← 普鲁塔克

卡米卢斯传

§27.1-27.5

圣鹅的警示与高卢人夜袭的击退

高卢人趁夜攀登卡皮托尔山险壁,但赫拉的圣鹅惊醒了罗马守军,曼利乌斯等人奋勇迎敌击退突袭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

τοιαῦτα τοῦ βασιλέως διαλεχθέντος ὑπέστησαν οἱ Γαλάται προθύμως, καὶ περὶ μέσας νύκτας ἐπιβάντες ἅμα πολλοὶ τῆς πέτρας ἐχώρουν ἄνω μετὰ σιωπῆς, ἐμφυόμενοι τοῖς χωρίοις ἀποτόμοις οὖσι καὶ χαλεποῖς, οὐ μὴν ἀλλὰ μᾶλλον ἢ προσεδοκήθη πειρωμένων αὐτῶν προσιεμένοις καὶ παρείκουσιν,1 ὥστε τοὺς πρώτους ἁψαμένους τῶν ἄκρων καὶ διασκευασαμένους ὅσον οὐκ ἤδη2 τοῦ προτειχίσματος ἅπτεσθαι καὶ τοῖς φύλαξιν ἐπιχειρεῖν κοιμωμένοις· ᾔσθετο γὰρ οὔτʼ ἄνθρωπος οὔτε κύων. ἀλλὰ χῆνες ἦσαν ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας τρεφόμενοι τὸν ἄλλον χρόνον ἀφθόνως, τότε δὲ τῶν σιτίων ἤδη γλίσχρως καὶ μόλις αὐτοῖς διαρκούντων ἀμελούμενοι κακῶς ἔπραττον.

国王这番话说罢,高卢人欣然领命。约在半夜时分,许多人一同攀上岩石,在寂静中向上攀登。他们紧抓着那些陡峭险阻之地,而这些地形在他们尝试之下,倒比预料中更容易通行且有所让步,以至于领先之人已经登顶并整顿好队伍,眼看就要夺取胸墙并向熟睡的守卫发起进攻;因为无论人还是狗都毫无察觉。然而赫拉神庙旁饲养着一些圣鹅,往常它们食料充盈,但当时粮食已然匮乏,连人自己都勉强维持,圣鹅因而被疏忽而处境凄惨。

§27.3

ἔστι μὲν οὖν καὶ φύσει πρὸς αἴσθησιν ὀξὺ καὶ ψοφοδεὲς τὸ ζῷον ἐκεῖνοι δὲ καὶ διὰ λιμὸν ἀγρυπνητικοὶ καὶ θορυβώδεις γεγονότες ταχὺ τὴν ἔφοδον ᾔσθοντο τῶν Γαλατῶν, καὶ μετὰ δρόμου καὶ κλαγγῆς φερόμενοι πρὸς αὐτούς ἐπήγειραν ἅπαντας, ἤδη καὶ τῶν βαρβάρων διὰ τὸ μὴ λανθάνειν ἀφειδούντων θορύβου καὶ βιαιότερον ἐπιτιθεμένων.

这种动物本性就感觉敏锐且易被响动惊吓;此时它们因饥饿而难以入眠、躁动不安,便迅速察觉到了高卢人的突袭,奔跑鸣叫着冲向他们,将所有人唤醒;而蛮族人由于行踪败露,也就不再顾忌声响,更加猛烈地猛攻上来。

§27.4

ἁρπάσαντες οὖν ὑπὸ σπουδῆς ᾧ τις ἕκαστος ὅπλῳ προσετύγχανεν,3 ἐκ τοῦ παρόντος ἐβοήθουν. πάντων δὲ πρῶτος Μάλλιος, ἀνὴρ ὑπατικὸς, τό τε σῶμα ῥωμαλέος καὶ φρονήματι ψυχῆς ἐπιφανής, ἀπαντήσας δυσὶν ὁμοῦ τῶν πολεμίων τοῦ μὲν ἔφθασε διῃρμένου κοπίδα τῷ ξίφει τὴν δεξιὰν ἀποκόψας,4 τὸν δὲ τῷ θυρεῷ πατάξας εἰς τὸ πρόσωπον ἔωσεν ὀπίσω κατὰ τῆς πέτρας.

于是众人慌乱之中抓起各自顺手碰到的武器,因地制宜地奔赴救援。在所有人中最先〔赶到〕的前执政官曼利乌斯,身躯雄健且气魄卓绝,迎面遭遇两名敌兵:其中一人正举起马刀,他先发制人,用剑斩断了其右手;另一人则被他用大盾击中面部,向后推下悬崖。

§27.5

ἐπιστὰς δὲ τῷ τείχει μετὰ τῶν συνδραμόντων καὶ γενομένων περὶ αὐτὸν ἀπέστρεψε τοὺς ἄλλους, οὔτε πολλοὺς ἄνω γενομένους οὔτε πράξαντάς τι τῆς τόλμης ἄξιον, οὕτω δὲ τὸν κίνδυνον ἐκφυγόντες ἅμʼ ἡμέρᾳ τὸν μὲν ἄρχοντα τῶν φυλάκων ἔρριψαν εἰς τοὺς πολεμίους κατὰ τῆς πέτρας, τῷ δὲ Μαλλίῳ τῆς νίκης ἀριστεῖα πρὸς τιμὴν μεγάλην μᾶλλον ἢ χρείαν ψηφισάμενοι συνήνεγκαν ὅσον ἡμέρας ἕκαστος ἐλάμβανεν εἰς τροφήν, σίτου μὲν ἡμίλιτρον ἐπιχωρίου οὕτω γὰρ καλοῦσιν αὐτό, οἴνου δὲ κοτύλης Ἑλληνικῆς τέταρτον.

曼利乌斯与闻讯赶来聚集在他周围的众人立于城墙之上,击退了其余的人,登顶者本就不多,亦未能取得配得上其勇气的战果。逃过这一劫后,他们在天亮时将卫队首领推下悬崖摔向敌阵;而对曼利乌斯,他们经表决授予胜利的勇士奖赏,这与其说是出于实用,不如说为了极高的荣耀:每人拿出自己每日所得的口粮份额,即半里特拉(他们正是如此称呼的)当地粮食以及四分之一希腊品脱的酒。

语法注4 条
  1. 27.1πειρωμένων αὐτῶν προσιεμένοις καὶ παρείκουσιν

    分词 προσιεμένοις 与 παρείκουσιν 在性、数、格上均与前面的与格短语 τοῖς χωρίοις(那些险阻之地)一致,运用拟人手法表示地形“接纳并让步”。πειρωμένων αὐτῶν 为插入其间的独立属格(“在他们尝试时”)。

  2. 27.2ὅσον οὐκ ἤδη

    成语性副词短语 ὅσον οὐ(意为“几乎”、“差一点就”)加上 ἤδη,修饰随后的不定式 ἅπτεσθαι 和 ἐπιχειρεῖν,表明动作已到了即将实现的边缘。

  3. 27.4ᾧ τις ἕκαστος ὅπλῳ προσετύγχανεν

    此处出现了先行词并入关系从句及引力(incorporation / attraction)现象。其基础句式为 ἁρπάσαντες [τὸ ὅπλον] ᾧ τις ἕκαστος προσετύγχανεν;由于动词 προσετύγχανεν(“偶然碰见”)支配与格,先行词 ὅπλον 被吸入从句中并与关系代词 ᾧ 一致而变为与格。

  4. 27.4τοῦ μὲν ἔφθασε διῃρμένου κοπίδα τῷ ξίφει τὴν δεξιὰν ἀποκόψας

    动词 ἔφθασε(源自 φθάνω,“先发制人、抢先”)与分词 ἀποκόψας(“通过斩断”)构成固定搭配。属格 τοῦ μὲν ... διῃρμένου(“举起武器的那一人之……”)为修饰 ἀποκόψας 的直接宾语 τὴν δεξιάν(“右手”)的所属属格,与后一分句的宾格 τὸν δέ 形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:27.1-27.5