- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:30.1-30.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马在历经七个月的占领后重获解放,卡米卢斯作为祖国拯救者举行凯旋式,并在全城净化后建立敬奉神音(艾乌斯·罗库提乌斯)的神庙。
οὕτω μὲν ἡ Ῥώμη παραλόγως ἥλω καὶ παραλογώτερον ἐσώθη, μῆνας ἑπτὰ τοὺς πάντας ὑπὸ τοῖς βαρβάροις γενομένη, παρελθόντες γὰρ εἰς αὐτὴν ὀλίγαις ἡμέραις ὕστερον τῶν Κυϊντιλίων εἰδῶν περὶ τὰς Φεβρουαρίας εἰδοὺς ἐξέπεσον. ὁ δὲ Κάμιλλος ἐθριάμβευσε μέν, ὡς εἰκὸς ἦν, τὸν ἀπολωλυίας σωτῆρα πατρίδος γενόμενον καὶ κατάγοντα τὴν πόλιν αὐτὴν εἰς ἑαυτήν·1
就这样,罗马出人意料地沦陷,又更为出人意料地得救,在蛮族的统治下度过了整整七个月;因为他们在昆提利斯月(即七月)望日之后的数日进入该城,又在二月望日前后被逐出。卡米卢斯举行了凯旋式,这正合乎其身份,因为他已成为倾覆祖国的拯救者,并将这座城邦本身带回了其自身。
οἵ τε γὰρ ἔξωθεν ἅμα παισὶ καὶ γυναιξὶν εἰσελαύνοντος αὐτοῦ συγκατῄεσαν, οἵ τε πολιορκηθέντες ἐν τῷ Καπιτωλίῳ, μικροῦ δεήσαντες ἀπολέσθαι2 διὰ λιμόν, ἀπήντων περιβάλλοντες ἀλλήλους καὶ δακρύοντες ὑπὸ τῆς παρούσης ἡδονῆς, ἱερεῖς τε καὶ ζάκοροι θεῶν, ὅσα φεύγοντες αὐτόθι τῶν ἀβεβήλων ἔκρυψαν ἢ σὺν αὑτοῖς ἐξέκλεψαν, ἀνασωζόμενα κομίζοντες ἐπεδείκνυντο ποθουμένας ὄψεις τοῖς πολίταις δεχομένοις μετὰ χαρᾶς, ὥσπερ αὐτῶν τῶν θεῶν αὖθις εἰς τὴν Ῥώμην συγκατερχομένων·
盖当他驱车入城之时,城外的人们带着妻儿一同归来;而那些被围困于卡皮托利乌姆、几乎因饥饿而丧命的人,也迎上前去,彼此拥抱,在当下的喜悦中流下泪水。众神的神官与庙祝,将逃亡时留在原地深埋或随身暗自携出的不可亵渎之圣物安然带回,展示给欢欣迎候的市民,令他们目睹这渴望已久的景象,宛如众神亲自再次与众人一同返回罗马一般。
θύσας δὲ τοῖς θεοῖς καὶ καθάρας τὴν πόλιν ἐξηγουμένων τῶν περὶ ταῦτα δεινῶν, τὰ μὲν ὄντα τῶν ἱερῶν κατέστησεν, αὐτὸς δὲ ἱδρύσατο νεὼν Φήμης καὶ Κληδόνος,3 ἀνευρὼν ἐκεῖνον τὸν τόπον, ἐν ᾧ νύκτωρ ἡ καταγγέλλουσα τὴν τῶν βαρβάρων στρατιὰν ἐκ θεοῦ τῷ Καιδικίῳ Μάρκῳ φωνὴ προσέπεσε.
在向众神献祭,并在精通此类仪礼之人的指导下净化了全城之后,卡米卢斯修复了原有的庙宇圣所,自己更建立了一座敬奉“风闻与神音”的神庙,盖因他寻获了那个处所——在那里,曾有一道夜间预告蛮族军势的神圣声音传入马尔库斯·卡埃迪基乌斯的耳中。
- 30.1τὸν ἀπολωλυίας σωτῆρα πατρίδος γενόμενον καὶ κατάγοντα τὴν πόλιν αὐτὴν εἰς ἑαυτήν
宾格分词短语 τὸν ... γενόμενον καὶ κατάγοντα 在句法上作 ὡς εἰκὸς ἦν(正如理所应当)所隐含的宾格不定式从句(如 [αὐτὸν θριαμβεῦσαι])的逻辑主语,或者作为表示身份资格的宾格同位补足语(即“作为……之人,理所当然”)。
- 30.2μικροῦ δεήσαντες ἀπολέσθαι
短语 μικροῦ δεῖν / μικροῦ δεήσας 配合不定式是古典希腊语中的固定句式,意为“几乎”、“差一点就……”。此处分词 δεήσαντες 采用阳性复数主格,与主语 οἵ τε πολιορκηθέντες 保持一致。
- 30.3ἱδρύσατο νεὼν Φήμης καὶ Κληδόνος
“风闻与神音”(Φήμης καὶ Κληδόνος)是普鲁塔克将罗马神祇艾乌斯·罗库提乌斯(Aius Locutius,曾发出高卢人来袭预警的神音)意译为希腊语抽象名词成对并列的表达。
