- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:36.1-36.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡米卢斯举行第三次凯旋式确立了极高声望,而嫉恨他的马尔库斯·曼利乌斯企图通过煽动负债民众谋求僭政。曼利乌斯的审判因广场可见卡皮托利乌斯山而陷入僵局,卡米卢斯遂将法庭移至城外,曼利乌斯最终被定罪处决。
ὁ δʼ ἀπὸ τούτων θρίαμβος αὐτῷ χάριν οὐκ ἐλάττονα καὶ κόσμον ἤνεγκε τῶν πρώτων δυεῖν.1 καὶ γὰρ τοὺς πάνυ βασκαίνοντας τῶν πολιτῶν καὶ πάντα βουλομένους εὐτυχίᾳ τινὶ μᾶλλον ἢ διʼ ἀρετὴν κατωρθῶσθαι, τότʼ ἠνάγκαζον αἱ πράξεις τῇ δεινότητι καὶ τῷ δραστηρίῳ τοῦ ἀνδρὸς ἀποδιδόναι τὴν δόξαν.
因这些战功而举行的凯旋式,为他赢得的赞誉与荣光丝毫不逊于前两次。因为即便是那些极度嫉恨他、一心想将一切成就归之于某种侥幸而非德能卓越的公民,此时也不得不因这些功绩而将荣耀归于此人的非凡才干与果敢行动。
ἦν δὲ τῶν διαμαχομένων αὐτῷ καὶ προσφθονούντων ἐπιφανέστατος Μᾶρκος Μάλλιος, ὁ πρῶτος ὠσάμενος τοὺς Κελτούς ἀπὸ τῆς ἄκρας ὅτε τῷ Καπιτωλίῳ νυκτὸς ἐπέθεντο καὶ διὰ τοῦτο Καπιτωλῖνος ἐπικληθείς. οὗτος γὰρ ἀξιῶν πρῶτος εἶναι τῶν πολιτῶν καὶ μὴ δυνάμενος τὸν Κάμιλλον ἀπὸ τοῦ βελτίστου τρόπου τῇ δόξῃ παρελθεῖν, ὑπόθεσιν τυραννίδος ἐποιήσατο κοινὴν καὶ συνήθη, δημαγωγῶν τοὺς πολλούς, μάλιστα δὲ τῶν ὀφειλόντων χρέα τοῖς μὲν ἀμύνων καὶ συνδικῶν ἐπὶ τοὺς δανειστάς, τοὺς δʼ ἀφαιρούμενος βίᾳ καὶ κωλύων ἄγεσθαι πρὸς τὸν νόμον, ὥστε πολλοὺς τῶν ἀπόρων ταχὺ περὶ αὐτὸν γενέσθαι καὶ πολὺν φόβον παρασχεῖν τοῖς βελτίστοις τῶν πολιτῶν θρασυνομένους καὶ ταράττοντας τὴν ἀγοράν.
在与他抗争并嫉妒他的人中,最显赫者当属马尔库斯·曼利乌斯;此人正是高卢人夜袭卡皮托利乌姆山时,首先从要塞上击退敌人者,并因此获得了“卡皮托利努斯”的绰号。他自命为第一公民,但又无法通过正道在声望上超越卡米卢斯,于是便采取了图谋僭政者惯常通用的手段:他极力拉拢民众,特别是对于身负债务之人,他或挺身为其辩护以对抗债权人,或诉诸武力抢夺而阻挠按法律羁押,以致大批穷困之徒迅速聚集在他身边,肆意在广场横行作乱,令上层良民甚感恐惧。
ἐπεὶ δὲ κατασταθεὶς ἐπὶ ταῦτα δικτάτωρ Κούιντος Καπιτωλῖνος εἰς τὴν εἱρκτὴν ἐνέβαλε τὸν Μάλλιον, ὁ δὲ δῆμος γενομένου τούτου μετέβαλε τὴν ἐσθῆτα, πρᾶγμα γινόμενον ἐπὶ συμφοραῖς μεγάλαις καὶ δημοσίαις, δείσασα τὸν θόρυβον ἡ σύγκλητος ἐκέλευσεν ἀφεθῆναι τὸν Μάλλιον. ὁ δʼ οὐδὲν ἦν ἀφεθεὶς ἀμείνων, ἀλλὰ σοβαρώτερον ἐδημαγώγει καὶ διεστασίαζε τὴν πόλιν. αἱροῦνται δὴ πάλιν χιλίαρχον τὸν Κάμιλλον.
当为此事受命出任独裁官的昆图斯·卡皮托利努斯将曼利乌斯投入监牢时,民众见状竟换上了丧服——这本是遭遇重大国难时才有的举动——元老院畏惧引发骚乱,遂下令释放曼利乌斯。然而他获释后并无丝毫收敛,反而更加猖獗地蛊惑民众,使整座城邦陷入内讧。于是众人再次推选卡米卢斯为军政官。
εἰσαγομένων δὲ τῶν κατὰ τοῦ Μαλλίου δικῶν μεγάλα τοὺς κατηγόρους ἔβλαπτεν ἡ ὄψις. ὁ γὰρ τόπος, ἐφʼ οὗ βεβηκὼς ὁ Μάλλιος ἐνυκτομάχησε πρὸς τοὺς Κελτούς, ὑπερεφαίνετο τῆς ἀγορᾶς ἀπὸ τοῦ Καπιτωλίου καὶ παρεῖχεν οἶκτον τοῖς ὁρῶσιν· αὐτός τε τὰς χεῖρας ὀρέγων ἐκεῖσε καὶ δακρύων ὑπεμίμνῃσκε τῶν ἀγώνων, ὥστε τοὺς κρίνοντας ἀπορεῖν καὶ πολλάκις ἀναβάλλεσθαι τὴν δίκην, μήτʼ ἀφεῖναι βουλομένους ἐπὶ τεκμηρίοις φανεροῖς τὸ ἀδίκημα μήτε χρήσασθαι τῷ νόμῳ δυναμένους ἐν ὀφθαλμοῖς τῆς πράξεως οὔσης διὰ τὸν τόπον.2
当针对曼利乌斯的诉讼立案审理时,现场的景观对控方造成了极大的阻碍。盖因曼利乌斯当年立足与高卢人进行夜战之处,正从卡皮托利乌姆俯瞰着整个广场,令目睹者心生怜悯;他本人也向该处伸出双手,泣不成声地唤起人们对当年战斗的记忆,以致法官们陷入两难而屡次推迟宣判:他们既不愿在罪证确凿的情况下宣告无罪,又无法在由于地理位置而使昔日壮举历历在目的情况下依法惩处。
ὃ δὴ συμφρονήσας ὁ Κάμιλλος μετήγαγεν ἔξω πύλης τὸ δικαστήριον εἰς τὸ Πετηλῖνον ἄλσος· ὅθεν οὐκ ὄντος τοῦ Καπιτωλίου καταφανοῦς ὅ τε διώκων ἐχρήσατο τῇ κατηγορίᾳ καὶ τοῖς κρίνουσι παρεχώρησεν ἡ μνήμη τῶν γεγονότων ἀξίαν ἀναλαβεῖν ὀργὴν ἐπὶ τοῖς παροῦσιν ἀδικήμασιν.3 ὁ μὲν οὖν Μάλλιος ἁλοὺς εἰς τὸ Καπιτώλιον ἀπήχθη, καὶ κατὰ τῆς πέτρας ὠσθεὶς τὸν αὐτὸν τόπον ἔσχε καὶ τῶν εὐτυχεστάτων ἔργων καὶ τῶν μεγίστων ἀτυχημάτων μνημεῖον. οἱ δὲ Ῥωμαῖοι τὴν οἰκίαν αὐτοῦ κατασκάψαντες ἱερὸν ἱδρύσαντο θεᾶς, ἣν Μονῆταν καλοῦσι, καὶ τὸ λοιπὸν ἐψηφίσαντο μηδένα τῶν πατρικίων ἐπὶ τῆς ἄκρας κατοικεῖν.
卡米卢斯洞悉此情,便将法庭移至城门外的佩泰利努斯树林。从那里望去,卡皮托利乌姆山已不在视线之内,于是原告得以畅行指控,而对往事的记忆退避一旁,使得法官们能够对眼下的罪行燃起应有的义愤。 曼利乌斯因而被定罪并押往卡皮托利乌姆,自悬崖上被推下,同一处地点遂成为他最辉煌功业与最惨烈厄运的双重纪念物。罗马人将其住宅夷为平地,建立了被称为“莫内塔”的女神神庙,并决议自此之后任何贵族均不得在要塞山顶居住。
- 36.1τῶν πρώτων δυεῖν
比较级 οὐκ ἐλάττονα 所带的比较属格,意为“不逊于前两次(凯旋式)”。
- 36.5ἐν ὀφθαλμοῖς τῆς πράξεως οὔσης διὰ τὸν τόπον
属格独立结构,表原因,修饰 μήτε χρήσασθαι τῷ νόμῳ δυναμένους,意为“因为地理位置使得当年的壮举历历在目”。
- 36.6παρεχώρησεν ἡ μνήμη τῶν γεγονότων ἀξίαν ἀναλαβεῖν ὀργὴν ἐπὶ τοῖς παροῦσιν ἀδικήμασιν
动词 παραχωρέω 搭配前文的与格 τοῖς κρίνουσι 及不定式 ἀναλαβεῖν,意为“对既往之事的记忆退让开来,使法官们得以对眼前的罪行燃起应有的义愤”。
