← 普鲁塔克

卡米卢斯传

§26.1-26.2

攀登痕迹被发觉与布伦努斯的夜袭动员

卡米卢斯在维爱整顿大军准备反击,而高卢人在罗马偶然发现通往卡皮托尔山的攀登痕迹,国王布伦努斯遂召集精锐攀爬小队并发表战前动员。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ἐκείνων δὲ δεξαμένων προθύμως ἀφικόμενος ὁ Κάμιλλος ἤδη μὲν ἐν ὅπλοις δισμυρίους κατέλαβε, πλείονας δὲ συνῆγεν ἀπὸ τῶν συμμάχων καὶ παρεσκευάζετο πρὸς τὴν ἐπίθεσιν. οὕτω μὲν ᾑρέθη δικτάτωρ ὁ Κάμιλλος τὸ δεύτερον καὶ πορευθεὶς εἰς Οὐηΐους ἐνέτυχε τοῖς στρατιώταις καὶ συνῆγε πλείους ἀπὸ τῶν συμμάχων ὡς ἐπιθησόμενος τοῖς πολεμίοις. ἐν δὲ τῇ Ῥώμῃ τῶν βαρβάρων τινὲς ἐκείνῃ κατὰ τύχην παρεξιόντες, ᾗ διὰ νυκτὸς ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, καταμαθόντες πολλαχῇ μὲν ἴχνη ποδῶν καὶ χειρῶν, ὡς ἀντελαμβάνετο καὶ περιεδράττετο, πολλαχῇ δὲ τῶν ἐπιπεφυκότων τοῖς κρημνοῖς ἀποτριβὰς καὶ περιολισθήσεις τῶν γεωδῶν, φράζουσι τῷ βασιλεῖ.

在他们欣然接纳之后,卡米卢斯赶到,发现已有两万人全副武装,他便从同盟者中召集了更多的人,准备发起进攻。卡米卢斯就是这样第二次被推选为独裁官,他前往维爱与士兵会合,并从同盟者中聚集了更多兵力,打算向敌人发起进攻。与此同时,在罗马,一些蛮族人偶然路过庞提乌斯在夜间登上卡皮托尔山的地方,多处发现了他在攀爬与抓握时留下的手足痕迹,以及峭壁上生长的植物被擦断、泥土滑落的痕迹,便禀报了国王。

§26.2

κἀκεῖνος ἐπελθὼν καὶ θεασάμενος τότε μὲν ἡσύχαζεν, ἑσπέρας δὲ τοὺς ἐλαφροτάτους τοῖς σώμασι καὶ πεφυκότας ὀρειβατεῖν μάλιστα τῶν Κελτῶν συναγαγών, Τὴν μὲν ὁδόν,1 εἶπεν, ἡμῖν ἐφʼ ἑαυτοὺς ἀγνοουμένην οἱ πολέμιοι δεικνύουσιν ὡς οὔτʼ ἀπόρευτος οὔτε ἄβατος ἀνθρώποις ἐστίν, αἰσχύνη δὲ πολλὴ τὴν ἀρχὴν ἔχοντας2 ἐλλείπειν πρὸς τὸ τέλος καὶ προέσθαι τὸν τόπον ὡς ἀνάλωτον, αὐτῶν τῶν πολεμίων ᾗ ληπτός ἐστι διδασκόντων, ᾗ γὰρ ἑνὶ προσβῆναι ῥᾴδιον, οὐδὲ πολλοῖς καθʼ ἕνα δύσκολον, ἀλλὰ καὶ ῥώμη καὶ βοήθεια πολλὴ μετʼ ἀλλήλων ἐπιχειροῦσι.3 δωρεαὶ δὲ καὶ τιμαὶ πρέπουσαι τῆς ἀνδραγαθίας ἑκάστῳ δοθήσονται.

国王亲自前去查看后,当时并未声张,但到了傍晚,他召集了凯尔特人中体态最为轻捷、生来最善于登山的人,说道: “那条 原本不为我们所知、直通他们自身的道路,敌人向我们表明,它对人类而言既非无法逾越,亦非不可攀登。既然敌人亲自指明了攻克之法,那么握有开端却在终点前功亏一篑,将该地视作不可攻陷而放弃,实为奇耻大辱。因为一人易于攀登之处,众人依次而上也绝非难事,而且众人互相协同而行,反而会有巨大的力量和互助。每一个人都将按其勇武获得应有的赏赐和荣耀。”

语法注3 条
  1. 26.2Τὴν μὲν ὁδόν

    提前结构(prolepsis):在逻辑上作为从属从句(ὡς οὔτʼ ἀπόρευτος οὔτε ἄβατος... ἐστίν)主语的名词短语,被提前置于句首,充当主句动词 δεικνύουσιν 的宾格宾语。

  2. 26.2τὴν ἀρχὴν ἔχοντας

    宾格分词短语,在由 αἰσχύνη πολλή [ἐστί](实为奇耻大辱)引导的宾格不定式结构中,充当不定式 ἐλλείπειν 与 προέσθαι 的逻辑主语(“对于掌握了开端的人而言……”)。

  3. 26.2μετʼ ἀλλήλων ἐπιχειροῦσι

    与格分词短语,在句中作关涉或利益与格,承接前面的 πολλοῖς(众人),指明主格名词 ῥώμη καὶ βοήθεια πολλή(巨大的力量和互助)是针对“那些彼此协作尝试的人”而产生的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:26.1-26.2