- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:37.1-37.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡米卢斯因年老患病欲推辞第六任军政官之职,但在民众的竭力要求下依然出征;他在同僚卢基乌斯·富里乌斯轻敌遭挫之际挺身稳住溃局,次日大破敌军并收复萨特里库姆。
ὁ δὲ Κάμιλλος ἐπὶ χιλιαρχίαν ἕκτην καλούμενος παρῃτεῖτο, γεγονὼς μὲν ἡλικίας ἤδη πρόσω1 καί πού τινα καί φθόνον δεδιὼς καί νέμεσιν ἐπὶ δόξῃ τοσαύτῃ καί κατορθώμασιν· ἡ δὲ φανερωτάτη τῶν αἰτιῶν ἦν ἀρρωστία σώματος· ἐτύγχανε γὰρ νοσῶν περὶ τὰς ἡμέρας ἐκείνας.
当卡米卢斯被召集第六次出任军政官时,他试图推辞,因他此时已年事已高,或许也畏惧在取得如此巨大的声誉与功勋之后招致某种嫉妒与神谴;而其中最显然的原因乃是身体抱恙,因他那些日子恰好卧病在床。
οὐ μὴν π.,ρῆκεν αὐτῷ τὴν ἀρχὴν ὁ δῆμος, ἀλλὰ βοῶν μήτε ἱππεύοντος αὐτοῦ μήτε ὁπλομαχοῦντος ἐν τοῖς ἀγῶσι δεῖσθαι,2 βουλευομένου δὲ μόνον καί προστάττοντος, ἠνάγκασεν ὑποστῆναι τὴν στρατηγίαν καί μεθʼ ἑνὸς τῶν συναρχόντων Λευκίου Φουρίου τὸν στρατὸν ἄγειν εὐθὺς ἐπὶ τοὺς πολεμίους. οὗτοι δʼ ἦσαν Πραινεστῖνοι καί Οὐολοῦσκοι μετὰ πολλῆς δυνάμεως τὴν συμμαχίδα τῶν Ῥωμαίων πορθοῦντες.
然而民众并未免除他的职任,反而大声呼喊道,他们在战斗中既不需要他骑马冲锋,也不需要他披甲搏杀,而只需他运筹帷幄、发号施令;于是他们强令他承担起统帅之职,与同僚之一卢基乌斯·富里乌斯一道率军径直迎击敌人。这股敌人正是普赖内斯特人与沃尔斯奇人,他们正率领大军洗劫罗马人的盟邦土地。
ἐξελθὼν δὲ καί παραστρατοπεδεύσας τοῖς πολεμίοις αὐτὸς μὲν ἠξίου τρίβειν τὸν πόλεμον χρόνῳ, κἂν εἰ μάχης δεήσειε ῥώσας τὸ σῶμα διαγωνίσασθαι,3 Λευκίου δὲ τοῦ συνάρχοντος ἐπιθυμίᾳ δόξης φερομένου πρὸς τὸν κίνδυνον ἀκατασχέτως καί συνεξορμῶντος ἅμα ταξιάρχους καί λοχαγούς, φοβηθεὶς μὴ φθόνῳ δή τινι δοκῇ κατόρθωμα καί φιλοτιμίαν ἀφαιρεῖσθαι νέων ἀνδρῶν συνεχώρησεν ἄκων ἐκείνῳ παρατάξαι τὴν δύναμιν, αὐτὸς δὲ διὰ τὴν ἀσθένειαν ὑπελείφθη μετʼ ὀλίγων ἐν τῷ στρατοπέδῳ.
出征并在敌军近旁扎营之后,他本人主张以时间拖垮战事,即便必须一战,也应待自己身体康复后再作决战;但由于同僚卢基乌斯因贪图荣耀而难以抑制地奔向险境,并煽动了联队长和百人队长们,卡米卢斯唯恐被人以为是出于某种嫉妒而剥夺年轻人的战功与抱负,便勉强同意由卢基乌斯排兵布阵,自己则因虚弱而与少数人留守营地。
τοῦ δὲ Λευκίου προπετῶς χρησαμένου τῇ μάχῃ καί σφαλέντος, αἰσθόμενος τὴν τροπὴν τῶν Ῥωμαίων οὐ κατέσχεν αὑτόν, ἀλλʼ ἀναθορὼν ἐκ τῆς στιβάδος ἀπήντα μετὰ τῶν ὀπαδῶν ἐπὶ τὰς πύλας τοῦ χάρακος, διὰ τῶν φευγόντων ὠθούμενος εἰς τοὺς διώκοντας, ὥστε τοὺς μὲν εὐθὺς ἀναστρέφειν καί συνακολουθεῖν, τοὺς δὲ προσφερομένους ἔξωθεν ἵστασθαι πρὸ αὐτοῦ καὶ συνασπίζειν, παρεγγυῶντας ἀλλήλοις μὴ ἀπολείπεσθαι τοῦ στρατηγοῦ.
然而卢基乌斯鲁莽交战并遭挫败,卡米卢斯察觉到罗马人的溃散后便再也无法坐视,从草垫上一跃而起,带着随从迎向营垒大门,穿过逃奔的人群直向追兵冲去,以致溃退者有的当即转身追随他,那些从外涌来的败兵也在他身前列队结盾,相互叮嘱绝不可丢下统帅。
τότε μὲν οὖν οὕτως ἀπετράποντο τῆς διώξεως οἱ πολέμιοι· τῇ δʼ ὑστεραίᾳ προαγαγὼν τὴν δύναμιν ὁ Κάμιλλος καί συνάψας μάχην αὐτούς τε νικᾷ κατὰ κράτος καὶ τὸν χάρακα λαμβάνει συνεισπεσὼν τοῖς φεύγουσι καί διαφθείρας τοὺς πλείστους, ἐκ δὲ τούτου πυθόμενος πόλιν Σατρίαν ὑπὸ Τυρρηνῶν ἑαλωκέναι καί τοὺς οἰκήτορας ἀπεσφάχθαι Ῥωμαίους ἅπαντας ὄντας, τὴν μὲν πολλὴν καί βαρεῖαν τῆς δυνάμεως εἰς Ῥώμην ἀπέστειλεν, αὐτὸς δὲ τοὺς ἀκμάζοντας μάλιστα καί προθυμοτάτους ἀναλαβών ἐπέβαλε τοῖς τὴν πόλιν ἔχουσι Τυρρηνοῖς καί κρατήσας τοὺς μὲν ἐξήλασεν αὐτῶν, τοὺς δὲ ἀπέκτεινεν.
于是当时敌军就这样停止了追击。次日,卡米卢斯率军出击并展开交战,以压倒之势击溃敌军,随溃逃者一同冲入敌营并夺取了工事,歼灭了绝大部分敌人。随后得知萨特里库姆城已被伊特鲁里亚人攻陷、城内所有作为居民的罗马人皆被屠戮,他便将大部队和重装步兵送回罗马,自己则挑选最为精锐强健且斗志昂扬之士,突袭了占领该城的伊特鲁里亚人,大获全胜,将其一部分逐出,另一部分诛杀。
- 37.1γεγονὼς μὲν ἡλικίας ἤδη πρόσω
副词 πρόσω(意为“深入、向前”)支配表示范围或程度的属格名词 ἡλικίας(意为“年纪”),属于希腊语中表示年龄程度的惯用结构,意为“年纪已然很大”。
- 37.2μήτε ἱππεύοντος αὐτοῦ μήτε ὁπλομαχοῦντος ἐν τοῖς ἀγῶσι δεῖσθαι
动词 δεῖσθαι(意为“需要”)支配属格补足语。此处代词与其并列分词(αὐτοῦ ἱππεύοντος / ὁπλομαχοῦντος)作 δεῖσθαι 的直接属格宾语,意为“不需要他亲自骑马或披甲作战”。
- 37.3κἂν εἰ μάχης δεήσειε ῥώσας τὸ σῶμα διαγωνίσασθαι
不定词 διαγωνίσασθαι(意为“决战”)依附于前文的 ἠξίου(意为“认为应当”),其间嵌入了让步条件从句 κἂν εἰ μάχης δεήσειε(“即便需要交战”)及分词短语 ῥώσας τὸ σῶμα(“在恢复体力之后”)。κἂν εἰ 搭配希求法 δεήσειε 构成假设让步结构。
