- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:2.1-2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡米卢斯凭借早年的战场英勇建立声名并就任监察官,推行有关寡妇安置和筹措军费的税制改革;其后在胶着的维爱围城战期间,他第二次担任军务保民官,击溃了法莱里与卡佩纳的敌军。
οὔπω δὲ τότε περὶ τὸν τῶν Φουρίων οἶκον οὔσης μεγάλης ἐπιφανείας αὐτὸς ἀφʼ ἑαυτοῦ πρῶτος εἰς δόξαν προῆλθεν ἐν τῇ μεγάλῃ μάχῃ πρὸς Αἰκανοὺς καὶ Οὐολούσκους ὑπὸ δικτάτορι Ποστουμίῳ Τουβέρτῳ στρατευόμενος, προϊππεύων γὰρ τοῦ στρατοῦ καὶ πληγῇ περιπεσὼν εἰς τὸν μηρόν οὐκ ἀνῆκεν, ἀλλʼ ἐγκείμενον τῷ τραύματι παρέλκων τὸ ἀκόντισμα καὶ συμπλεκόμενος τοῖς ἀρίστοις τῶν πολεμίων τροπὴν ἐποίησεν.
当时富里乌斯家族尚无显赫的声名,但他本人凭着自己的力量,在独裁官波斯图米乌斯·图贝尔图斯麾下对阿埃奎人和沃斯基人的大会战中,首先脱颖而出赢得了声誉。因为他在全军之前策马冲锋时大腿负伤,却毫不退缩,反而拖着插在伤口里的标枪,与敌人中最勇猛之辈短兵相接,将他们击溃。
ἐκ δὲ τούτου τῶν τʼ ἄλλων γερῶν ἔτυχε καὶ τιμητὴς ἀπεδείχθη, μέγα τῆς ἀρχῆς ἀξίωμα ταύτης ἐπὶ τῶν τότε χρόνων ἐχούσης. μνημονεύεται δὲ αὐτοῦ τιμητεύοντος καλὸν μὲν ἔργον τὸ τοὺς ἀγάμους λόγοις τε πείθοντα καὶ ζημίαις ἀπειλοῦντα συγκαταζεῦξαι ταῖς χηρευούσαις γυναιξί πολλαὶ δʼ ἦσαν αὗται διὰ τοὺς πολέμους, ἀναγκαῖον δὲ τὸ καὶ τοὺς ὀρφανοὺς ὑποτελεῖς ποιῆσαι πρότερον ἀνεισφόρους ὄντας.
因此,他不仅获得了其他奖赏,还被任命为监察官;该官职在当时享有极高的尊荣。他任监察官期间为人所称道者,其善政在于既施以言辞劝说又以罚款威慑,使单身汉与因战乱而人数众多的寡妇结合;其不得已之政在于使先前免税的孤儿也承担起赋税。
αἴτιαι δʼ ἦσαν αἱ συνεχεῖς στρατεῖαι μεγάλων ἀναλωμάτων δεόμεναι, καὶ μάλιστα κατήπειγεν ἡ Οὐηΐων πολιορκία, τούτους ἔνιοι Οὐηιεντανοὺς καλοῦσιν. ἦν δὲ πρόσχημα τῆς Τυρρηνίας ἡ πόλις, ὅπλων μὲν ἀριθμῷ καὶ πλήθει τῶν στρατευομένων οὐκ ἀποδέουσα τῆς Ῥώμης, πλούτῳ δὲ καὶ βίων ἁβρότητι καὶ τρυφαῖς καὶ πολυτελείαις ἀγαλλομένη πολλοὺς καὶ καλοὺς ἀγῶνας ἠγωνίσατο περὶ δόξης καὶ δυναστείας πολεμοῦσα Ῥωμαίοις.
原因在于连绵不断的战事需要巨额开销,尤其是对维爱(有人称这些人为维爱坦尼人)的围攻十分吃紧。该城是伊特鲁里亚的屏障,在武装数量和兵员规模上都不亚于罗马,且以其财富、生活的优裕、奢华与排场自豪,曾为争夺荣耀与霸权而与罗马人交锋,进行了许多次激烈的争战。
ἐν δὲ τῷ τότε χρόνῳ τῆς μὲν φιλοτιμίας ἀφειστήκει συντριβεῖσα μεγάλαις μάχαις· ἐπαράμενοι δὲ τείχη μεγάλα καὶ καρτερά1 καὶ τὴν πόλιν ὅπλων καὶ βελῶν καὶ σίτου καὶ παρασκευῆς ἁπάσης ἐμπλήσαντες, ἀδεῶς ὑπέμενον τὴν πολιορκίαν, μακρὰν μὲν οὖσαν, οὐχ ἧττον δὲ τοῖς πολιορκοῦσιν ἐργώδη καὶ χαλεπὴν γενομένην.
但在那时,维爱人在数次大会战中遭受重创,已放弃了争霸的野心;他们筑起高大坚固的城墙,城内充实了武器、弹矢、粮食和一切物资,毫无惧色地承受着围困——围攻不仅旷日持久,对围城者而言也同样艰苦备尝。
εἰθισμένοι γὰρ οὐ πολὺν χρόνον ἅμα ὥρᾳ θέρους ἔξω στρατεύειν,2 οἴκοι δὲ διαχειμάζειν, τότε πρῶτον ἠναγκάσθησαν ὑπὸ τῶν χιλιάρχων φρούρια κατασκευασάμενοι καὶ τὸ στρατόπεδον τειχίσαντες ἐν τῇ πολεμίᾳ χειμῶνα καὶ θέρος συνάπτειν, ἤδη σχεδὸν ἔτους ἑβδόμου τῷ πολέμῳ τελευτῶντος. ὥστε καὶ τοὺς ἄρχοντας ἐν αἰτίᾳ γενέσθαι καὶ μαλακῶς πολιορκεῖν δοκοῦντας ἀφαιρεθῆναι τὴν ἀρχήν,3 ἑτέρων αἱρεθέντων ἐπὶ τὸν πόλεμον ὧν ἦν καὶ Κάμιλλος τότε χιλιαρχῶν τὸ δεύτερον.
因为罗马士兵以往习惯在夏季短时间出外征战,冬季则返回国内,此时却首次被迫遵照军务保民官的命令修筑要塞、巩固营垒,在敌境中将冬季与夏季相连,而此时战争已行将结束第七个年头。因此,将领们也遭到指控,被认为围城不力而被罢免职务,另行选派他人负责战事,其中就包括当时第二次担任军务保民官的卡米卢斯。
ἔπραξε δὲ περὶ τὴν πολιορκίαν οὐδὲν ἐν ἐκείνῳ τῷ χρόνῳ, λαχὼν Φαλερίοις καὶ Καπηνάταις πολεμεῖν, οἳ διʼ ἀσχολίαν τότε πολλὰ τὴν χώραν καθυβρίσαντες καὶ παρὰ πάντα τὸν Τυρρηνικὸν πόλεμον ἐνοχλήσαντες ἐπιέσθησαν ὑπὸ τοῦ Καμίλλου καὶ συνεστάλησαν εἰς τὰ τείχη πολλοὺς ἀποβαλόντες.
但卡米卢斯在当时并未参与围城行动,因为他抽签分得与法莱里人和卡佩纳人作战的任务;这些人当时趁罗马人无暇他顾而大肆劫掠其乡野,并在整场伊特鲁里亚战争期间不断骚扰,如今却遭到卡米卢斯的严厉打击,损失惨重,被迫退缩到城墙之内。
- 2.4ἐπαράμενοι δὲ τείχη μεγάλα καὶ καρτερά
此处出现根据意义一致(constructio ad sensum)的构文交替:由前句的语法主语阴性单数名词 ἡ πόλις(城邦)转向指代城中全体居民的阳性复数分词 ἐπαράμενοι。其后的分词 ἐμπλήσαντες 亦同此以城民为主语。
- 2.5εἰθισμένοι γὰρ οὐ πολὺν χρόνον ἅμα ὥρᾳ θέρους ἔξω στρατεύειν
句首的完成时被动分词 εἰθισμένοι(阳性主格复数)修饰主句主语(语境中的罗马士兵),表背景原因或让步。它置于主动词 ἠναγκάσθησαν 之前,突出了以往短暂作战的惯例与本次反常的越冬围城之间的对比。
- 2.5ὥστε καὶ τοὺς ἄρχοντας ἐν αἰτίᾳ γενέσθαι καὶ μαλακῶς πολιορκεῖν δοκοῦντας ἀφαιρεθῆναι τὴν ἀρχήν
由 ὥστε 引导的结果从句,包含带有对格不定词构文的两个不定词(γενέσθαι 与 ἀφαιρεθῆναι),由 καὶ...καί 连接。不定词的逻辑主语为 τοὺς ἄρχοντας;被动语态 ἀφαιρεθῆναι 保留了表示被剥夺物的宾格 τὴν ἀρχήν(“被免去职位”)。
