← 普鲁塔克

卡米卢斯传

§28.1-28.5

称金索赎与布伦努斯投剑于秤

受瘟疫与饥荒折磨的高卢人与城内绝粮的罗马人开启和谈,商定以千磅黄金换取撤军;在秤金起争执时,布伦努斯蛮横地将佩剑掷于秤上以羞辱罗马人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ἐκ τούτου τὰ τῶν Κελτῶν ἦν ἀθυμότερα. καὶ γὰρ ἐπιτηδείων ἐσπάνιζον εἰργόμενοι προνομῆς φόβῳ τοῦ Καμίλλου, καὶ νόσος ὑποικούρησεν αὐτοὺς ἐν νεκρῶν πλήθει χύδην καταβεβλημένων σκηνοῦντας ἐν ἐρειπίοις, τό τε βάθος τῆς τέφρας ἀέρα ξηρότητι καὶ δριμύτητι φαῦλον ὑπὸ πνευμάτων καὶ καυμάτων ἀναθυμιώσης ἐλυμαίνετο τὰ σώματα διὰ τῆς ἀναπνοῆς.

自此以后,凯尔特人士气更趋低落。因为惧怕卡米卢斯,他们无法外出掠夺,粮草匮乏;又因扎营于废墟之中,堆叠着狼藉抛弃的大量尸首,瘟疫在他们中蔓延;而厚厚的灰烬在风吹日晒下散发出干燥刺鼻的恶劣空气,通过呼吸伤害着他们的身躯。

§28.2

μάλιστα δʼ ἡ μεταβολὴ τῆς συντρόφου διαίτης ἐκ τόπων σκιερῶν καὶ θέρους καταφυγὰς ἀλύπους ἐχόντων ἐμβαλόντας εἰς χώραν ταπεινὴν1 καὶ κεκραμένην ἀφυῶς πρὸς τὸ μετόπωρον ἐκίνησεν αὐτούς, ἥ τε πρὸς τῷ Καπιτωλίῳ καθέδρα καὶ σχολὴ γενομένη χρόνιος, ἕβδομον γὰρ ἐκεῖνον οἰκούρουν μῆνα πολιορκοῦντες. ὥστε φθορὰν εἶναι πολλὴν ἐν τῷ στρατοπέδῳ καὶ μηδὲ θάπτεσθαι διὰ πλῆθος ἔτι τοὺς ἀποθνῄσκοντας.

更主要的是,他们惯常的生活方式发生了剧变——从林荫密布、夏日宜人避暑的居地,骤然闯入这片低洼且与秋季气候极为不调的土地——再加上围困卡庇托尔山日久无所事事,使他们大受打击,因为他们在此围城已驻留至第七个月。以致营中死伤极惨,甚至因尸体过多而不再予以安葬。

§28.3

οὐ μὴν παρὰ τοῦτο τὰ πράγματα βελτίω τοῖς πολιορκουμένοις ἦν. ἐπέτεινε γὰρ ὁ λιμός, ἥ τε τῶν περὶ Κάμιλλον ἄγνοια παρεῖχε δυσθυμίαν οὐδεὶς γὰρ ἐφοίτα παρʼ αὐτῶν διὰ τὸ φρουρεῖσθαι τὴν πόλιν ἀκριβῶς ὑπὸ τῶν βαρβάρων, ὅθεν οὕτω πράττουσιν ἀμφοτέροις ἐγίνοντο συμβατικοὶ λόγοι2 διὰ τῶν προφυλάκων τὸ πρῶτον ἀλλήλοις ἐντυγχανόντων·

然而,被围之人的处境并未因此有所改善。因为饥荒愈发严重,而且对卡米卢斯动向的一无所知也使人意气消沉,在蛮族的严密封锁下,竟无一人能从他那里通达城内。于是,在双方皆处此困境之时,通过前哨卫兵最初的接触,开启了和谈交涉。

§28.4

εἶτα, ὡς ἔδοξε τοῖς κρατίστοις, συνελθόντος εἰς λόγους Βρέννῳ Σουλπικίου τοῦ χιλιάρχου τῶν Ῥωμαίων, ὡμολογήθη τοὺς μὲν χιλίας λίτρας χρυσίου καταβαλεῖν, τοὺς δὲ λαβόντας ἐκ τῆς πόλεως αὐτίκα καὶ τῆς χώρας ἀναχωρεῖν. ἐπὶ τούτοις γενομένων ὅρκων καὶ τοῦ χρυσίου κομισθέντος, τῶν δὲ Κελτῶν περὶ τὸν σταθμὸν ἀγνωμονούντων κρύφα τὸ πρῶτον, εἶτα καὶ φανερῶς ἀφελκόντων καὶ διαστρεφόντων τὴν ῥοπήν, ἠγανάκτουν οἱ Ῥωμαῖοι πρὸς αὐτούς.

随后,经当局决议,罗马人的军团长苏尔皮基乌斯与布伦努斯会谈,双方达成协议:罗马人交付一千磅黄金,而高卢人在受领后须立即撤出该城及其境域。在依此立誓并送来黄金之后,凯尔特人在秤量时先是暗中使诈,继而公然拉扯、拨动衡器使其失衡,罗马人遂对他们极为愤慨。

§28.5

ὁ δὲ Βρέννος οἷον ἐφυβρίζων καὶ καταγελῶν ἀποδυσάμενος τὴν μάχαιραν ἅμα καὶ τὸν ζωστῆρα προσέθηκε τοῖς σταθμοῖς. πυνθανομένου δὲ τοῦ Σουλπικίου, τί τοῦτο; τί γὰρ ἄλλο, εἶπεν, ἢ τοῖς νενικημένοις ὀδύνη; τοῦτο μὲν οὖν ἤδη παροιμιώδης λόγος γέγονε. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἠγανάκτουν καὶ τὸ χρυσίον ᾤοντο δεῖν λαβόντας αὖθις ἀπιέναι καὶ τὴν πολιορκίαν ὑπομένειν οἱ δὲ συγχωρεῖν ἐκέλευον ἀδικουμένους μέτρια, καὶ μὴ τῷ πλέον διδόναι προσλογίζεσθαι τὸ αἰσχρόν,3 αὐτό γε τὸ δοῦναι διὰ τὸν καιρὸν οὐ καλῶς ἀλλʼ ἀναγκαίως ὑπομένοντας.

布伦努斯却仿佛羞辱嘲弄一般,解下佩刀连同腰带一并加于秤盘之上。当苏尔皮基乌斯质问“这是何意?”时,他答道:“除了‘败者唯有痛苦’,还能是什么?” 这句话如今已成为一句谚语。罗马人中有人愤慨不已,认为应当取回黄金退回城内,继续坚守围城;另一些人则劝告说,蒙受些许不公,不妨退让,既然迫于危局不得不承受纳金之事本身,本非体面而是出于无奈,就不必再将多给财物额外视作不可忍受的奇耻大辱。

语法注3 条
  1. 28.2ἐμβαλόντας εἰς χώραν ταπεινὴν

    宾格分词 ἐμβαλόντας 与主句动词 ἐκίνησεν 的宾语 αὐτούς 一致。全句主语为 ἡ μεταβολὴ 与 ἥ τε ... καθέδρα,句式骨架为“改变……打击了他们(这些冲入低洼之地的凯尔特人)”。

  2. 28.3ὅθεν οὕτω πράττουσιν ἀμφοτέροις ἐγίνοντο συμβατικοὶ λόγοι

    与格 ἀμφοτέροις 充当动词 ἐγίνοντο 的关涉与格,由分词 οὕτω πράττουσιν 修饰,意为“因此在双方都处于如此处境之下,达成了和解交涉”。

  3. 28.5καὶ μὴ τῷ πλέον διδόναι προσλογίζεσθαι τὸ αἰσχρόν

    τῷ πλέον διδόναι 为带冠词的不定词与格,与动词 προσλογίζεσθαι(额外计入、归咎于)搭配,直接宾语为 τὸ αἰσχρόν。整句意为“不可在多付黄金之上额外加诸耻辱之名”,后接分词 ὑπομένοντας 给出理由(因交付本身即是迫于形势的无奈之举)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:28.1-28.5