← 普鲁塔克

卡米卢斯传

§19.1-19.8

阿利亚战败之日与历史上的吉凶日

作者因阿利亚战败之日与当年法比乌斯家族覆灭之日相同,进而援引希腊、波斯与罗马的历史事例,考察了特定吉凶日子的观念,并论及罗马人不吉之日的形成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ἐγένετο δʼ ἡ μάχη μετὰ τροπὰς θερινὰς περὶ τήν πανσέληνον, ᾗ καὶ πρότερον ἡμέρᾳ μέγα πάθος συνέβη τὸ περὶ τοὺς Φαβίους· τριακόσιοι γὰρ ἐκ τοῦ γένους ἄνδρες ὑπὸ Τυρρηνῶν ἀνῃρέθησαν. ἐκράτησε δὲ τήν ἡμέραν ἀπὸ τῆς δευτέρας ἥττης Ἀλιάδα μέχρι νῦν καλεῖσθαι διὰ τὸν ποταμόν.1 περὶ δʼ ἡμερῶν ἀποφράδων εἴτε χρὴ τίθεσθαί τινας, εἴτε ὀρθῶς Ἡράκλειτος ἐπέπληξεν Ἡσιόδῳ τὰς μὲν ἀγαθὰς ποιουμένῳ, τὰς δὲ φαύλας, ὡς ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθι διηπόρηται.

这场战斗发生在夏至之后近满月之时,恰与先前法比乌斯家族遭遇大惨祸的日子相同;因为该宗族的三百名男丁曾被提尔尼亚人歼灭。自这第二次战败起,因这条河流之故,将这一天称为“阿利亚之日”的做法一直沿袭至今。至于不吉之日,究竟是否应当设定某些特定的日子,还是赫拉克利特对赫西俄德的斥责确属恰当——斥责他把某些日子视作吉日,另一些日子视作凶日,乃是未能认识到一切日子的本性皆为一体——在别处已有深入讨论。

§19.2

τῇ δʼ ὑποκειμένῃ γραφῇ τὸ μνημονεῦσαι παραδειγμάτων ὀλίγων ἴσως ἂν ἁρμόσειε. τοῦτο μὲν τοίνυν Βοιωτοῖς Ἱπποδρομίου μηνός, ὡς δʼ Ἀθηναῖοι καλοῦσιν Ἑκατομβαιῶνος, ἱσταμένου πέμπτῃ δύο λαβεῖν συνέβη νίκας ἐπιφανεστάτας, αἷς τοὺς Ἕλληνας ἠλευθέρωσαν, τήν τε περὶ Λεῦκτρα καὶ τήν ἐπὶ Κερησσῷ ταύτης πρότερον ἔτεσι πλείοσιν ἢ διακοσίοις, ὅτε Λατταμύαν καὶ Θεσσαλοὺς ἐνίκησαν.

不过对于眼下的著述,提及少数几个例证或许是适宜的。首先,在波奥提亚人的希波德罗米俄斯月、即雅典人所谓的赫卡通拜昂月上旬第五天,波奥提亚人恰逢获得了两次最为辉煌的胜利,藉此解放了希腊人:一次是在留克特拉附近,另一次则在此前两百多年于凯勒苏斯之役,当时他们击败了拉塔米亚斯与塞萨利亚人。

§19.3

τοῦτο δʼ αὖ πάλιν2 Πέρσαι μηνὸς Βοηδρομιῶνος ἕκτῃ μὲν ἐν Μαραθῶνι, τρίτῃ δʼ ἐν Πλαταιαῖς ἅμα καὶ περὶ Μυκάλην ἡττήθησαν ὑπὸ τῶν Ἑλλήνων, πέμπτῃ δὲ φθίνοντος ἐν Ἀρβήλοις. οἱ δʼ Ἀθηναῖοι καὶ τήν περὶ Νάξον ἐνίκων ναυμαχίαν, ἧς Χαβρίας ἐστρατήγει, τοῦ Βοηδρομιῶνος περὶ τήν πανσέληνον, ἐν δὲ Σαλαμῖνι περὶ τὰς εἰκάδας, ὡς ἡμῖν ἐν τῷ Περὶ ἡμερῶν ἀποδέδεικται.

再者,波斯人于博埃德罗米昂月被希腊人击败,初六在马拉松,初三则同时在普拉提亚与米卡勒附近,下旬第五天又在阿贝拉溃败。而雅典人也在博埃德罗米昂月满月前后赢得了由沙布里亚斯统帅的纳克索斯海战的胜利,在萨拉米斯的胜利则是在二十日前后,正如我们在《论日子》中所阐明的那样。

§19.4

ἐνήνοχε δὲ καὶ ὁ Θαργηλιὼν μὴν τοῖς βαρβάροις ἐπιδήλως ἀτυχίας· καὶ γὰρ Ἀλέξανδρος ἐπὶ Γρανικῷ τοὺς βασιλέως στρατηγοὺς Θαργηλιῶνος ἐνίκησε, καὶ Καρχηδόνιοι περὶ Σικελίαν ὑπὸ Τιμολέοντος ἡττῶντο τῇ ἑβδόμῃ φθίνοντος, περὶ ἣν δοκεῖ καὶ τὸ Ἴλιον ἁλῶναι, Θαργηλιῶνος, ὡς Ἔφορος καὶ Καλλισθένης καὶ Δαμάστης καὶ Φύλαρχος ἱστορήκασιν.

此外,萨尔格利昂月也显然给异民族带来了不幸;因为亚历山大就是在萨尔格利昂月于格拉尼库斯河畔战胜了波斯大王的将领们,而迦太基人亦由提摩莱昂于该月下旬第七天在西西里附近被击败,并且根据埃福罗斯、卡利斯提尼、达马斯提斯与菲拉尔库斯的记载,特洛伊之陷落看来也大约发生在萨尔格利昂月的这一天。

§19.5

ἀνάπαλιν δʼ ὁ Μεταγειτνιών, ὃν Βοιωτοὶ Πάνεμον καλοῦσιν, τοῖς Ἕλλησιν οὐκ εὐμενὴς γέγονε. τούτου γὰρ τοῦ μηνὸς ἑβδόμῃ καὶ τήν ἐν Κρανῶνι μάχην ἡττηθέντες ὑπʼ Ἀντιπάτρου τελέως ἀπώλοντο, καὶ πρότερον ἐν Χαιρωνείᾳ μαχόμενοι πρὸς Φίλιππον ἠτύχησαν. τῆς δʼ αὐτῆς ἡμέρας ταύτης ἐν τῷ Μεταγειτνιῶνι κατὰ τὸν αὐτὸν ἐνιαυτὸν οἱ μετʼ Ἀρχιδάμου διαβάντες εἰς Ἰταλίαν ὑπὸ τῶν ἐκεῖ βαρβάρων διεφθάρησαν.

相反,被波奥提亚人称为帕内莫斯的麦塔盖特尼翁月,对希腊人而言却并不友善。因为在这个月的初七,他们在克兰农战役中被安提帕特击败而彻底覆灭,此前在喀罗尼亚与腓力作战时亦遭惨败。而在同一年麦塔盖特尼翁月的这一同一天,随阿基达穆斯渡海前往意大利的人被当地的异民族悉数歼灭。

§19.6

Καρχηδόνιοι δὲ τὴν ἐνάτην φθίνοντος ὡς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἀτυχημάτων αὐτοῖς ἀεὶ φέρουσαν παραφυλάττουσιν. οὐκ ἀγνοῶ δʼ ὅτι περὶ τὸν τῶν μυστηρίων καιρὸν αὖθις Θῆβαί τε κατεσκάφησαν ὑπὸ Ἀλεξάνδρου, καὶ μετὰ ταῦτα φρουρὰν Ἀθηναῖοι Μακεδόνων ἐδέξαντο περὶ αὐτὴν τήν εἰκάδα τοῦ Βοηδρομιῶνος, ᾗ τὸν μυστικὸν Ἴακχον ἐξάγουσιν.

迦太基人则防备着下旬第九天,认为此日总是给他们带来最多且最大的灾祸。我也并非不知道,在秘仪举行的时节,底比斯再次被亚历山大夷为平地,此后雅典人也是在博埃德罗米昂月请出秘仪之神伊阿库斯的同一天即二十日前后,被迫接受了马其顿驻军。

§19.7

ὁμοίως δὲ Ῥωμαῖοι τῆς αὐτῆς ἡμέρας πρότερον μὲν ὑπὸ Κίμβρων τὸ μετὰ Καιπίωνος ἀπέβαλον στρατόπεδον, ὕστερον δὲ Λουκούλλου στρατηγοῦντος Ἀρμενίους καὶ Τιγράνην ἐνίκησαν. Ἄτταλος δʼ ὁ βασιλεὺς καὶ Πομπήιος Μᾶγνος ἐν τοῖς ἑαυτῶν γενεθλίοις ἀπέθανον. καὶ ὅλως ἐστὶ πολλοὺς ἐπʼ ἀμφότερα ταῖς αὐταῖς χρησαμένους ἀποδεῖξαι περιόδοις.3

同样地,罗马人曾在同一天先是被辛布里人击溃了凯皮奥麾下的军营,但后来在卢库鲁斯为将时,又于该日击溃了亚美尼亚人与提格兰。阿塔罗斯国王与庞培大帝皆在他们各自的生日当天离世。总的来说,可以举出许多在同一循环周期中经历顺逆两种命运的人作为例证。

§19.8

ἀλλὰ Ῥωμαίοις αὕτη μία τῶν μάλιστα ἀποφράδων ἐστί, καὶ διʼ αὐτὴν ἑκάστου μηνὸς ἕτεραι δύο, τῆς πρὸς τὸ συμβὰν εὐλαβείας καὶ δεισιδαιμονίας ἐπὶ πλεῖον, ὥσπερ εἴωθε, ῥυείσης. ταῦτα μὲν οὖν ἐν τῷ Περὶ αἰτίων Ῥωμαϊκῶν ἐπιμελέστερον διῄρηται.

然而对罗马人来说,这一天乃是最不吉利的日子之一,且由于这一天,每个月中另有两天也成为不吉之日,盖因对所发生灾祸的敬畏与迷信如常情一般愈发蔓延之故。这些问题在《罗马问题》中已有更为细致的辨析。

语法注3 条
  1. 19.1ἐκράτησε δὲ τήν ἡμέραν ἀπὸ τῆς δευτέρας ἥττης Ἀλιάδα μέχρι νῦν καλεῖσθαι διὰ τὸν ποταμόν

    动词 ἐκράτησε 作非人称用法,意为“(风习)盛行/确立”,后接带宾格的不定式短语(τήν ἡμέραν ... καλεῖσθαι)作为真正主语,其中 Ἀλιάδα 为修饰 τὴν ἡμέραν 的谓语性宾格。

  2. 19.2τοῦτο μὲν τοίνυν ... τοῦτο δʼ αὖ πάλιν

    这是由副词性宾格构成的呼应句式(τοῦτο μέν ... τοῦτο δέ),起着引出并列例证的论述标记作用,相当于“一方面(首先)……另一方面(再次)……”。

  3. 19.7καὶ ὅλως ἐστὶ πολλοὺς ἐπʼ ἀμφότερα ταῖς αὐταῖς χρησαμένους ἀποδεῖξαι περιόδοις

    ἐστί 作非人称用法,相当于 ἔξεστι(“可以/可能”),支配不定式 ἀποδεῖξαι。宾格 πολλούς 为 ἀποδεῖξαι 的直接宾语,并由分词短语 ἐπʼ ἀμφότερα ταῖς αὐταῖς χρησαμένους ... περιόδοις(“在相同的循环期日中经历了顺逆两种境遇的许多人”)作同格修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:19.1-19.8