- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:24.1-24.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知卡米卢斯的战功后,滞留在维爱的罗马败兵决定请他出任统帅,但卡米卢斯坚持必须先获得留守卡比托利欧山的公民依法的正式表决许可。
ἡ δὲ φήμη ταχὺ διαγγέλλουσα τὴν πρᾶξιν ἐπὶ τὰς πόλεις ἐξεκαλεῖτο πολλοὺς τῶν ἐν ἡλικίᾳ συνισταμένους, μάλιστα δὲ Ῥωμαίων ὅσοι διαφυγόντες ἐκ τῆς ἐπʼ Ἀλίᾳ μάχης ἐν Οὐηΐοις ἦσαν καὶ ὠδύροντο κατὰ σφᾶς αὐτούς, οἷον ἡγεμόνα τῆς Ῥώμης ὁ δαίμων ἀφελόμενος Ἀρδεάτας ἐκόσμησε τοῖς Καμίλλου κατορθώμασιν, ἡ δὲ γειναμένη καὶ θρέψασα τοιοῦτον ἄνδρα πόλις οἴχεται καὶ ἀπόλωλεν.
这一战功的消息迅速传遍各城邦,激励了许多正在集结的适龄丁壮,尤其是那些从阿里亚战役中逃脱、正滞留在维爱并私下相互哀叹的罗马人: “神明从罗马夺走了何等伟大的领袖,竟以卡米卢斯的伟业来荣耀阿尔代亚人,而诞生并养育了这样一位人物的城邦却已倾覆沦亡!
ἡμεῖς δʼ ἀπορίᾳ στρατηγῶν ἀλλότρια τείχη περιβαλόμενοι καθήμεθα προέμενοι τὴν Ἰταλίαν. φέρε, πέμψαντες Ἀρδεάτας ἀπαιτῶμεν τὸν ἑαυτῶν στρατηγόν,1 ἢ λαβόντες αὐτοὶ τὰ ὅπλα πρὸς ἐκεῖνον βαδίζωμεν οὐκέτι γάρ ἐστι φυγὰς οὐδʼ ἡμεῖς πολῖται πατρίδος οὐκ οὔσης, ἀλλὰ κρατουμένης ὑπὸ τῶν πολεμίων. ταῦτʼ ἔδοξε καὶ πέμψαντες ἐδέοντο τοῦ Καμίλλου δέχεσθαι τὴν ἀρχήν.
而我们却因缺乏将领,托身于他人的城墙之内坐视不理,背弃了意大利。来吧,让我们派人向阿尔代亚人索回我们自己的将领,或者由我们自己拿起武器向他进发;因为既然祖国已荡然无存、沦于敌手,他就已不再是流亡者,我们也不再是公民了。” 此议遂决,他们派出使者恳请卡米卢斯接掌统帅权。
ὁ δὲ οὐκ ἔφη πρότερον ἢ τοὺς ἐν τῷ Καπιτωλίῳ πολίτας ἐπιψηφίσασθαι2 κατὰ τὸν νόμον. ἐκείνους γὰρ ἡγεῖσθαι πατρίδα σῳζομένους,3 καὶ κελεύουσι μὲν ὑπακούειν προθύμως, ἀκόντων δὲ μηδὲν πολυπραγμονήσειν. τῆς μὲν οὖν εὐλαβείας καὶ καλοκαγαθίας τὸν Κάμιλλον ἐθαύμασαν. ἦν δʼ ἀπορία τοῦ ταῦτα διαγγελοῦντος εἰς τὸ Καπιτώλιον μᾶλλον δʼ ὅλως ἀδύνατον ἐδόκει τῶν πολεμίων ἐχόντων τὴν πόλιν ἄγγελον εἰς τὴν ἀκρόπολιν παρελθεῖν.
但他表示,除非卡比托利欧山上的公民依照法律表决通过,否则他绝不接受。因为他认为,只要他们幸存,他们就是祖国,若他们下令,自己自当欣然听命,但若他们反对,自己绝不妄动。人们因而赞叹卡米卢斯的谨慎与崇高品德。然而,苦于无人能将此消息送达卡比托利欧山;或者说,当敌人控制着城市时,使者要进入卫城似乎是完全不可能的。
- 24.2Ἀρδεάτας ἀπαιτῶμεν τὸν ἑαυτῶν στρατηγόν
动词 ἀπαιτέω(索要、要求归还)所支配的双宾格结构,索要的对象(Ἀρδεάτας)与所索要之人/物(τὸν ἑαυτῶν στρατηγόν)皆作宾格,意为“向阿尔代亚人索回我们自己的将领”。
- 24.3οὐκ ἔφη πρότερον ἢ τοὺς ἐν τῷ Καπιτωλίῳ πολίτας ἐπιψηφίσασθαι
由否定表达 οὔ φημι(表示拒绝、否认)与比较连词 πρότερον ἤ(在……之前)搭配,后接“宾格加不定式”结构(τοὺς ... πολίτας ἐπιψηφίσασθαι),构成“他表示在卡比托利欧山上的公民表决之前绝不(接受)”的间接引语表达。
- 24.3ἐκείνους γὰρ ἡγεῖσθαι πατρίδα σῳζομένους
不定式 ἡγεῖσθαι(主语卡米卢斯省略)延续了前文的间接引语。宾格 ἐκείνους 为其宾语(或所省略的连系动词 εἶναι 的主语宾格),πατρίδα 为补足语宾格。分词 σῳζομένους 与 ἐκείνους 性数格一致,起时间或伴随状况状语的作用(“只要他们得以保全/幸存”)。
