拥有他禁止他人持有的那么多土地,遂依其自立之法受到了惩处。

语法注3 条
  1. 39.1ἣν ὁ δῆμος ἐστασίαζε

    关系代词 ἣν 的先行词为 τὴν μεγάλην στάσιν,在句中作不及物动词 ἐστασίαζε 的同源(内含)宾语(即“平民所进行的纷争”)。

  2. 39.2καὶ νῦν διὰ φθόνον ἐκείνων ᾑρημένος ὑπʼ αὐτῶν

    分词 ᾑρημένος 承接上文的 ὡς,表达卡米卢斯的主观认知与判断。代词 ἐκείνων 与 αὐτῶν 皆指前文的 τῶν πατρικίων(贵族),意即“因贵族们的嫉妒而被贵族自己所选定”。

  3. 39.5αὐτὸς ἑάλω κεκτημένος

    动词 ἁλίσκομαι(此处为具有被动意义的不定过去时 ἑάλω)带补充分词 κεκτημένος,构成法律及指控语境中常见的“被发现/被判决犯有(占有……)之罪”结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:39.1-39.5