← 普鲁塔克

卡米卢斯传

§31.1-31.5

迁居维爱的争议与元老院劝留

面对废墟般的罗马,疲惫不堪的民众倾向迁往维爱,煽动家乘机攻击卡米卢斯;元老院遂延长独裁官任期,并借助祖先圣地与神意预兆苦劝民众留守。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

χαλεπῶς μὲν οὖν καί μόλις αἱ τῶν ἱερῶν ἀνεκαλύπτοντο χῶραι φιλοτιμίᾳ τοῦ Καμίλλου καὶ πόνῳ πολλῷ τῶν ἱεροφαντῶν ὡς δὲ καὶ τήν πόλιν ἀνοικοδομεῖν ἔδει παντάπασι διεφθαρμένην, ἀθυμία πρὸς τὸ ἔργον ἐνέπιπτε τοῖς πολλοῖς καί μέλλησις ἦν ἐστερημένοις ἁπάντων καί τινος ἐν τῷ παρόντι ῥᾳστώνης καί ἀναπαύσεως ἐκ κακῶν δεομένοις μᾶλλον ἢ κάμνειν καί ἀποτρύχειν ἑαυτούς οὔτε χρήμασιν οὔτε σώμασιν ἐρρωμένους.

就这样,凭借卡米卢斯的竭诚与祭司们的辛劳,神圣场所的基地才极其艰难且勉强地被清理勘定出来;然而当面临必须重建那座彻底化为废墟的城邦时,民众面对这项工程陷入了沮丧与犹豫,因为他们被剥夺了一切,眼下更渴望从苦难中获得某种安歇与喘息,而非在财力与体力皆已衰竭之时,还要劳碌劳顿地折磨自己。

§31.2

οὕτω δὲ ἡσυχῇ πρὸς τοὺς Οὐηΐους αὖθις ἀποστρεφόμενοι, πόλιν ἅπασι κατεσκευασμένην καί διαμένουσαν, ἀρχὰς δημαγωγιῶν ἐνέδοσαν τοῖς πρὸς χάριν εἰθισμένοις ὁμιλεῖν, καί λόγων ἠκροῶντο στασιαστικῶν πρὸς τὸν Κάμιλλον, ὡς ἐκείνου φιλοτιμίας ἕνεκα καί δόξης ἰδίας ἀποστεροῦντος αὐτοὺς πόλεως ἑτοίμης1 καί βιαζομένου σκηνοῦν ἐρείπια καί πυρκαϊὰν τοσαύτην ἐγείρειν, ὅπως μὴ μόνον ἡγεμὼν Ῥώμης καί στρατηγός, ἀλλὰ καί κτίστης λέγηται παρώσας Ῥωμύλον.

于是,他们暗自再度将目光投向维爱——那是一座设施完备且保存完好的城邦——从而为那些惯于阿谀民意之徒提供了煽惑民众的契机;他们倾听反对卡米卢斯的煽动性言辞,声称他为一己之野心与个人荣耀,剥夺了他们现成的城邦,逼迫他们寄居于瓦砾废墟之中、重建如此巨大的火灾焦土,只为了让自己能挤开罗穆卢斯,不仅被称为罗马的领袖与将帅,更被称为其奠基者。

§31.3

ἐκ τούτου φοβηθεῖσα τὸν θόρυβον ἡ βουλὴ τὸν μὲν Κάμιλλον οὐκ εἴασε βουλόμενον ἀποθέσθαι τὴν ἀρχὴν ἐντὸς ἐνιαυτοῦ καίπερ ἓξ μῆνας οὐδενὸς ὑπερβαλόντος ἑτέρου δικτάτορος, αὐτὴ δὲ παρεμυθεῖτο καί κατεπράυνε πείθουσα καί δεξιουμένη τὸν δῆμον, ἐπιδεικνυμένη μὲν ἠρία καί τάφους πατέρων, ὑπομιμνῄσκουσα δὲ χωρίων ἱερῶν καί τόπων ἁγίων, οὓς Ῥωμύλος ἢ Νομᾶς ἤ τις ἄλλος αὐτοῖς τῶν βασιλέων ἐπιθειάσας παρέδωκεν.

对此骚动深感不安的元老院,遂不容许卡米卢斯在一年之内交出权力,尽管他本人希望辞职(虽然以往从未有其他独裁官任期超过六个月);元老院自身则竭力劝导并优容安抚民众,向他们展示父辈的茔墓与丘坟,提醒他们牢记罗穆卢斯、努马或历代其他国王祝圣后传承给他们的圣地与神所。

§31.4

ἐν πρώτοις δὲ τῶν θείων τήν τε νεοσφαγῆ κεφαλὴν προὔφερον ἐν τῇ θεμελιώσει τοῦ Καπιτωλίου φανεῖσαν, ὡς τῷ τόπῳ πεπρωμένον ἐκείνῳ τῆς Ἰταλίας κεφαλῇ γενέσθαι, καί τὸ τῆς Ἑστίας πῦρ, ὃ μετὰ τὸν πόλεμον ὑπὸ τῶν παρθένων ἀναπτόμενον αὖθις ἀφανίζειν καί σβεννύναι τοὺς προλιπόντας τήν πόλιν, ὄνειδος αὐτοῖς ἐσόμενον,2 ἄν τε ὑπʼ ἄλλων οἰκουμένην ὁρῶσιν ἐπηλύδων καί ξένων ἄν τʼ ἔρημον οὖσαν καί μηλόβοτον.

在诸多神迹之中,他们首推在卡皮托利乌姆奠基时显现的那颗新斩之人首,预示此地注定成为意大利的“首脑”;他们又提及维斯塔之火,若那些弃城而去者将其再度熄灭湮没——而此火方由贞女们在战后重新点燃——这将成为他们的奇耻大辱,无论他们日后目睹城邦被外来移民占据,抑或任其荒芜、沦为羊群放牧之地。

§31.5

τοιαῦτα καί πρὸς ἕκαστον ἰδίᾳ καί κοινῇ πολλάκις ἐν τῷ δήμῳ σχετλιάζοντες ἐπεκλῶντο πάλιν ὑπὸ τῶν πολλῶν τήν παροῦσαν ὀλοφυρομένων ἀμηχανίαν, καί δεομένων μὴ σφᾶς ὥσπερ ἐκ ναυαγίου γυμνοὺς καί ἀπόρους σωθέντας προσβιάζεσθαι τὰ λείψανα τῆς διεφθαρμένης συμπηγνύναι πόλεως, ἑτέρας ἑτοίμης παρούσης.

元老院议员们私下对个人、公开在民众集会中再三如是慨叹痛陈,但面对大众哀泣眼前的窘境,他们亦不免为之动容;百姓恳求道,他们如同从海难中赤贫脱险之幸存者,在另有一座现成城邦可居之时,实不当强迫他们再去拼凑修补这破损城邦的残骸碎片。

语法注2 条
  1. 31.2ὡς ἐκείνου φιλοτιμίας ἕνεκα καί δόξης ἰδίας ἀποστεροῦντος αὐτοὺς πόλεως ἑτοίμης

    连词 ὡς 与属格独立结构(ἐκείνου ... ἀποστεροῦντος ... καὶ βιαζομένου)连用,引出煽动家们所声称的主观理由或借口(“声称他剥夺了……”)。

  2. 31.4ὃ μετὰ τὸν πόλεμον ὑπὸ τῶν παρθένων ἀναπτόμενον αὖθις ἀφανίζειν καί σβεννύναι τοὺς προλιπόντας τήν πόλιν, ὄνειδος αὐτοῖς ἐσόμενον

    此处承接前文 προὔφερον 所蕴含的陈述含义,引入了带不定式的宾格从句(逻辑主语为 τοὺς προλιπόντας,不定式为 ἀφανίζειν καί σβεννύναι)。句末的 ὄνειδος ... ἐσόμενον 作为对整个事件(弃城而使圣火熄灭)之后果的同格说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:31.1-31.5