← 普鲁塔克

卡米卢斯传

§38.1-38.3

图斯库卢姆人的归顺与卡米卢斯协助请赦

凯旋归来的卡米卢斯受命平定图斯库卢姆人的叛乱,并出人意料地挑选了此前兵败的卢基乌斯作为随行同僚。图斯库卢姆人巧妙地展现出一派和平景象,卡米卢斯怜其悔悟,遂协助他们向元老院求得赦免并获得了同等公民权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

ἐπανελθὼν δὲ μετὰ πολλῶν λαφύρων εἰς Ῥώμην ἐπέδειξε φρονιμωτάτους ἁπάντων τοὺς μὴ φοβηθέντας ἀσθένειαν καὶ γῆρας ἡγεμόνος ἐμπειρίαν καὶ τόλμαν ἔχοντος, ἀλλʼ ἑλομένους ἐκεῖνον ἄκοντα καὶ νοσοῦντα μᾶλλον ἢ τῶν ἐν ἡλικίᾳ τοὺς δεομένους καὶ σπουδάζοντας ἄρχειν. διὸ καὶ Τουσκλανῶν ἀφεστάναι λεγομένων ἐκέλευον ἐξιέναι τὸν Κάμιλλον ἐπʼ αὐτούς ἕνα τῶν πέντε συστρατήγων προσελόμενον.

卡米卢斯满载战利品返回罗马,证明了那些并未因一位兼具经验与胆识的将领年老体弱而退缩,反而宁可选择不情愿且卧病的他,也不选择那些正值盛年、恳求并热衷于统兵之人的人们,乃是所有人中最有远见的。因此,当传闻图斯库卢姆人反叛时,众人命卡米卢斯出征讨伐他们,并从五位同僚指挥官中挑选一人随行。

§38.2

ὁ δέ, καίπερ ἁπάντων βουλομένων καὶ δεομένων, ἐάσας τοὺς ἄλλους, προσείλετο Λεύκιον Φούριον οὐδενὸς ἂν προσδοκήσαντος,·1 ἐκεῖνος γὰρ ἦν ὁ παρὰ γνώμην τοῦ Καμίλλου διαγωνίσασθαι προθυμηθεὶς ἔναγχος καὶ δυστυχήσας περὶ τὴν μάχην ἀλλὰ βουλόμενος, ὡς ἔοικεν, ἀποκρύψαι τὴν συμφορὰν καὶ τὴν αἰσχύνην ἀπαλλάξαι τοῦ ἀνδρός ἀντὶ πάντων τοῦτον προῆγεν.

然而,尽管其他人人人都渴望并恳求获选,他却略过众人,出乎所有人预料地挑选了卢基乌斯·富里乌斯。此人正是不久前违背卡米卢斯的意愿急于决战而在战斗中失利之人;但卡米卢斯似乎意在掩盖同僚的受挫并为他洗刷耻辱,故而力排众议提拔了他。

§38.3

οἱ δὲ Τουσκλανοὶ τὴν ἁμαρτίαν ἐπανορθούμενοι πανούργως, ἤδη βαδίζοντος ἐπʼ αὐτούς τοῦ Καμίλλου τὸ μὲν πεδίον ἀνθρώπων ὡς ἐν εἰρήνῃ γεωργούντων καὶ νεμόντων ἐνέπλησαν, τὰς δὲ πύλας εἶχον ἀνεῳγμένας καὶ τοὺς παῖδας ἐν τοῖς διδασκαλείοις μανθάνοντας, τοῦ δὲ δήμου τὸ μὲν βάναυσον ἐπὶ τῶν ἐργαστηρίων ἑωρᾶτο περὶ τάς τέχνας, τὸ δʼ ἀστεῖον ἐπὶ τῆς ἀγορᾶς ἐν ἱματίοις οἱ δʼ ἄρχοντες περιῄεσαν σπουδῇ καταλύσεις τοῖς Ῥωμαίοις ἐπαγγέλλοντες, ὡς οὐδὲν κακὸν προσδοκῶντες οὐδὲ συνειδότες. τούτων δὲ πραττομένων ἀπιστεῖν μὲν οὐκ ἐπῄει τῷ Καμίλλῳ τὴν προδοσίαν,2 οἰκτείρας δὲ τὴν ἐπὶ τῇ προδοσίᾳ μετάνοιαν αὐτῶν ἐκέλευσε πρὸς τὴν σύγκλητον ἐλθόντας παραιτεῖσθαι τὴν ὀργήν καὶ παραιτουμένοις συνέπραξεν αὐτὸς ἀφεθῆναί τε τὴν πόλιν αἰτίας ἁπάσης καὶ μεταλαβεῖν ἰσοπολιτείας, αὗται μὲν οὖν ἐγένοντο τῆς ἕκτης χιλιαρχίας ἐπιφανέσταται πράξεις.

图斯库卢姆人则狡黠地弥补自己的过失,当卡米卢斯已率军向他们进发时,他们让田野布满如同处于和平时期一般耕作与放牧的人群,城门大开,学童在学堂里读书;平民中,工匠在作坊里操持手艺,体面市民则身着长袍漫步于集市,官员们亦忙碌地巡视并为罗马人安排驻地,宛如未曾预料任何祸患,亦不曾心怀愧怍。目睹此景,卡米卢斯并未怀疑他们的背叛之实,但怜悯他们对背叛的悔改,便命他们前往元老院祈求平息怒气;并在他们乞求时亲自予以协助,使该城得以免受一切罪责,并获得平等的公民权。这些便成了他第六次担任军政官期间最为显著的功业。

语法注2 条
  1. 38.2οὐδενὸς ἂν προσδοκήσαντος

    带有 ἄν 的独立属格结构,表达潜在或非现实推测语气(“虽然任谁都不会料想到”),用以修饰主句谓语动词 προσείλετο。

  2. 38.3ἀπιστεῖν μὲν οὐκ ἐπῄει τῷ Καμίλλῳ τὴν προδοσίαν

    非人称动词 ἐπέρχομαι 的未完成过去时 ἐπῄει 搭配与格 τῷ Καμίλλῳ 及不定式 ἀπιστεῖν,意为“卡米卢斯并不怀疑……”,不定式 ἀπιστεῖν 支配宾格宾语 τὴν προδοσίαν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:38.1-38.3