← 普鲁塔克

卡米卢斯传

§29.1-29.5

卡米卢斯介入调停与加比尼乌斯大道之捷

卡米卢斯率军赶到城门,宣布以金赎城的协议非法无效;在经历短暂街战后,布伦努斯率部撤至加比尼乌斯大道,次日卡米卢斯大破凯尔特军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

οὔσης δὲ περὶ τούτων πρός τε τοὺς Κελτοὺς καὶ πρὸς αὑτοὺς διαφορᾶς ἄγων τὸν στρατὸν ὁ Κάμιλλος ἐν ταῖς πύλαις ἦν· καὶ πυθόμενος τὰ γινόμενα τοὺς ἄλλους ἐκέλευσεν ἐν τάξει καὶ σχέδην ἐπακολουθεῖν, αὐτὸς δὲ μετὰ τῶν ἀρίστων ἐπειγόμενος εὐθὺς ἐπορεύετο πρὸς τοὺς Ῥωμαίους.

正当就这些事与凯尔特人之间以及罗马人自己内部发生争执之际,卡米卢斯率军抵达了城门;在得知所发生之事后,他命令其余部队保持队列稳步跟进,自己则同精锐部队一起急行,径直前往罗马人那里。

§29.2

διαστάντων δὲ πάντων καὶ δεξαμένων αὐτόν ὡς αὐτοκράτορα κόσμῳ καὶ σιωπῇ, τὸ μὲν χρυσίον ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτοὺς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν εἰπὼν, ὡς σιδήρῳ πάτριόν ἐστι Ῥωμαίοις, οὐ χρυσῷ τὴν πατρίδα σῴζειν. ἀγανακτοῦντος δὲ τοῦ Βρέννου καὶ φάσκοντος ἀδικεῖσθαι λυομένης τῆς ὁμολογίας, ἀντεῖπε μὴ νομίμως γεγονέναι μηδὲ κυρίας εἶναι τὰς συνθήκας·

众人纷纷让开,在肃穆与寂静中如对待最高统帅一般迎接他;他遂将黄金从天秤上取下,交由扈从保管,并命令凯尔特人带上天秤和砝码退去,声称罗马人祖辈相传是以铁而非以金拯救祖国。布伦努斯大为愤慨,声称协议遭到废弃是对他的不公;卡米卢斯则反驳道,该盟约并非合法缔结,因而是无效的:

§29.3

ἤδη γὰρ αὐτοῦ δικτάτορος ᾑρημένου καὶ μηδενὸς ἄρχοντος ἑτέρου νόμῳ πρὸς οὐκ ἔχοντας ἐξουσίαν ὁμολογηθῆναι.1 νυνὶ δὲ χρῆναι λέγειν εἴ τι βούλονται· νόμῳ γὰρ ἥκειν κύριος γεγονὼς συγγνώμην τε δεομένοις δοῦναι καὶ δίκην, εἰ μὴ μετανοοῦσιν, ἐπιθεῖναι τοῖς αἰτίοις.

因为他当时已获选为独裁官,按法律并无任何其他政务官,该协议乃是与并无此项权力的人缔结的。因此现在他们若有何要求尽管提出;因为他是依据法律获得全权而来,若有请求自当宽恕,若不悔过则必对罪魁施加惩罚。

§29.4

πρὸς ταῦτα θορυβηθεὶς ὁ Βρέννος ἥψατο μὲν ἁψιμαχίας, καὶ προῆλθον ἄχρι ξιφουλκίας ἑκάτεροι καὶ διωθισμῶν ἀναμεμιγμένοι πρὸς ἀλλήλους, ὥσπερ εἰκός, ἐν οἰκίαις καὶ στενωποῖς ἀναστρεφόμενοι καὶ χωρίοις δέξασθαι παράταξιν οὐ δυναμένοις. ταχὺ δὲ συμφρονήσας2 ὁ Βρέννος ἀπήγαγε τοὺς Κελτοὺς εἰς τὸ στρατόπεδον οὐ πολλῶν πεσόντων, καὶ νυκτὸς ἀναστήσας ἅπαντας ἐξέλιπε τὴν πόλιν, καὶ προελθὼν ἑξήκοντα σταδίους κατεστρατοπέδευσε παρὰ τὴν Γαβινίαν ὁδόν.

布伦努斯为此大受震动,遂挑起一场冲突;双方发展到拔剑相向、彼此推挤缠斗,正如情理之中,他们是在民宅、窄巷以及无法展开战阵的地方往来混战。然而布伦努斯很快冷静下来,在伤亡不多之时率领凯尔特人退回营地;夜间他号令全军撤离该城,行进了六十斯塔德后,在加比尼乌斯大道旁扎下营盘。

§29.5

ἅμα δʼ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπʼ αὐτόν ὡπλισμένος λαμπρῶς καὶ τεθαρρηκότας ἔχων τότε τοὺς Ῥωμαίους·3 καὶ γενομένης ἰσχυρᾶς μάχης ἐπὶ πολὺν χρόνον αὐτούς τε τρέπεται πολλῷ φόνῳ καὶ λαμβάνει τὸ στρατόπεδον. τῶν δὲ φευγόντων οἱ μὲν εὐθὺς ἀνῃρέθησαν καταδιωχθέντες, τοὺς δὲ πλείστους διασπαρέντας ἐπεκθέοντες ἐκ τῶν πέριξ κωμῶν καὶ πόλεων ἔκτεινον.

黎明时分,卡米卢斯全副锃亮武装,率领此时士气大振的罗马军队逼到他面前;在长久激战之后,他大溃敌军,歼敌无数,攻占了其营垒。逃跑之人中,有的随即被追上歼灭,而大部分溃散之人,则被从四周村镇中奔涌而出的人们斩杀殆尽。

语法注3 条
  1. 29.3πρὸς οὐκ ἔχοντας ἐξουσίαν ὁμολογηθῆναι

    不定式 ὁμολογηθῆναι 在间接引语中作动词,承接上文卡米卢斯的申辩,其主语(协议)在语境中省略。前文两个属格独立结构 αὐτοῦ δικτάτορος ᾑρημένου 与 μηδενὸς ἄρχοντος ἑτέρου [sc. ὄντος] νόμῳ 构成了理由:独裁官既然已经合法产生,依法便无其他长官具有统帅权,故而此项协议乃是“与无此权限之人”所缔结,因而不具法律约束力。

  2. 29.4ταχὺ δὲ συμφρονήσας

    动词 συμφρονέω 通常指“意见一致”,但此处依希腊化时期及普鲁塔克的特有用法,作“冷静下来”、“察觉局势/醒悟”解,指布伦努斯迅速意识到在民宅窄巷中混战对己方极为不利。

  3. 29.5τεθαρρηκότας ἔχων τότε τοὺς Ῥωμαίους

    完成体主动分词 τεθαρρηκότας(充满信心/士气高昂的)修饰宾语 τοὺς Ῥωμαίους,与动词分词 ἔχων 结合构成表语性结构,意为“统领着此时士气高昂的罗马军”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:29.1-29.5