- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:23.1-23.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
围城日久致使高卢军队分散四出掠夺,寓居阿尔代亚的卡米卢斯说服当地青年与长官,趁敌军懈怠扎营之机发起夜袭,一举将其全歼。
τῆς δὲ πολιορκίας μῆκος λαμβανούσης ἐπισιτισμοῦ τοῖς Γαλάταις ἔδει· καὶ διελόντες ἑαυτοὺς οἱ μὲν τῷ βασιλεῖ παραμένοντες ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν περιιόντες ἐλεηλάτουν καὶ τὰς κώμας ἐπόρθουν προσπίπτοντες, οὐχ ὁμοῦ πάντες, ἄλλοι δʼ ἄλλῃ καθʼ ἡγεμονίας καὶ συντάγματα, τῷ μέγα φρονεῖν ὑπὸ τῶν εὐτυχημάτων καὶ δεδιέναι μηδὲν ἀποσκιδνάμενοι.
由于围城旷日持久,高卢人需要筹措粮饷。于是他们分兵两路,一部留在国王身边看守卡比托利欧山,另一部则在乡间游荡劫掠,四处袭击并洗劫村落。他们并非集体行动,而是因屡战屡胜而骄横狂妄,无所畏惧,故此各部由其将领率领分散前往各处。
τὸ δὲ πλεῖστον αὐτῶν καὶ μάλιστα συντεταγμένον ἐχώρει πρὸς τὴν Ἀρδεατῶν πόλιν, ἐν ᾗ διέτριβε Κάμιλλος ἀργῶν ταῖς πράξεσι μετὰ τὴν φυγὴν καὶ ἰδιωτεύων, ἐλπίδας δὲ λαμβάνων καὶ διαλογισμοὺς οὐχὶ τὸ λαθεῖν καὶ διαφυγεῖν τοὺς πολεμίους ἀγαπῶντος ἀνδρός, ἀλλʼ ὅπως, εἰ παραγένοιτο καιρὸς, ἀμυνεῖται σκοποῦντος.1
其中兵力最多、编制最为整饬的一支部队向阿尔代亚人的城邦进发。卡米卢斯在流放后正寓居该城,脱离政事,过着平民的生活;但他所抱持的希望和筹划,绝非一个只求藏匿自身以避开敌人者的想法,而是在密切关注着一旦时机来临该如何反击。
διὸ καὶ τοὺς Ἀρδεάτας ὁρῶν πλήθει μὲν ἱκανοὺς ὄντας, ἐνδεεῖς δὲ τόλμης διʼ ἀπειρίαν καὶ μαλακίαν τῶν στρατηγῶν, ἐνέβαλε λόγον εἰς τοὺς νέους πρῶτον, ὡς οὐ χρὴ τὴν Ῥωμαίων ἀτυχίαν ἀνδρείαν Κελτῶν νομίζειν, οὐδʼ ἃ κακῶς φρονήσασι συνέβη παθεῖν ἐκείνοις ἔργα τῶν οὐδὲν εἰς τὸ νικῆσαι παρασχόντων,2 ἀλλὰ τύχης ἐπίδειξιν ἡγεῖσθαι.
因此,他见阿尔代亚人人数虽众,却因将领的经验不足与怯弱而缺乏勇气,便首先向青年人进言,指出不应将罗马人的不幸视为凯尔特人的勇武,亦不应将那些决策失误者所遭遇的祸患视为敌人之功绩——盖因敌军对胜利毫无实质贡献——而当视之为命运的展示。
καλὸν μὲν οὖν εἶναι καὶ διὰ κινδύνων ἀπώσασθαι πόλεμον ἀλλόφυλον καὶ βαρβαρικόν, ᾧ τοῦ κρατεῖν πέρας, ὥσπερ τῷ πυρὶ, διαφθαρῆναι τὸ νικώμενον3 οὐ μὴν ἀλλὰ καὶ θαρροῦσι καὶ προθυμουμένοις αὐτοῖς ἀκίνδυνον ἐν καιρῷ τὴν νίκην παρέξειν. τούτους τοὺς λόγους τῶν νέων δεξαμένων ἐπὶ τοὺς ἄρχοντας ᾔει καὶ τοὺς προβούλους τῶν Ἀρδεατῶν ὁ Κάμιλλος. ὡς δὲ κἀκείνους συνέπεισεν, ὥπλισε τοὺς ἐν ἡλικίᾳ πάντας καὶ συνεῖχε τοῦ τείχους ἐντός, ἀγνοεῖσθαι βουλόμενος ὑπὸ τῶν πολεμίων ἐγγὺς ὄντων.
故而,即便冒着危险去击退这支异族与蛮族的战祸亦是高尚之举,因为对他们而言,胜利的终点就如火焰一般,在于使被征服者彻底毁灭;不仅如此,倘若他们满怀勇气与斗志,〔他〕必将在适当时机给予他们毫无危险的胜利。青年人接受了这番话后,卡米卢斯便去见阿尔代亚人的官长和元老。在同样说服了他们之后,他将所有适龄丁壮武装起来,驻留在城墙之内,以便不被邻近的敌人所察觉。
ἐπεὶ δὲ τὴν χώραν ἱππασάμενοι καὶ βαρεῖς ὄντες ὑπὸ πλήθους τῶν ἀγομένων καὶ φερομένων ἀμελῶς καὶ ὀλιγώρως ἐν τῷ πεδίῳ κατεστρατοπέδευσαν, ἐκ δὲ τούτου νὺξ ἐπῆλθε μεθύουσιν αὐτοῖς καὶ σιωπὴ κατέσχε τὸ στρατόπεδον, πυθόμενος ταῦτα παρὰ τῶν κατασκόπων ὁ Κάμιλλος ἐξῆγε τοὺς Ἀρδεάτας· καὶ διελθὼν καθʼ ἡσυχίαν τὸν μεταξὺ τόπον περὶ μέσας νύκτας προσέμιξε τῷ χάρακι κραυγῇ τε χρώμενος πολλῇ καὶ ταῖς σάλπιγξι πανταχόθεν ἐκταράττων ἀνθρώπους κακῶς ὑπὸ μέθης καὶ μόλις ἐκ τῶν ὕπνων ἀναφέροντας πρὸς τὸν θόρυβον.
当高卢人骑马蹂躏了乡野,又因所掠夺的人畜辎重繁多而行动沉重,漫不经心、疏于戒备地在平原上安营扎寨后,夜幕降临到这些酩酊大醉的蛮族人身上,军营陷入了一片沉寂。卡米卢斯从斥候处获悉此事,便率领阿尔代亚人出征。他在寂静中穿过了两地之间的原野,于半夜时分逼近敌军营寨,随即高声呐喊,号角齐鸣,从四面八方使那些醉意未消、被喧嚣声惊扰而勉强从睡梦中醒来的人陷入混乱。
ὀλίγοι μὲν οὖν ἀνανήψαντες ἐν τῷ φόβῳ καὶ διασκευασάμενοι τοὺς περὶ τὸν Κάμιλλον ὑπέστησαν, ὥστʼ ἀμυνόμενοι πεσεῖν τοὺς δὲ πλείστους ἔτι κρατουμένους ὕπνῳ καὶ οἴνῳ καταλαμβάνοντες ἀνόπλους ἔκτεινον. ὅσοι δὲ νυκτὸς ἀπέδρασαν ἐκ τοῦ χάρακος οὐ πολλοί, τούτους μεθʼ ἡμέραν σποράδας ἐν τῇ χώρᾳ διαφερομένους ἐπελαύνοντες ἱππεῖς διέφθειρον.
少数人在惊恐中清醒过来并整肃以待,抵抗卡米卢斯一众,因而力战而亡;但绝大多数人仍在睡意和醉态的控制下被当场捕杀,束手就戮。夜间从营寨中逃脱的人并不多,白天骑兵驱马追击,将那些在乡野间四散奔逃的人尽行歼灭。
- 23.2ἐλπίδας δὲ λαμβάνων καὶ διαλογισμοὺς οὐχὶ τὸ λαθεῖν καὶ διαφυγεῖν τοὺς πολεμίους ἀγαπῶντος ἀνδρός, ἀλλʼ ὅπως, εἰ παραγένοιτο καιρὸς, ἀμυνεῖται σκοποῦντος
名词短语 ἐλπίδας καὶ διαλογισμοὺς 受属格分词结构 οὐχὶ ... ἀγαπῶντος ἀνδρός, ἀλλʼ ... σκοποῦντος(“并非安于……而是谋划……之人的[希望与思虑]”)修饰。ἀνδρός 为表示特征或归属的属格,分词 ἀγαπῶντος 与 σκοποῦντος 皆与其保持同性格数一致。
- 23.3οὐδʼ ἃ κακῶς φρονήσασι συνέβη παθεῖν ἐκείνοις ἔργα τῶν οὐδὲν εἰς τὸ νικῆσαι παρασχόντων
在依赖于 νομίζειν / ἡγεῖσθαι 的间接引语从句中,关系从句 ἃ κακῶς φρονήσασι συνέβη παθεῖν(“那些谋划不当之人所遭逢的祸患”)作宾语,ἔργα(“功业/行径”)为其宾补(谓语宾格),随后的属格成分 τῶν οὐδὲν εἰς τὸ νικῆσαι παρασχόντων(“那些对胜利毫无贡献之人”)修饰 ἔργα。
- 23.4ᾧ τοῦ κρατεῖν πέρας, ὥσπερ τῷ πυρὶ, διαφθαρῆναι τὸ νικώμενον
关系代词与格 ᾧ 指代先行词 πόλεμον,作领属或关涉与格(“对于这场战争而言”)。主语是不定词短语 διαφθαρῆναι τὸ νικώμενον(“被征服者遭到彻底摧毁”),πέρας(“终点/界限”)作表语名词(系动词 ἐστί 省略)。
