← 普鲁塔克

卡米卢斯传

§35.1-35.4

卡米卢斯同日收复苏特里乌姆

卡米卢斯在击破埃魁人并降服沃尔斯奇人后,急行军赶往刚刚被伊特鲁里亚人占领的苏特里乌姆,趁敌军醉酒欢庆毫无防备之际发动突袭,于同日内光复该城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

γεγονότων δὲ τούτων ἀπολιπὼν ἐπὶ τοῦ στρατοπέδου τὸν υἱὸν Λεύκιον φύλακα τῶν ἡλωκότων ἀνθρώπων καὶ χρημάτων αὐτός εἰς τὴν τῶν πολεμίων ἐνέβαλε. καὶ τὴν Αἰκανῶν πόλιν ἐξελὼν καὶ προσαγαγόμενος τοὺς Οὐολούσκους εὐθὺς ἦγε τὴν στρατιὰν πρὸς τὸ Σούτριον, οὔπω τὰ συμβεβηκότα τοῖς Σούτριον πεπυσμένος, ἀλλʼ ὡς ἔτι κινδυνεύουσι καὶ πολιορκουμένοις1 ὑπὸ τῶν Τυρρηνῶν βοηθῆσαι σπεύδων.

这些事既已办妥,卡米卢斯便留下儿子卢基乌斯在大营看守战俘与财物,自己则亲自攻入敌境。他攻下了埃魁人的城邑,迫使沃尔斯奇人归服,随即统军直奔苏特里乌姆;他此时尚未得知苏特里乌姆人所遭遇的事变,只当他们仍处于危难之中、正被伊特鲁里亚人围困,因而急于赶去救援。

§35.2

οἱ δʼ ἔτυχον ἤδη τὴν μὲν πόλιν τοῖς πολεμίοις παραδεδωκότες, αὐτοὶ δὲ πάντων ἐνδεεῖς ἐν ἱματίοις μόνον ἀφειμένοι· καὶ καθʼ ὁδὸν ὄντι τῷ Καμίλλῳ μετὰ παίδων καὶ γυναικῶν ἀπήντων ὀδυρόμενοι τὰς ἑαυτῶν τύχας. ὁ δὲ Κάμιλλος αὐτός τε πρὸς τὴν ὄψιν ἐπικλασθεὶς καὶ τοὺς Ῥωμαίους ὁρῶν ἐμφυομένων αὐτοῖς τῶν Σουτρίνων δακρύοντας καὶ δυσανασχετοῦντας ἐπὶ τοῖς γεγενημένοις, ἔγνω μὴ ποιεῖσθαι τῆς τιμωρίας ἀναβολήν, ἀλλʼ εὐθὺς ἄγειν ἐπὶ τὸ Σούτριον ἐκείνης τῆς ἡμέρας, λογιζόμενος ἀνθρώπους εὐδαίμονα καὶ πλουσίαν πόλιν ἄρτι κατειληφότας καὶ μηδένα τῶν πολεμίων ὑπολελοιπότας ἐν αὐτῇ μηδὲ προσδεχομένους ἔξωθεν, ἐκλελυμένους παντάπασι καὶ ἀφυλάκτους εὑρήσειν2 ὀρθῶς λογισάμενος, οὐ γὰρ μόνον τὴν χώραν ἔλαθε διελθών, ἀλλὰ καὶ πρὸς ταῖς πύλαις γενόμενος καὶ τὰ τείχη καταλαβών·3 ἐφύλαττε γὰρ οὐδείς, ἀλλʼ ἐν οἴνῳ καὶ συνουσίαις ἦσαν ἐσκεδασμένοι κατὰ τὰς οἰκίας.

然而苏特里乌姆人碰巧已将城邑让与敌人,自身则被剥夺了一切,仅着衣衫便遭驱逐;他们携妻带子在途中与卡米卢斯相遇,哭诉自己的不幸境遇。卡米卢斯本人目睹这般景象大为触动,又见苏特里乌姆人紧紧攀附在罗马将士身上,将士们皆为之垂泪并对所发生之事忿忿不平,于是决意不可延误报复,而是就在当天立即进军苏特里乌姆。他料想,那些刚刚占领了一座富庶繁荣城池的人,既未在城中留下任何敌对分子,又未料想城外会有敌军来犯,必定完全松懈怠惰且毫无防备。他的料想果然无误:他不仅在穿越那片土地时未被发觉,甚至逼近城门并控制了城墙;因为根本无人守卫,他们全都散落在各家各户中沉溺于纵饮与筵乐。

§35.4

ἐπεὶ δὲ ᾔσθοντο τοὺς πολεμίους κρατοῦντας ἤδη, οὕτω διέκειντο μοχθηρῶς ὑπὸ πλησμονῆς καὶ μέθης, ὡς μηδὲ πρὸς φυγὴν ὁρμῆσαι πολλούς, ἀλλʼ ἐν ταῖς οἰκίαις αἴσχιστα πάντων ὑπομένοντας ἀποθνῄσκειν ἢ παραδιδόναι σφᾶς αὐτοὺς τοῖς πολεμίοις. τὴν μὲν οὖν Σουτρίνων πόλιν ἡμέρᾳ μιᾷ δὶς ἁλοῦσαν οὕτω συνέβη καὶ τοὺς ἔχοντας ἀποβαλεῖν, καὶ τοὺς ἀφῃρημένους ἀπολαβεῖν διὰ Κάμιλλον,

待他们察觉敌人已掌控全局时,他们已因饱食与醉酒而处于极度狼狈的状态,以致许多人甚至未曾尝试逃跑,而是以最可耻的方式坐守屋中被杀,或是束手向敌人投降。就这样,苏特里乌姆城在一日之内两度陷落,全赖卡米卢斯之故,占据它的人失去了它,被剥夺它的人又重新收复了它。

语法注3 条
  1. 35.1ὡς ἔτι κινδυνεύουσι καὶ πολιορκουμένοις

    连词 ὡς 与与格分词 κινδυνεύουσι 及 πολιορκουμένοις 连用,表示主语卡米卢斯的主观认知或意图(“以为他们仍处于危险中并被围困”)。这与前面的 οὔπω τὰ συμβεβηκότα ... πεπυσμένος 形成对比,突显了客观事实与主观判断之间的差距。

  2. 35.3λογιζόμενος ἀνθρώπους εὐδαίμονα καὶ πλουσίαν πόλιν ἄρτι κατειληφότας καὶ μηδένα τῶν πολεμίων ὑπολελοιπότας ἐν αὐτῇ μηδὲ προσδεχομένους ἔξωθεν, ἐκλελυμένους παντάπασι καὶ ἀφυλάκτους εὑρήσειν

    承接表思考的分词 λογιζόμενος 的间接引语结构。不定式 εὑρήσειν 的逻辑宾语为 ἀνθρώπους,其后并列的宾格复数分词 κατειληφότας、ὑπολελοιπότας、προσδεχομένους 以及作宾语补足语的形容词 ἐκλελυμένους、ἀφυλάκτους 皆与其修饰一致。整句在穿过长篇修饰成分后最终落脚于不定式 εὑρήσειν。

  3. 35.3ἔλαθε διελθών, ἀλλὰ καὶ πρὸς ταῖς πύλαις γενόμενος καὶ τὰ τείχη καταλαβών

    λανθάνω + 分词惯用结构(“未被发觉地做某事”)。主要动词 ἔλαθε 不仅统辖 διελθών,还并列统辖由 ἀλλὰ καί 引出的后随分词 γενόμενος 和 καταλαβών,构成“不仅在穿越领地时未被发觉,甚至逼近城门并攻占城墙亦未被察觉”的层递结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:35.1-35.4