← 普鲁塔克

卡米卢斯传

§1.1-1.3

卡米卢斯的特异之处与军务保民官制

本段叙述了卡米卢斯虽屡建奇功却从未担任执政官的反常现象,阐明了当时设立军务保民官的政制背景,并称赞了他尊重民意、兼具节制与远见的治事之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

περὶ δὲ Φουρίου Καμίλλου πολλῶν καὶ μεγάλων λεγομένων ἴδιον εἶναι δοκεῖ μάλιστα καὶ παράδοξον, ὅτι1 πλεῖστα μὲν ἐν ἡγεμονίαις καὶ μέγιστα κατορθώσας, δικτάτωρ δὲ πεντάκις αἱρεθείς, θριαμβεύσας δὲ τετράκις, κτίστης δὲ τῆς Ῥώμης ἀναγραφεὶς δεύτερος, οὐδὲ ἅπαξ ὑπάτευσε.

在关于富里乌斯·卡米卢斯的诸多伟大传闻中,最显独特与反常的似乎莫过于:他在统帅任上立下最多且极大的功绩,五次被选为独裁官,四次举行凯旋式,被载入史册为罗马的第二位建国者,却连一次执政官都不曾担任。

§1.2

τούτου δʼ αἴτιον ἡ τῆς τότε πολιτείας κατάστασις, ἐκ διαφορᾶς τοῦ δήμου πρὸς τὴν σύγκλητον ὑπάτους μὲν ἐρίσαντος μὴ ἀποδείκνυσθαι, χιλιάρχους δὲ χειροτονοῦντος2 ἐπὶ τὴν ἡγεμονίαν, ὧν, καίπερ ἀπʼ ἐξουσίας καὶ δυνάμεως ὑπατικῆς ἅπαντα πραττόντων, ἧττον ἦν ἐπαχθὴς ἡ ἀρχὴ διὰ τὸ πλῆθος, τὸ γὰρ ἓξ ἄνδρας, ἀλλὰ μὴ δύο, τοῖς πράγμασιν ἐφιστάναι, παρεμυθεῖτο τοὺς βαρυνομένους τὴν ὀλιγαρχίαν.

究其原因,乃是当时城邦的政制状况使然。平民由于与元老院发生争端,坚执不设执政官,而是推选军务保民官执掌统治大权;这些人虽凭执政官的权柄与威能行使一切职权,但其统治因人数众多而较少令人感到压抑,因为让六人而非两人掌管事务,安慰了那些对寡头统治深感不堪重负的人。

§1.3

κατὰ τοῦτο δὴ καιροῦ μάλιστα τῇ δόξῃ καὶ τοῖς πράγμασιν ἀκμάσας ὁ Κάμιλλος ὕπατος μὲν οὐκ ἠξίωσεν ἄκοντι τῷ δήμῳ γενέσθαι,3 καίπερ ἐν τῷ διὰ μέσου δεξαμένης ὑπατικὰς ἀρχαιρεσίας τῆς πολιτείας πολλάκις, ἐν δὲ ταῖς ἄλλαις ἡγεμονίαις πολλαῖς καὶ παντοδαπαῖς γενομέναις τοιοῦτον αὑτὸν παρέσχεν, ὥστε τὴν μὲν ἐξουσίαν καὶ μοναρχοῦντος εἶναι κοινήν, τὴν δὲ δόξαν ἰδίαν καὶ μεθʼ ἑτέρων στρατηγοῦντος·4 ὧν τοῦ μὲν ἡ μετριότης αἴτιον ἀνεπιφθόνως ἄρχοντος, τοῦ δʼ ἡ φρόνησις, διʼ ἣν ὁμολογουμένως ἐπρώτευεν.

卡米卢斯恰在此时期其声望与功业达到顶峰,他并不屑于违背平民的意愿去就任执政官——尽管在此期间城邦也曾多次举行执政官选举;然而在他担任的许多其他各类统帅职务中,他展现出如此风范,以至于即便处于独裁地位,其权力也是与人共享的,而即便与其他将领共同统兵,其荣耀却独归于自身。在这些成就中,前者归功于他无可指责地施政时的节制,后者则归功于使他无可争议地居于首位的智慧。

语法注4 条
  1. 1.1ἴδιον εἶναι δοκεῖ μάλιστα καὶ παράδοξον, ὅτι

    在句法上,ὅτι 引导的从句作为非人称动词 δοκεῖ 的实际主语,接不定式 εἶναι 并带宾语补足语 ἴδιον ... καὶ παράδοξον,意为“……这件事似乎显得最为奇特且反常”。

  2. 1.2ἐκ διαφορᾶς τοῦ δήμου πρὸς τὴν σύγκλητον ὑπάτους μὲν ἐρίσαντος μὴ ἀποδείκνυσθαι, χιλιάρχους δὲ χειροτονοῦντος

    此处为以 τοῦ δήμου 为逻辑主语的属格独立结构(ἐρίσαντος ... χειροτονοῦντος),介词短语 ἐκ διαφορᾶς 表其起因。动词 ἐρίζω 在此表示“争辩坚持不……”,后接否定不定式 μὴ ἀποδείκνυσθαι。

  3. 1.3ἄκοντι τῷ δήμῳ γενέσθαι

    ἄκοντι τῷ δήμῳ 是关系与格,化用了希腊语惯用表达 βουλομένῳ / ἄκοντί τινί ἐστι(“对某人而言如愿/违愿”)。此处与 ὕπατος ... γενέσθαι 搭配,意为“违背平民意愿而成为执政官”。

  4. 1.3καὶ μοναρχοῦντος ... καὶ μεθʼ ἑτέρων στρατηγοῦντος

    此处两个属格分词省略了上下文中的逻辑主语(卡米卢斯本人,αὐτοῦ),可视为简化的属格独立结构,或用作修饰主语情境的属格;καί 带有让步意味(“即便在……时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:1.1-1.3