← 普鲁塔克

卡米卢斯传

§25.1-25.4

蓬提乌斯潜入卡比托利欧与卡米卢斯受任独裁官

热切追求荣耀的青年蓬提乌斯·科米纽斯自愿潜入重围,泅渡河流并攀登绝壁进入被围困的卡比托利欧山。他向元老院报告了卡米卢斯的胜利与驻军的意愿,元老院遂任命卡米卢斯为独裁官,蓬提乌斯亦安全返回。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

ἦν δέ τις ἐν τοῖς νέοις Πόντιος Κομίνιος, τῶν μέσων κατὰ γένος πολιτῶν, δόξης δὲ καὶ τιμῆς ἐραστής· οὗτος ὑπέστη τόν ἆθλον ἑκούσιος. καὶ γράμματα μὲν οὐκ ἔλαβε πρὸς τοὺς ἐν τῷ Καπιτωλίῳ, μὴ ληφθέντος αὐτοῦ φωράσωσιν οἱ πολέμιοι διʼ αὐτῶν τοῦ Καμίλλου τήν διάνοιαν, ἐσθῆτα δὲ φαύλην ἔχων καὶ φελλοὺς ὑπʼ αὐτῇ κομίζων τήν μὲν ἄλλην ὁδὸν ἡμέρας ἀδεῶς διῆλθεν, ἐγγὺς δὲ τῆς πόλεως γενόμενος ἤδη σκοταῖος, ἐπεὶ κατὰ γέφυραν οὐκ ἦν τόν ποταμὸν περᾶσαι1 τῶν βαρβάρων παραφυλαττόντων, τήν μὲν ἐσθῆτα τῇ κεφαλῇ περισπειράσας οὐ πολλὴν οὐδὲ βαρεῖαν, τοῖς δὲ φελλοῖς ἐφεὶς τὸ σῶμα καὶ συνεπικουφίζων τῷ περαιοῦσθαι2 πρὸς τήν πόλιν ἐξέβη. καὶ παραλλάττων ἀεὶ τοὺς ἐγρηγορότας, τοῖς φέγγεσι καὶ τῷ θορύβῳ τεκμαιρόμενος, ἐβάδιζε πρὸς τὴν Καρμεντίδα πύλην, ἣ πλείστην εἶχεν ἡσυχίαν, καὶ μάλιστα κατʼ αὐτὴν ὄρθιος ὁ τοῦ Καπιτωλίου λόφος ἀνέστηκε καὶ πέτρα κύκλῳ πολλὴ καὶ τραχεῖα περιπέφυκε· διʼ ἧς ἀνέβη λαθὼν καὶ προσέμιξε τοῖς φυλάττουσι τὸ διατείχισμα χαλεπῶς καὶ μόλις κατὰ τὸ λαγαρώτατον.

在青年之中有一名叫蓬提乌斯·科米纽斯的人,按出身属于中等阶层的公民,却极其渴望荣耀与声名;他自愿承担了这一艰巨的任务。他没有携带任何致卡比托利欧山中之人的书信,以免自己若遭俘获,敌人会借此察觉卡米卢斯的意图;他身着简陋的衣衫,衣下藏着软木,毫无畏惧地在白天走完了其余的路程。当他接近城池时,天色已晚,由于蛮族严加防守,无法经由桥梁渡河,他便将并不宽大厚重的衣物卷缠在头上,把身体托付给软木,在渡河时借助浮力支撑身体,登上了靠近城池的岸边。他根据火光与喧哗声判断敌情,不断避开醒着放哨的人,向着最安静的卡尔门提斯门走去。正是在这里,卡比托利欧山的山岗高耸峻拔,周围岩石丛生、崎岖难行;他借此隐秘地上攀,历经艰难险阻,终于从最不陡峭处到达了防守护墙的守卫那里。

§25.3

ἀσπασάμενος δὲ τοὺς ἄνδρας καὶ φράσας ἑαυτὸν ἐξ ὀνόματος, ἀναληφθεὶς ἐχώρει πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων. ταχὺ δὲ συγκλήτου γενομένης παρελθὼν τήν τε νίκην ἀπήγγειλε τοῦ Καμίλλου πρότερον οὐ πυθομένοις, καὶ τὰ δοκοῦντα τοῖς στρατιώταις διηγεῖτο· καὶ παρεκάλει τῷ Καμίλλῳ βεβαιῶσαι τὴν ἀρχήν, ὡς μόνῳ πεισομένων ἐκείνῳ τῶν ἔξω πολιτῶν.3

他向这些人致意并自报姓名后,被拉了上去,来到罗马的当政官员面前。元老院迅速召集会议,他走上前去,向此前尚未获悉捷报的元老们报告了卡米卢斯的胜利,并叙述了士兵们的意向;他恳请他们确认卡米卢斯的统帅权,理由是城外的公民唯独愿意服从他一人。

§25.4

οἱ δʼ ἀκούσαντες καὶ βουλευσάμενοι τόν τε Κάμιλλον ἀποδεικνύουσι δικτάτορα, καὶ τόν Πόντιον αὖθις ἀποπέμπουσι τήν αὐτὴν ὁδὸν ὁμοίως ἀγαθῇ τύχῃ χρησάμενον. ἔλαθε γὰρ τοὺς πολεμίους καὶ τὰ παρὰ τῆς βουλῆς ἀπήγγειλε τοῖς ἔξω Ῥωμαίοις.

元老们听取并商议后,任命卡米卢斯为独裁官,并让蓬提乌斯按原路返回,他也同样获得了好运;因为他避开了敌人,将元老院的决议通报给了城外的罗马人。

语法注3 条
  1. 25.1ἐπεὶ κατὰ γέφυραν οὐκ ἦν τόν ποταμὸν περᾶσαι

    οὐκ ἦν 接不定词 περᾶσαι 构成无人称结构,意为“不可能渡过”(相当于 οὐχ οἷόν τʼ ἦν)。由 ἐπεὶ 引导的原因从句并不修饰前文,而是通过下文的诸分词修饰主动词 ἐξέβη。

  2. 25.2συνεπικουφίζων τῷ περαιοῦσθαι

    带冠词不定词的与格 τῷ περαιοῦσθαι 与分词 συνεπικουφίζων(借助浮力支撑/减轻负担)连用,表示目的或关联(“在渡河时/为了渡河”),说明科米纽斯如何在渡河中以软木借力浮水。

  3. 25.3ὡς μόνῳ πεισομένων ἐκείνῳ τῶν ἔξω πολιτῶν

    带有 ὡς 的属格独立结构,使用将来分词 πεισομένων,表达提出请求(παρεκάλει)的主观理由或预期:“(在他/士兵们看来)城外的公民唯独愿意服从他一人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:25.1-25.4