← 普鲁塔克

卡米卢斯传

§34.1-34.5

火攻拉丁与沃尔斯奇联军营垒

多数史家所记载的另一说法叙述了卡米卢斯动员年长公民迂回至敌军后方,并巧妙利用晨间山风施行火攻,焚毁拉丁与沃尔斯奇联军的木制营垒并将其彻底击溃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

τὸν δʼ ἕτερον λόγον οἱ πλεῖστοι τῶν συγγραφέων δοκιμάζοντες οὕτω λέγουσιν. ἀποδειχθεὶς δικτάτωρ τὸ τρίτον ὁ Κάμιλλος καὶ πυθόμενος τὸ μετὰ τῶν χιλιάρχων στράτευμα πολιορκούμενον ὑπὸ τῶν Λατίνων καὶ τῶν Οὐολούσκων, ἠναγκάσθη καὶ τοὺς οὐκ ἐν ὥρᾳ τῶν πολιτῶν, ἀλλʼ ἤδη παρηβηκότας καθοπλίσαι.

然而,多数史学家更认同另一说法,他们是这样记述的:卡米卢斯第三次被任命为独裁官,得知保民官所统领的军队被拉丁人与沃尔斯奇人围困,便不得不将城中未届兵龄、已过壮年时期的公民亦一并武装起来。

§34.2

περιελθὼν δὲ μακρὰν περίοδον περὶ τὸ Μάρκιον ὄρος καὶ λαθὼν τοὺς πολεμίους ἵδρυσε τὴν στρατιὰν κατόπιν αὐτῶν, καὶ πυρὰ πολλὰ καύσας διεσήμηνε τὴν ἑαυτοῦ παρουσίαν. οἱ μὲν οὖν πολιορκούμενοι θαρρήσαντες ἐπιέναι διενοοῦντο καὶ μάχην συνάπτειν· οἱ δὲ Λατῖνοι καὶ Οὐολοῦσκοι συστείλαντες εἴσω τοῦ χάρακος ἑαυτούς ἀπεσταύρουν ξύλοις πολλοῖς καὶ διεφράγνυντο πανταχόθεν τὸ στρατόπεδον, ἀμφίβολοι γεγονότες ὑπὸ τῶν πολεμίων1 καὶ περιμένειν ἐγνωκότες ἑτέραν οἴκοθεν δύναμιν, ἅμα δὲ καὶ Τυρρηνῶν προσδεχόμενοι βοήθειαν. τοῦτο δʼ αἰσθόμενος ὁ Κάμιλλος καὶ δεδοικὼς παθεῖν ὅπερ ἐποίησεν αὐτὸς τοὺς πολεμίους κυκλωσάμενος2 ἔσπευδε προλαβεῖν τὸν καιρόν.

他在马尔基乌斯山周围进行大范围迂回,避过敌人的察觉,将兵力布置在敌军背后,并点燃大量营火以示意自己的到来。于是被围的兵士重拾勇气,打算出击迎战;拉丁人与沃尔斯奇人则收缩至营栅之内,用大量木材立桩,从四面将大营封堵起来,因为他们已陷入敌人的夹击之中,且已决定等待本国发来援军,同时亦期盼伊特鲁里亚人前来源助。卡米卢斯察觉到这一点,唯恐自己也遭到如同此前包围敌人那样的局面,便急于抢占先机。

§34.4

ὄντος δὲ τοῦ περιφράγματος ξυλίνου καὶ πνεύματος μεγάλου κατιόντος ἀπὸ τῶν ὀρῶν ἅμα φάει, πυροβόλα παρασκευασάμενος καὶ περὶ τὸν ὄρθρον ἐξαγαγὼν τὴν δύναμιν τοὺς μὲν ἄλλους ἐκέλευσε χρῆσθαι βέλεσι καὶ κραυγῇ καθʼ ἕτερον μέρος, αὐτὸς δὲ τοὺς τὸ πῦρ ἀφήσειν μέλλοντας ἔχων ὅθεν εἰώθει μάλιστα προσπίπτειν ὁ ἄνεμος τῷ χάρακι τῶν πολεμίων ἀνέμενε τὴν ὥραν. ἐπεὶ δὲ συνεστώσης τῆς μάχης ὅ τε ἥλιος ἀνῄει καὶ τὸ πνεῦμα λαμπρὸν ἐξέπιπτε, σημήνας ἐπιδρομὴν κατέσπειρε τοῦ χάρακος ἄφθονα τῶν πυροβόλων.3

鉴于营障系木制而成,且黎明时分山间常有大风刮下,他便备齐纵火器具,在清晨前后率军出营,命令其余部队从另一侧用投射武器并高声呐喊施压,而他自己则率领负责放火的士兵,在风势最常正面吹向敌营防栅之处守候时机。待交战打响、红日升起、劲风猛烈扑下之时,他发出突袭信号,向敌营栅栏倾泻下大量纵火器具。

§34.5

ταχὺ δὲ τῆς φλογὸς ἐν ὕλῃ πυκνῇ καὶ σταυρώμασι ξυλίνοις ἀνατραφείσης καὶ κύκλῳ περινεμομένης, οὐδὲν ἄκος οὐδὲ σβεστήριον ἔχοντες οἱ Λατῖνοι παρεσκευασμένον, ὡς πλῆρες ἦν ἤδη τὸ στρατόπεδον πυρός, ἐπʼ ὀλίγον συστελλόμενοι τόπον ἐξέπιπτον ὑπʼ ἀνάγκης πρὸς ὡπλισμένους καὶ παρατεταγμένους πρὸ τοῦ χάρακος τοὺς πολεμίους, καὶ τούτων μὲν ὀλίγοι διέφυγον, τοὺς δὲ καταλειφθέντας ἐν τῷ στρατοπέδῳ πάντας διέφθειρε τὸ πῦρ, μέχρι οὗ κατασβέσαντες οἱ Ῥωμαῖοι τὰ χρήματα διήρπασαν.

烈火在密集木材与木桩上迅速蔓延助长,四面席卷;拉丁人未曾备有任何补救或灭火手段,当大营已陷入一片火海之际,他们被逼挤入狭小地带,不得不冲出营外,撞向早已在营栅前全副武装、列阵严阵以待的敌军。这部分人中仅有极少数逃脱,而留在大营中的人则尽皆葬身火海,直至罗马人将火扑灭,抢夺了财物。

语法注3 条
  1. 34.3ἀμφίβολοι γεγονότες ὑπὸ τῶν πολεμίων

    形容词 ἀμφίβολος 意为“腹背受敌的”或“两面受夹击的”。此处搭配介词短语 ὑπὸ τῶν πολεμίων,如同被动语态一样表示施动者,指被围的保民官军队与出现在背后的卡米卢斯军队这两股力量。

  2. 34.3ὅπερ ἐποίησεν αὐτὸς τοὺς πολεμίους κυκλωσάμενος

    动词 ποιέω 支配双宾格(代词 ὅπερ 与名词 τοὺς πολεμίους),意为“如同自己合围敌人时对敌人所做的那样”。此处的能动举动与前文表示遭受的 παθεῖν 形成对照。

  3. 34.4κατέσπειρε τοῦ χάρακος ἄφθονα τῶν πυροβόλων

    复合动词 κατέσπειρε(向……播撒/倾泻)支配表示目标地点的属格 τοῦ χάρακος(朝着栅栏),并带直接宾语 ἄφθονα τῶν πυροβόλων(带部分属格的中性复数对格短语,意为“大量的纵火器具”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:34.1-34.5