← 普鲁塔克

卡米卢斯传

§32.1-32.5

百夫长的征兆与重建罗马

卡米卢斯召集元老院审议时,门外百夫长的一句偶发言语被视作神圣征兆,促使罗马人决意留守并火速重建城邦。与此同时,在帕拉蒂乌姆山的废墟中发现了完好无损的罗穆卢斯卜杖,令众人重燃对城邦永续的希望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ἔδοξεν οὖν βουλὴν προθεῖναι1 τῷ Καμίλλῳ· καὶ πολλὰ μὲν αὐτὸς διεξῆλθε παρακαλῶν ὑπὲρ τῆς πατρίδος, πολλὰ δὲ καὶ τῶν ἄλλων ὁ βουλόμενος τέλος δὲ τὸν πρῶτον εἰωθότα λέγειν γνώμην Λεύκιον Λουκρήτιον ἀναστήσας ἐκέλευσεν ἀποφήνασθαι πρῶτον, εἶτα τοὺς ἄλλους ἐφεξῆς.

因此,卡米卢斯决定将议题提交元老院讨论;他本人陈词恳切,为祖国作了诸多申辩,其他愿意发言者亦各自大陈其词。最后,他让习惯于首位发表意见的卢基乌斯·卢克雷提乌斯起立,命他率先表态,再由其余众人按序依次发表看法。

§32.2

γενομένης δὲ σιωπῆς καὶ τοῦ Λουκρητίου μέλλοντος ἐνάρχεσθαι, κατὰ τύχην ἔξωθεν ἑκατοντάρχης ἄγων τάγμα φυλακῆς ἡμερινῆς παρεπορεύετο, καὶ τὸν φέροντα πρῶτον τὸ σημεῖον μεγάλῃ φωνῇ προσαγορεύσας ἐκέλευσεν αὐτοῦ μένειν καὶ τὸ σημεῖον τίθεσθαι· κάλλιστα γὰρ ἐνταῦθα καθεδεῖσθαι καὶ μενεῖν. ἅμα δὲ τῷ καιρῷ καὶ τῇ περὶ τοῦ μέλλοντος ἐννοίᾳ, καὶ ἀδηλότητι τῆς φωνῆς γενομένης,2 ὅ τε Λουκρήτιος ἔφη προσκυνήσας τῷ θεῷ προστίθεσθαι τὴν ἑαυτοῦ γνώμην3 καὶ τῶν ἄλλων ἕκαστος ἐπηκολούθησε.

全场肃静,正当卢克雷提乌斯准备开言之际,适逢外面一名百夫长率领白昼卫队路过,他大声招呼领头举旗之军士,命他在原地驻留并立下军旗,言道:“在此处安顿停留再好不过。”此声恰与这一时机以及对未来的深虑和迷茫同时出现,卢克雷提乌斯遂顶礼致敬,宣布将自己的意见归附于神祇,其余众人亦无不随声附和。

§32.3

θαυμαστὴ δὲ καὶ τὸ πλῆθος ἔσχε μεταβολὴ τῆς ὁρμῆς, ἀλλήλους παρακαλούντων καὶ προτρεπομένων πρὸς τὸ ἔργον, οὐκ ἐκ διανομῆς τινος ἢ τάξεως, ἀλλʼ ὡς ἕκαστος ἑτοιμότητος ἢ βουλήσεως εἶχε τῶν χωρίων καταλαμβανομένων.4 διὸ καὶ τεταραγμένην τοῖς στενωποῖς καὶ συμπεφυρμένην ταῖς οἰκήσεσιν ἀνήγαγον τὴν πόλιν ὑπὸ σπουδῆς καὶ τάχους, ἐντὸς γὰρ ἐνιαυτοῦ λέγεται καὶ τοῖς τείχεσι καινὴ καὶ ταῖς ἰδιωτικαῖς οἰκοδομαῖς ἀναστῆναι πάλιν.

民众的情绪亦发生了惊人的转变;他们彼此鼓励、相互督促投身劳作,并非依据明确的区划或规划次序,而是各凭所备资力或个人意向占取地块。因此,由于匆促与仓促,他们建起的城邦巷道混乱、屋宇错杂;因为据说在一年之内,无论是城墙还是私人建筑,整个城邦皆焕然复立。

§32.4

οἱ δὲ τοὺς ἱεροὺς τόπους ἀναλαβεῖν καὶ ὁρίσαι ταχθέντες ὑπὸ τοῦ Καμίλλου, συγκεχυμένων ἁπάντων, ὡς ἧκον ἐπὶ τὴν καλιάδα τοῦ Ἄρεως περιοδεύοντες τὸ Παλάτιον, αὐτὴν μὲν, ὡς τὰ ἄλλα, διεφθαρμένην καὶ κατακεκαυμένην εὗρον ὑπὸ τῶν βαρβάρων, σκευωρούμενοι δὲ καὶ καθαίροντες τὸ χωρίον ἐντυγχάνουσι τῷ μαντικῷ ξύλῳ τοῦ Ῥωμύλου κατὰ τέφρας πολλῆς καὶ βαθείας καταδεδυκότι.

至于那些受卡米卢斯之命在一切混淆废弛之中寻访并划定圣所界限的人,当他们巡查帕拉蒂乌姆山来到战神的小庙时,发现小庙自身与别处一样已被蛮族烧毁毁坏;但当他们整理并清理该处时,在厚厚深邃的灰烬之下意外觅得了罗穆卢斯的占卜之杖。

§32.5

τοῦτο δʼ ἔστι μὲν ἐπικαμπὲς ἐκ θατέρου πέρατος, καλεῖται δὲ λίτυον χρῶνται δʼ αὐτῷ πρὸς τὰς τῶν πλινθίων ὑπογραφάς ὅταν ἐπʼ ὄρνισι διαμαντευόμενοι καθέζωνται, ὡς κἀκεῖνος ἐχρῆτο μαντικώτατος ὤν. ἐπειδὴ δʼ ἐξ ἀνθρώπων ἠφανίσθη, παραλαβόντες οἱ ἱερεῖς τὸ ξύλον ὥσπερ ἄλλο τι τῶν ἱερῶν ἄψαυστον ἐφύλαττον. τοῦτο δὴ τότε τῶν ἄλλων ἀπολωλότων ἀνευρόντες διαπεφευγὸς τὴν φθοράν ἡδίους ἐγένοντο ταῖς ἐλπίσιν ὑπὲρ τῆς Ῥώμης, ὡς ἀίδιον αὐτῇ τὴν σωτηρίαν τοῦ σημείου βεβαιοῦντος.

此杖一端弯曲,被称为利图乌斯;当他们坐定根据飞鸟占卜时,便用此杖勾画天穹之象限,而精于卜筮的罗穆卢斯当年亦正是如此使用的。及至罗穆卢斯自人间隐逝,祭司们接管此杖,如待其他圣物一般封存奉安,不容触碰。此时,众人在万物俱毁之中寻得这根未遭厄运之杖,对罗马的前途顿生更为美好的希望,坚信此一神兆已昭示了罗马永久的保全。

语法注4 条
  1. 32.1βουλὴν προθεῖναι

    意为“将议题提交元老院审议/动议”的政治制度习用语。此处的 βουλὴν 指审议或提请决议,作为非人称句式 ἔδοξε τῷ Καμίλλῳ(“卡米卢斯决意/认为宜于……”)的补足不定词。

  2. 32.2ἅμα δὲ τῷ καιρῷ καὶ τῇ περὶ τοῦ μέλλοντος ἐννοίᾳ, καὶ ἀδηλότητι τῆς φωνῆς γενομένης

    此处由 ἅμα 引导与格词组 τῷ καιρῷ(“适值此时机”)及共用 τῇ περὶ τοῦ μέλλοντος 的 ἐννοίᾳ, καὶ ἀδηλότητι(“对未来的深虑与迷茫”),修饰属格独立结构 τῆς φωνῆς γενομένης(“此声响起之际”),交待了这一偶然呼喊在紧迫时机与前途未卜的心境下被元老院视作神谕征兆的复合因素。

  3. 32.2προστίθεσθαι τὴν ἑαυτοῦ γνώμην

    直译为“附上/增添自己的意见”。紧承独立使用的分词 προσκυνήσας(顶礼致敬),并以与格 τῷ θεῷ 为间接宾语(“将自己的意见归附于神明”),表明卢克雷提乌斯将自己的正式动议与表决完全依归、附和于百夫长之语所昭示的神意。

  4. 32.3ὡς ἕκαστος ἑτοιμότητος ἢ βουλήσεως εἶχε τῶν χωρίων καταλαμβανομένων

    此处 ὡς εἶχε 搭配部分属格(ἑτοιμότητος ἢ βουλήσεως,“依各人的准备程度或意向”),并附带属格独立结构 τῶν χωρίων καταλαμβανομένων(“地块被占取之际”)。整句准确描绘出缺乏市政规划、各按私力与意愿抢占宅基地的无序重建状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:32.1-32.5