- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:20.1-20.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿利亚战役后,高卢人迟缓的追击使罗马人得以退守卡皮托利乌姆山,维斯太贞女亦将圣火与圣物抢救出城;随后作者论及神殿内所护卫圣物的不同传统,包括作为自然本原的不灭之火、帕拉迪昂、萨莫色雷斯秘宝以及双瓮之说。
μετὰ δὲ τὴν μάχην ἐκείνην εἰ μὲν εὐθὺς ἐπηκολούθησαν οἱ Γαλάται τοῖς φεύγουσιν, οὐδὲν ἂν ἐκώλυσε τὴν Ῥώμην ἄρδην ἀναιρεθῆναι καὶ πάντας ἀπολέσθαι τοὺς ἐν αὐτῇ καταλειφθέντας· τοσοῦτον οἱ φεύγοντες ἐνειργάζοντο δεῖμα τοῖς ὑποδεχομένοις, καὶ τοσαύτης πάλιν ἐνεπίμπλαντο ταραχῆς καὶ παραφροσύνης.
在那场战斗之后,如果高卢人立即追击逃亡者,就没有任何力量能阻止罗马被彻底毁灭,留在这座城中的所有人也必遭歼灭;逃亡者给城中接纳他们的人带来了如此巨大的恐惧,而他们自己又被如此强烈的混乱与狂乱所充斥。
νυνὶ δʼ ἀπιστίᾳ τοῦ μεγέθους οἱ βάρβαροι τῆς νίκης1 καὶ πρὸς εὐπάθειαν ἐκ τοῦ περιχαροῦς ἅμα καὶ νεμήσεις τῶν ἑαλωκότων ἐν τῷ στρατοπέδῳ χρημάτων τραπόμενοι, τῷ μὲν ἐκπίπτοντι τῆς πόλεως ὄχλῳ ῥᾳστώνην φυγῆς παρέσχον, ἐλπίσαι δʼ ἔτι καὶ παρασκευάσασθαι τοῖς ὑπομένουσι τὴν γὰρ ἄλλην πόλιν προέμενοι τὸ Καπιτώλιον ἐφράξαντο βέλεσι καὶ διατειχίσμασιν.
然而事实上,由于蛮族人不相信自己竟获得了如此巨大的胜利,加之因过度狂喜而转向享乐,并同时瓜分在军营中捕获的财物,他们使得涌出城外的民众获得了从容逃亡的机会,也使留守者仍能抱有希望并做防备;因为〔留守者〕放弃了其余的城郭,用矢石和防御屏障将卡皮托利乌姆加固封闭起来。
ἐν πρώτοις δὲ τῶν ἱερῶν ἃ μὲν εἰς τὸ Καπιτώλιον ἀνεσκευάσαντο, τὸ δὲ πῦρ τῆς Ἑστίας αἱ παρθένοι μετὰ τῶν ἱερῶν ἔφευγον ἁρπασάμεναι. καίτοι τινὲς οὐδὲν εἶναι τὸ φρουρούμενον ὑπʼ αὐτῶν ἕτερον ἢ πῦρ ἄφθιτον ἱστοροῦσι, Νομᾶ τοῦ βασιλέως καταστήσαντος ὡς ἀρχὴν ἁπάντων σέβεσθαι. κινητικώτατον γὰρ ἐν τῇ φύσει τοῦτο· κίνησις δέ τις ἢ σύν τινι κινήσει πάντως ἡ γένεσις· τὰ δʼ ἄλλα τῆς ὕλης μόρια θερμότητος ἐπιλιπούσης ἀργὰ κείμενα καὶ νεκροῖς ἐοικότα ποθεῖ τὴν τοῦ πυρὸς δύναμιν, ὡς ψυχήν, καὶ προσελθούσης ἁμῶς γέ πως ἐπὶ τὸ δρᾶν τι καὶ πάσχειν τρέπεται, τοῦτʼ οὖν ἅτε δὴ περιττὸν ἄνδρα τὸν Νομᾶν καὶ λόγον ἔχοντα ταῖς Μούσαις συνεῖναι διὰ σοφίαν ἐξοσιῶσαι2 καὶ φρουρεῖν ἀκοίμητον ἐν εἰκόνι τῆς τὰ πάντα κοσμούσης ἀιδίου δυνάμεως.
在圣物之中,首先有一部分被装运到了卡皮托利乌姆,而贞女们则抢出维斯太之火并携同其他圣物逃离。不过也有人记载,除了一团不灭之火外,她们所守护的别无他物,此乃国王努马所确立,以作为万物之本原而受崇敬。因为在自然界中,这是最具运动活性的要素;而生成归根结底正是一种运动或伴随着某种运动;至于物质的其他部分,一旦缺乏热力便迟滞不动,宛若尸骸,因而如同渴望灵魂一般渴望火的力量,并在热力靠近时,总会以某种方式转向施动与受动;因此,努马作为一个杰出卓越且因智慧而传闻与缪斯同在的人,便将此火圣化并加以守护使其长燃不熄,以作为统理万物的永恒力量的象征。
οἱ δὲ τὸ μὲν πῦρ, ὥσπερ παρʼ Ἕλλησι, πρὸ ἱερῶν αἴθεσθαι καθάρσιον, ἄλλα δὲ τὰ ἐντὸς ἀθέατα κρύπτεσθαι πᾶσι, πλὴν ταύταις ταῖς παρθένοις, ἃς Ἑστιάδας ἐπονομάζουσι· καὶ πλεῖστος μὲν λόγος κατεῖχε τὸ Τρωικὸν ἐκεῖνο Παλλάδιον ἀποκεῖσθαι διʼ Αἰνείου κομισθὲν εἰς Ἰταλίαν. εἰσὶ δʼ οἱ τὰ Σαμοθρᾴκια μυθολογοῦντες Δάρδανον μὲν εἰς Τροίαν ἐξενεγκάμενον ὀργιάσαι καὶ καθιερῶσαι κτίσαντα τὴν πόλιν, Αἰνείαν δὲ περὶ τὴν ἅλωσιν ἐκκλέψαντα διασῶσαι μέχρι τῆς ἐν Ἰταλίᾳ κατοικήσεως.
但另有人说,火只是像在希腊人那里一样,作为净化物在圣所前点燃,而内部的其他器物则被隐匿起来,除这些被称为维斯太贞女的少女外,不为任何人所见;流传最广的说法是,著名的特洛伊帕拉迪昂神像在由埃涅阿斯运抵意大利后便存放在那里。亦有人讲述萨莫色雷斯秘宝的传说,称达尔达诺斯将其带至特洛伊,在建城时举行了秘仪并将其祝圣,而在特洛伊陷落时,埃涅阿斯将其窃出并一路守护,直至在意大利定居。
οἱ δὲ προσποιούμενοί πλέον ἐπίστασθαι τι περὶ τούτων δύο φασὶν οὐ μεγάλους ἀποκεῖσθαι πίθους, ὧν τὸν μὲν ἀνεῳγότα καὶ κενὸν, τὸν δὲ πλήρη καὶ κατασεσημασμένον, ἀμφοτέρους δὲ ταῖς παναγέσι μόναις παρθένοις ὁρατούς εἶναι. ἄλλοι δὲ τούτους διεψεῦσθαι νομίζουσι τῷ τὰ πλεῖστα τῶν ἱερῶν τότε τὰς κόρας ἐμβαλούσας εἰς πίθους δύο κρύψαι3 κατὰ γῆς ὑπὸ τὸν νεὼν τοῦ Κυρίνου, καὶ τὸν τόπον ἐκεῖνον ἔτι καὶ νῦν τῶν Πιθίσκων φέρεσθαι τὴν ἐπωνυμίαν.
至于那些自称对此有更多了解的人,则声称那里存放着两只不大的瓮,其中一只敞开且空无一物,另一只则装满且被密封,二者仅为至圣的贞女们所见。然而另有人认为这些人产生了误解,其缘由是当时少女们把大部分圣物装入两个瓮中,掩埋在奎里努斯神殿的地底之下,而那个地方直到现在仍保留着‘小瓮’的名称。
- 20.2ἀπιστίᾳ τοῦ μεγέθους οἱ βάρβαροι τῆς νίκης
此处出现离隔修饰(hyperbaton),主语 οἱ βάρβαροι 插入在定语结构 τοῦ μεγέθους 与其从属属格 τῆς νίκης 之间。与格 ἀπιστίᾳ 为原因与格,与后文的分词短语 πρὸς εὐπάθειαν ... τραπόμενοι 并列,说明蛮族人未能立即追击的原因。
- 20.4τοῦτʼ οὖν ἅτε δὴ περιττὸν ἄνδρα τὸν Νομᾶν καὶ λόγον ἔχοντα ταῖς Μούσαις συνεῖναι διὰ σοφίαν ἐξοσιῶσαι
承接前文 καίτοι τινὲς ... ἱστοροῦσι 所引导的间接引语(对格加不定词结构)。不定词 ἐξοσιῶσαι 与 φρουρεῖν 的逻辑主语为对格 τὸν Νομᾶν。在插入了关于火的生成与运动的自然哲学阐述后,通过 τοῦτʼ οὖν 重新接续了前述述叙主干。
- 20.6τῷ τὰ πλεῖστα τῶν ἱερῶν τότε τὰς κόρας ἐμβαλούσας εἰς πίθους δύο κρύψαι
由带中性单数与格定冠词的不定词构成的短语(τῷ ... κρύψαι),充当动词 νομίζουσι 的原因与格(表示“因……之故 / 基于……事实”)。不定词 κρύψαι 的逻辑主语是对格 τὰς κόρας,分词 ἐμβαλούσας 在性、数、格上与之完全一致。
