← 普鲁塔克

卡米卢斯传

§33.1-33.7

第三次独裁官任命与女仆图图拉的计谋

在重建工程中,邻近部族大举入侵,卡米卢斯第三次受任为独裁官。作者记述了女仆图图拉设巧计破敌的传说,并阐释了“卡普拉蒂娜之诺奈”节日风俗的两种起源说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.1

οὔπω δὲ τῆς Περὶ ταῦτα πεπαυμένοις ἀσχολίας αὐτοῖς ἐπιπίπτει πόλεμος,1 Αἰκανῶν μὲν ἅμα καὶ Οὐολούσκων καὶ Λατίνων εἰς τὴν χώραν ἐμβαλλόντων, Τυρρηνῶν δὲ πολιορκούντων Σούτριν, συμμαχίδα Ῥωμαίων πόλιν. ἐπειδὴ δʼ οἱ τὴν ἡγεμονίαν ἔχοντες χιλίαρχοι στρατοπεδευσάμενοι Περὶ τὸ Μάρκιον ὄρος ὑπὸ τῶν Λατίνων ἐπολιορκοῦντο καὶ κινδυνεύοντες ἀποβαλεῖν τὸ στρατόπεδον εἰς Ῥώμην ἔπεμψαν ἀποδείκνυται τὸ τρίτον Κάμιλλος δικτάτωρ·

正当他们尚未从这些繁冗事务中脱身之际,战争骤然降临:埃奎人、沃尔斯奇人和拉丁人同时侵入领土,而伊特鲁里亚人则围攻罗马人的同盟城邦苏特里。掌握指挥权的军事保民官们在马尔基乌斯山附近扎营,却被拉丁人合围,且面临大营陷落的危险,遂向罗马遣使求援;卡米卢斯因而第三次被任命为独裁官。

§33.2

περὶ τούτου τοῦ πολέμου διττοὶ λόγοι λέγονται· δίειμι δὲ τὸν μυθώδη πρότερον. φασὶ τοὺς Λατίνους, εἴτε προφάσει χρωμένους εἴτε βουλομένους ὡς ἀληθῶς ἀναμίξασθαι τὰ γένη πάλιν ἐξ ὑπαρχῆς, πέμψαντας αἰτεῖν παρὰ τῶν Ῥωμαίων παρθένους ἐλευθέρας γυναῖκας, ἀπορούντων δὲ τῶν Ῥωμαίων, τί χρὴ ποιεῖν καὶ γὰρ τὸν πόλεμον ὠρρώδουν οὔπω καθεστῶτες οὐδʼ ἀνειληφότες αὑτούς, καὶ τὴν αἴτησιν τῶν γυναικῶν ὑπώπτευον ἐξομήρευσιν εἶναι, τοῦ δʼ εὐπρεποῦς χάριν ἐπιγαμίαν καλεῖσθαι, θεραπαινίδα τοὔνομα Τουτούλαν, ὡς δʼ ἔνιοι λέγουσι, Φιλωτίδα τοῖς ἄρχουσι παραινέσαι2 πέμπειν σὺν αὐτῇ τῶν δμωίδων τὰς ἐν ὥρᾳ μάλιστα καὶ ταῖς ὄψεσιν ἐλευθερίους, κοσμήσαντας ὡς νύμφας εὐγενεῖς, τὰ λοιπὰ δʼ αὐτῇ μελήσειν. πεισθέντας δὲ τοὺς ἄρχοντας ἐπιλέξασθαι τῶν θεραπαινίδων ὅσας ἐκείνη πρὸς τὴν χρείαν ἐδοκίμασε, καὶ κοσμήσαν· τὰς ἐσθῆτι καὶ χρυσῷ παραδοῦναι τοῖς Λατίνοις οὐ πάνυ πόρρω τῆς πόλεως στρατοπεδεύουσι.

关于这场战争流传着两种说法,我且先叙述带有神话色彩的一种。相传拉丁人派遣使节向罗马人索取自由身份的未婚女子为妻,不知是以此为借口,还是真想自始重新混融两族血脉。而罗马人不知该如何应对;因为他们尚未安定,也未恢复元气,既对战争心怀畏惧,又怀疑索要妇女实为人质之举,不过为求体面而美其名曰通婚而已。这时,一个名叫图图拉——或如有些人所说,菲洛蒂丝——的女仆向执政官员进言,建议选派女奴中正值妙龄且容貌酷似自由人者与她同行,将她们装扮如贵族新娘,余事由她负责。长官们依从其计,从女仆中挑选出经她认可合乎此用的众人,饰以锦衣金饰,移交给了在离城不远处驻扎的拉丁人。

§33.4

νύκτωρ δὲ τὰς μὲν ἄλλας ὑφελέσθαι τὰ ἐγχειρίδια τῶν πολεμίων, τὴν δʼ εἴτε Τουτούλαν εἴτε Φιλωτίδα προσβᾶσαν ἐρινεῷ μεγάλῳ καὶ παρατείνασαν ὀπίσω τὸ ἱμάτιον ἆραι πυρσὸν εἰς τὴν Ῥώμην, ὥσπερ ἦν συγκείμενον αὐτῇ πρὸς τοὺς ἄρχοντας, οὐδενὸς ἄλλου τῶν πολιτῶν εἰδότος. διʼ ὃ καὶ θορυβώδη γενέσθαι τὴν τῶν στρατιωτῶν ἔξοδον, ὡς κατήπειγον οἱ ἄρχοντες, ἀλλήλους ἀνακαλούντων καὶ μόλις εἰς τὴν τάξιν καθισταμένων, ἐπελθόντας δὲ τῷ χάρακι τῶν πολεμίων οὐ προσδεχομένων καὶ καθευδόντων ἑλεῖν τὸ στρατόπεδον καὶ διαφθεῖραι τοὺς πλείστους.

入夜之后,其他女奴暗中盗走了敌人的短剑,而图图拉(抑或菲洛蒂丝)爬上一棵巨大的野无花果树,在身后展开斗篷,朝向罗马高举火把,这正是她事先与长官们约定好的,其余市民无一知情。正因如此,士兵的出击亦显得混乱喧嚣,长官们连连催促,众人相互高声呼喊名字,好不容易才列好阵势;但当他们扑向敌人的营栅时,敌兵毫无防备且正在酣睡,罗马军一举夺取了大营,歼灭了大半敌人。

§33.5

τοῦτο δὲ γενέσθαι ταῖς νῦν Ἰουλίαις, τότε δὲ Κυϊντιλίαις νώναις, καὶ τὴν ἀγομένην ἑορτὴν ὑπόμνημα τῆς πράξεως ἐκείνης εἶναι, πρῶτον μὲν γὰρ ἐξιόντες ἀθρόοι διὰ τῆς πύλης πολλὰ τῶν ἐπιχωρίων καὶ κοινῶν ὀνομάτων βοῇ φθέγγονται, Γάιον, Μᾶρκον, Λούκιον καὶ τὰ τούτοις ὅμοια, μιμούμενοι τὴν τότε γενομένην μετὰ σπουδῆς ἀλλήλων ἀνάκλησιν· ἔπειτα κεκοσμημέναι λαμπρῶς αἱ θεραπαινίδες περιίασι παίζουσαι διὰ σκωμμάτων εἰς τοὺς ἀπαντῶντας, γίνεται δὲ καὶ μάχη τις αὐταῖς πρὸς ἀλλήλας, ὡς καὶ τότε τοῦ πρὸς τοὺς Λατίνους ἀγῶνος συνεπιλαμβανομέναις. ἑστιώμεναι δὲ καθέζονται κλάδοις συκῆς σκιαζόμεναι· καὶ τὴν ἡμέραν νώνας Καπρατίνας καλοῦσιν, ὡς οἴονται διὰ τὸν ἐρινεόν, ἀφʼ οὗ τὴν παιδίσκην τὸν πυρσὸν ἆραι·3 τὸν γὰρ ἐρινεὸν καπρίφικον ὀνομάζουσιν.

此事发生于如今的七月——即当时的第五月——的诺奈日,现今举行的节日便是此举的纪念。首先,人们成群结队出城门时,便大声呼喊许多本地常见的普通人名,如盖乌斯、马尔库斯、卢基乌斯等诸如此类的名字,以模拟当年仓促间彼此呼唤的情状;随后,装扮得十分华丽的女仆们四处走动,向偶遇之人戏谑嘲弄,她们彼此之间还会进行一番打斗,仿佛当年她们亦曾亲身协力参与对抗拉丁人的战斗一般。设宴时,她们坐在无花果树枝的绿荫下;人们将这一天称为“卡普拉蒂娜之诺奈”,据推测是因为那侍女从其上高举火把的野无花果树之故,因他们将野无花果树称为“卡普里菲库斯”。

§33.7

ἕτεροι δὲ τούτων τὰ πλεῖστα δρᾶσθαι καὶ λέγεσθαί φασιν ἐπὶ τῷ τοῦ Ῥωμύλου πάθει· κατὰ ταύτην γὰρ ἀφανισθῆναι τὴν ἡμέραν αὐτὸν ἔξω πύλης, ζόφου καὶ θυέλλης ἄφνω περισχούσης, ὡς δʼ ἔνιοι νομίζουσιν, ἐκλείψεως ἡλίου γενομένης, καὶ τὴν ἡμέραν ἀπὸ τοῦ τόπου νώνας Καπρατίνας κληθῆναι, τὴν γὰρ αἶγα κάπραν ὀνομάζουσιν ὁ δὲ Ῥωμύλος ἠφανίσθη δημηγορῶν Περὶ τὸ τῆς αἰγὸς ἕλος προσαγορευόμενον, ὡς ἐν τοῖς Περὶ ἐκείνου γέγραπται.

然而另有人主张,这些举动和言辞大多是针对罗穆卢斯的遭遇而设。因为据说在这一天,他在城门之外突遭昏暗与风暴笼罩而神秘失踪(亦有人认为是发生了日食),此日遂以该地点得名为“卡普拉蒂娜之诺奈”;盖因他们将山羊称作“卡普拉”,而罗穆卢斯正是在被称为“山羊沼”的地方附近向民众发表宣讲时失踪的,正如关于他的传记中所记载的那样。

语法注3 条
  1. 33.1οὔπω δὲ τῆς Περὶ ταῦτα πεπαυμένοις ἀσχολίας αὐτοῖς ἐπιπίπτει πόλεμος

    与格分词短语“πεπαυμένοις ... αὐτοῖς”依附于动词“ἐπιπίπτει”,作关系与格或受损与格,直接与主句谓语相联而非独立属格结构,表明战争在罗马人尚未从这些事务中脱身之际猝然降临。

  2. 33.3θεραπαινίδα τοὔνομα Τουτούλαν, ὡς δʼ ἔνιοι λέγουσι, Φιλωτίδα τοῖς ἄρχουσι παραινέσαι

    不定词“παραινέσαι”及其主语宾格“θεραπαινίδα”构成了由前文(33.2)“φασὶ”所统辖的宾格加不定词结构的核心。其间插入了冗长的独立属格与原因从句(“ἀπορούντων δὲ τῶν Ῥωμαίων...”),主干为“φασὶ ... θεραπαινίδα ... παραινέσαι”(相传一女仆向长官们进言)。

  3. 33.6ἀφʼ οὗ τὴν παιδίσκην τὸν πυρσὸν ἆραι

    在关系从句“ἀφʼ οὗ”中延续了间接引语结构,使用了宾格加不定词(“τὴν παιδίσκην ... ἆραι”)而非限定动词,属于从属从句受间接引语同化而采用不定词的古典希腊语常见现象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:33.1-33.7