- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:22.1-22.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布伦努斯率高卢军攻入罗马,在一名老者受挑衅反击后屠杀了广场上的所有长者,并劫掠焚毁全城;普鲁塔克同时评述了赫拉克利德斯与亚里士多德关于罗马陷落的希腊文献记载。
τρίτῃ δʼ ἀπὸ τῆς μάχης ἡμέρᾳ παρῆν ὁ Βρέννος ἄγων ἐπὶ τὴν πόλιν τὸ στράτευμα· καὶ τάς τε πύλας εὑρὼν ἀνεῳγμένας καὶ τὰ τείχη φυλάκων ἔρημα, πρῶτον μὲν ἔδεισεν ἐνέδραν καὶ δόλον, ἀπιστῶν οὕτω παντάπασιν ἀπειρηκέναι τοὺς Ῥωμαίους, ἐπεὶ δʼ ἔγνω τὸ ἀληθές, εἰσελάσας διὰ τῆς Κολλίνης πύλης εἷλε τὴν Ῥώμην ἑξήκοντα καὶ τριακοσίων ἐτῶν πλείονα βραχὺ χρόνον ἀπὸ τῆς κτίσεως ἔχουσαν, εἴ τῳ πιστόν1 ἀποσῴζεσθαί τινα τῶν χρόνων ἀκρίβειαν, οἷς καὶ περὶ νεωτέρων ἄλλων ἀμφισβήτησιν ἡ σύγχυσις ἐκείνη παρέσχε.
战后第三天,布伦努斯率军进抵城下。他发现城门大开,城墙上无人把守,起初唯恐有埋伏和诡计,不敢相信罗马人竟如此彻底地放弃了抵抗;但当他得知实情后,便从科利纳门驱兵入城,攻占了建城刚逾三百六十年的罗马——倘若在当时那场混乱甚至使较晚近的其他事件也产生争议的情况下,还有人相信当时的年代学能保有什么精确性的话。
τοῦ μέντοι πάθους αὐτοῦ καὶ τῆς ἁλώσεως ἔοικεν ἀμυδρά τις εὐθὺς εἰς τὴν Ἑλλάδα φήμη διελθεῖν. Ἡρακλείδης γὰρ ὁ Ποντικὸς οὐ πολὺ τῶν χρόνων ἐκείνων ἀπολειπόμενος ἐν τῷ Περὶ ψυχῆς συγγράμματί φησιν ἀπὸ τῆς ἑσπέρας λόγον κατασχεῖν, ὡς στρατὸς ἐξ Ὑπερβορέων ἐλθὼν ἔξωθεν ᾑρήκοι πόλιν Ἑλληνίδα Ῥώμην, ἐκεῖ που κατῳκημένην περὶ τὴν μεγάλην θάλασσαν.
不过,这场惨祸本身以及城陷的消息,似乎立刻有微弱的传闻传入了希腊。因为距那段时期不远的庞托斯的赫拉克利德斯在其著作《论灵魂》中便说,从西方传开了一条流闻,称一支来自远方的海波利安人的军队攻占了一座希腊人的城邦罗马,它座落在靠近大海的某处。
οὐκ ἂν οὖν θαυμάσαιμι μυθώδη καὶ πλασματίαν ὄντα τὸν Ἡρακλείδην ἀληθεῖ λόγῳ τῷ περὶ τῆς ἁλώσεως ἐπικομπάσαι τοὺς Ὑπερβορέους καὶ τὴν μεγάλην θάλατταν.2 Ἀριστοτέλης δὲ ὁ φιλόσοφος τὸ μὲν ἁλῶναι τὴν πόλιν ὑπὸ Κελτῶν ἀκριβῶς δῆλός ἐστιν ἀκηκοώς,3 τὸν δὲ σώσαντα Λεύκιον εἶναί φησιν ἦν δὲ Μᾶρκος, οὐ Λεύκιος, ὁ Κάμιλλος. ἀλλὰ ταῦτα μὲν εἰκασμῷ λέλεκται.
因此,倘若赫拉克利德斯因其喜爱神话和好生虚构,便在关于陷落的真实记述上夸大饰以海波利安人和大海的情节,我并不会感到诧异。另一方面,哲学家亚里士多德显然确切听说了该城为凯尔特人所攻破,但他却说拯救城邦的是卢基乌斯——然而卡米卢斯是马克乌斯,而非卢基乌斯。不过,这些说法都是出于推测。
κατασχὼν δὲ τὴν Ῥώμην ὁ Βρέννος τῷ μὲν Καπιτωλίῳ φρουρὰν περιέστησεν, αὐτὸς δὲ καταβαίνων διʼ ἀγορᾶς ἐθαύμαζε τοὺς προκαθημένους ἄνδρας ἐν κόσμῳ καὶ σιωπῇ θεώμενος, ὡς οὔθʼ ὑπεξανέστησαν ἐπιόντων πολεμίων οὔτʼ ὄψιν ἢ χρόαν ἔτρεψαν, ἀλλὰ ῥᾳθύμως καὶ ἀδεῶς ἐγκεκλιμένοι τοῖς σκίπωσιν, οὓς ἐφόρουν, καὶ προσβλέποντες ἀλλήλοις ἡσύχαζον.
布伦努斯占领罗马后,派守军包围了卡比托利欧山,自己则穿过广场走下,惊异地注视着端坐于前、整肃无声的男子们;他们在敌人逼近时既不起身退避,亦不变其面色神情,而是闲适坦荡地倚靠在随身所携的拐杖上,相视而坐,默然无哗。
ἦν οὖν θαῦμα τοῖς Γαλάταις πρὸς τὴν ἀτοπίαν, καὶ πολὺν χρόνον ὀκνοῦντες ἅψασθαι καὶ προσελθεῖν ὡς κρείττοσι4 διηπόρουν. ἐπεὶ δὲ τολμήσας τις ἐξ αὐτῶν ἐγγὺς παρέστη Παπειρίῳ Μάρκῳ καὶ προσαγαγὼν τὴν χεῖρα πρᾴως ἥψατο τοῦ γενείου καὶ κατῆγε τὴν ὑπήνην βαθεῖαν οὖσαν, ὁ μὲν Παπείριος τῇ βακτηρίᾳ τὴν κεφαλὴν αὐτοῦ πατάξας συνέτριψεν, ὁ δὲ βάρβαρος σπασάμενος τὴν μάχαιραν ἀπέκτεινεν ἐκεῖνον.
高卢人对此异状大感惊异,因视他们如神明一般的存在而久久不敢触摸或靠近,迟疑不决。但后来他们中有一人斗胆走近马克乌斯·帕皮里乌斯,伸出手来轻轻触摸其颌须,并捋下他那浓密的长须;帕皮里乌斯遂举手杖击打其头部,将其击碎,那蛮族人便拔出佩剑将其刺死。
ἐκ δὲ τούτου καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες, καὶ τῶν ἄλλων ὅσοις ἐπιτύχοιεν διεχρῶντο, καὶ τάς οἰκίας ἐπόρθουν ἐφʼ ἡμέρας πολλὰς ἄγοντες καὶ φέροντες, εἶτα κατεπίμπρασαν καὶ κατέσκαπτον ὀργιζόμενοι τοῖς ἔχουσι τὸ Καπιτώλιον, ὅτι καλούντων αὐτῶν οὐχ ὑπήκουον, ἀλλὰ καὶ προσβάλλουσι πληγὰς ἔδοσαν ἀπὸ τοῦ διατειχίσματος ἀμυνόμενοι, διὰ ταῦτα μὲν οὖν ἐλυμήναντο τὴν πόλιν καὶ προσδιέφθειραν τοὺς ἁλισκομένους, ὁμοίως μὲν ἄνδρας καὶ γυναῖκας, ὁμοίως δὲ πρεσβύτας καὶ παῖδας.
自此以后,〔高卢人〕一拥而上,残杀了其余的人,凡遇其他人等亦尽行杀戮;他们连续多日洗劫民宅,将财物抢劫一空,随后因愤恨坚守卡比托利欧山的人而纵火焚毁房屋、夷平城郭。因为〔高卢人〕劝降时,他们决不顺从,反而依托防壁自卫反击,给予进攻者以重创。正是为此,他们蹂躏了这座城邦,并将所俘获之人一体屠戮,男女长幼,无一幸免。
- 22.1εἴ τῳ πιστόν
系动词 ἐστί 的省略:“倘若对某人而言是可信的”。后接的不定词短语 ἀποσῴζεσθαί τινα τῶν χρόνων ἀκρίβειαν(年代的精确性得以保留)作实质主语。关系代词与格 οἷς 以先前所述的历史局面为先行词,对在如此动荡中保存年代准确性的可能性作出了审慎的保留。
- 22.3ἀληθεῖ λόγῳ τῷ περὶ τῆς ἁλώσεως ἐπικομπάσαι τοὺς Ὑπερβορέους καὶ τὴν μεγάλην θάλατταν
动词 ἐπικομπάσαι 接与格和宾格,意为“在……(与格)的基础上夸大附会以……(宾格)”;与格 ἀληθεῖ λόγῳ 表示基础(关于陷落的真实记述),宾格 τοὺς Ὑπερβορέους καὶ τὴν μεγάλην θάλατταν 表示夸饰添加的元素。
- 22.3δῆλός ἐστιν ἀκηκοώς
δῆλός εἰμι 搭配分词的人称句构,相当于无人称的“很明显他听说了……(δῆλόν ἐστιν 引导宾格不定词)”,突出强调了主语(亚里士多德)。
- 22.5ὡς κρείττοσι
连词 ὡς 与比较级与格 κρείττοσι 连用,意为“仿佛(他们是)更为优越的存在(如神明一般)”;与格与不定词 ἅψασθαι 及 προσελθεῖν 的支配格相一致,表达了高卢人主观上的敬畏情态。
