- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:3.1-3.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在围攻维爱期间,阿尔巴湖的水位离奇暴涨并决堤泛滥,在全意大利引发恐慌,这一凶兆的消息也传到了围城营垒和城内的维爱人耳中。
ἐκ τούτου τὸ περὶ τὴν Ἀλβανίδα λίμνην πάθος ἀκμάζοντι τῷ πολέμῳ συνενεχθέν οὐδενὸς ἧττον τῶν ἀπίστων πυθέσθαι θαυμάτων αἰτίας κοινῆς ἀπορίᾳ, καὶ λόγου φυσικὴν ἔχοντος ἀρχὴν1 ἐφόβησεν, ἦν μὲν γὰρ ὥρα μετοπωρινή, καὶ τὸ θέρος ἔληγεν οὔτʼ ἔπομβρον οὔτε πνεύμασι νοτίοις χαλεπὸν ἐπιδήλως γενόμενον·
在此之后,当战事正酣之际发生的阿尔巴湖异象,由于缺乏寻常的原因和基于自然原由的解释,所引起的恐惧绝不下于任何令人难以置信的奇闻。因为当时正是秋季,而夏季结束时既没有明显的暴雨,也没有因南风而变得恶劣。
πολλὰς δὲ λίμνας καὶ ποταμοὺς καὶ νάματα παντοδαπὰ τῆς Ἰταλίας ἐχούσης τὰ μὲν ἐξέλιπε κομιδῇ, τὰ δʼ ἀντέσχε γλίσχρως καὶ μόλις, οἱ δὲ ποταμοὶ πάντες ὥσπερ ἀεὶ κοῖλοι καὶ ταπεινοὶ διὰ θέρους ἐρρύησαν. τὸ δὲ τῆς Ἀλβανίδος λίμνης2 ἀρχὴν ἔχον ἐν ἑαυτῷ καὶ τελευτήν, ὄρεσιν εὐγείοις περιεχόμενον, ἀπʼ οὐδενὸς αἰτίου, πλὴν εἴ τι θεῖον, αὐξόμενον ἐπιδήλως διωγκοῦτο καὶ προσίστατο ταῖς ὑπωρείαις καὶ τῶν ἀνωτάτω λόφων ὁμαλῶς ἐπέψαυεν, ἄνευ σάλου καὶ κλύδωνος ἐξανιστάμενον.
尽管意大利拥有众多湖泊、河流和各色泉源,但其中有些已彻底干涸,有些则微弱而勉强地维持着,所有的河流也如往常一样在整个夏季低落而浅浅地流淌。然而阿尔巴湖的湖水既始于自身亦终于自身,四周环绕着肥沃的群山,却在毫无缘由的情况下——除非是有某种神意——明显上涨而膨胀起来,逼近山脚,并平平地触及最高处山丘的山脊,在毫无波澜与汹涌波涛的情况下平缓升高。
καὶ πρῶτον μὲν ἦν ποιμένων θαῦμα καὶ βοτήρων ἐπεὶ δέ, τοῦ διείργοντος ἀπὸ τῆς κάτω χώρας οἷον ἰσθμοῦ τὴν λίμνην ὑπεκραγέντος3 ὑπὸ τοῦ πλήθους καὶ βάρους, μέγα ῥεῦμα κατέβαινε διὰ τῶν ἀρουμένων καὶ φυτευομένων ἐπὶ τὴν θάλατταν, οὐ μόνον αὐτοῖς παρεῖχε Ῥωμαίοις ἔκπληξιν, ἀλλὰ καὶ πᾶσιν ἐδόκει τοῖς τὴν Ἰταλίαν κατοικοῦσι μηδενὸς μικροῦ σημεῖον εἶναι, πλεῖστος δʼ αὐτοῦ λόγος ἦν ἐν τῷ στρατοπέδῳ τῷ πολιορκοῦντι τοὺς Οὐηΐους, ὥστε κἀκείνοις4 ἔκπυστον γενέσθαι τὸ περὶ τὴν λίμνην πάθος.
起初这只是羊倌和牛倌们的奇谈;但随后,那座将湖泊与下方原野隔开的狭颈地带因水量的巨大与沉重而崩决,一股巨大的洪流穿过耕地与果园奔流向大海,不仅给罗马人自身带来了震惊,而且在意大利的所有居民看来都是一件非同小可的预兆;围攻维爱的军营中对此议论纷纷,以致湖泊的异象连那里的维爱人也都知晓了。
- 3.1αἰτίας κοινῆς ἀπορίᾳ, καὶ λόγου φυσικὴν ἔχοντος ἀρχὴν
表示原因的与格ἀπορίᾳ统辖由καί连接的两个属格αἰτίας κοινῆς与λόγου(后者由分词短语φυσικὴν ἔχοντος ἀρχὴν修饰),说明令人恐惧的根源在于既无寻常原因,亦无基于自然原由的合理解释。
- 3.2τὸ δὲ τῆς Ἀλβανίδος λίμνης
中性定冠词τὸ引导属格短语,省略了上下文中的“水”(ὕδωρ)或“事件/现象”(πάθος / χρῆμα)。它充当主句动词διωγκοῦτο、προσίστατο与ἐπέψαυεν的主语,并由后续的一系列中性单数分词(ἀρχὴν ἔχον、περιεχόμενον、αὐξόμενον、ἐξανιστάμενον)修饰。
- 3.3τοῦ διείργοντος ἀπὸ τῆς κάτω χώρας οἷον ἰσθμοῦ τὴν λίμνην ὑπεκραγέντος
属格独立结构(genitive absolute),其中名词短语τοῦ ... οἷον ἰσθμοῦ为逻辑主语,ὑπεκραγέντος为谓语分词。定语分词διείργοντος修饰ἰσθμοῦ,带直接宾语τὴν λίμνην与表示分离的介词短语ἀπὸ τῆς κάτω χώρας,构成了跨距修饰(hyperbaton)。
- 3.3κἀκείνοις
为καὶ ἐκείνοις之缩合(crasis)。指示代词ἐκείνοις在此与前文紧接提及的罗马围城大营(τῷ στρατοπέδῳ τῷ πολιορκοῦντι τοὺς Οὐηΐους)形成对照,明确指代被围困在城内的“维爱人”。
