- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:18.1-18.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马民众拒绝惩处费边并反将其选为军职保民官,被激怒的高卢军队随即直逼罗马。罗马军因训练不足、忽视祭神以及指挥混乱,在阿利亚战役中遭受惨败。
ἐν δὲ Ῥώμῃ τῆς βουλῆς συναχθείσης ἄλλοι τε πολλοὶ τοῦ Φαβίου κατηγόρουν, καὶ τῶν ἱερέων οἱ καλούμενοι Φητιαλεῖς ἐνῆγον ἐπιθειάζοντες καὶ κελεύοντες τὸ τῶν πεπραγμένων ἄγος τήν σύγκλητον εἰς ἕνα τὸν αἴτιον τρέψασαν ὑπὲρ τῶν ἄλλων ἀφοσιώσασθαι.1 τούτους τοὺς Φητιαλεῖς Πομπίλιος Νομᾶς, βασιλέων ἡμερώτατος γενόμενος καὶ δικαιότατος, κατέστησε φύλακας μὲν εἰρήνης, ἐπιγνώμονας δὲ καὶ βεβαιωτὰς αἰτιῶν, αἳ σὺν δίκῃ πόλεμον συνάπτουσι.
在罗马,元老院召集会议,许多人纷纷控告费边;被称为教规官的祭司们也呼告神灵、极力敦促,命令元老院将所犯行为的秽迹归咎于唯一的罪人,以此替其余人赎罪消灾。这些教规官乃是诸王中最温和且最公正的庞皮利乌斯·努马所设立,作为和平的维护者,以及评判和核定正义开战事由的人。
τῆς δὲ βουλῆς ἐπὶ τὸν δῆμον ἀνενεγκαμένης τὸ πρᾶγμα καὶ τῶν ἱερέων ὅμοια τοῦ Φαβίου κατηγορούντων, οὕτω περιύβρισαν οἱ πολλοὶ τὰ θεῖα καὶ κατεγέλασαν, ὥστε καὶ χιλίαρχον ἀποδεῖξαι τὸν Φάβιον μετὰ τῶν ἀδελφῶν, οἱ δὲ Κελτοὶ πυθόμενοι ταῦτα καὶ χαλεπῶς φέροντες οὐδὲν ἐμποδὼν ἐποιοῦντο τῆς σπουδῆς, ἀλλʼ ἐχώρουν παντὶ τάχει· καὶ πρὸς τὸ πλῆθος αὐτῶν καὶ τήν λαμπρότητα τῆς παρασκευῆς καὶ βίαν καὶ θυμὸν ἐκπεπληγμένων τῶν διὰ μέσου, καὶ τήν τε χώραν ἀπολωλέναι πᾶσαν ἤδη καὶ τὰς πόλεις εὐθὺς ἀπολεῖσθαι δοκούντων,2 παρʼ ἐλπίδας οὐδὲν ἠδίκουν οὐδʼ ἐλάμβανον ἐκ τῶν ἀγρῶν, ἀλλὰ καὶ παρὰ τὰς πόλεις ἐγγὺς παρεξιόντες ἐβόων ἐπὶ τήν Ῥώμην πορεύεσθαι καὶ μόνοις πολεμεῖν Ῥωμαίοις, τοὺς δʼ ἄλλους φίλους ἐπίστασθαι.
然而当元老院将此事交由人民处置,而祭司们同样控告费边时,民众却如此亵渎并嘲弄神圣之事,以致甚至将费边与其兄弟一同推选为军职保民官。凯尔特人获悉此事,极为愤怒,行动中不再有任何迟疑,而是全速进发;途经各处的居民因他们庞大的人数、严整浩大的装备以及凶暴和愤怒而惊恐万状,以为整个乡野已经化为乌有,诸城邦也将立即灭亡;然而出乎意料的是,他们既未加害任何人,也未从田间掠取物品,反而在贴近诸城邦走过时大声呼喊,声称自己是在向罗马进发,且仅与罗马人作战,视其余所有人为朋友。
τοιαύτῃ δὲ χρωμένων ὁρμῇ τῶν βαρβάρων ἐξῆγον οἱ χιλίαρχοι τοὺς Ῥωμαίους ἐπὶ τὸν ἀγῶνα, πλήθει μὲν οὐκ ἐνδεεῖς ἐγένοντο γὰρ ὁπλῖται τετρακισμυρίων οὐκ ἐλάσσους, ἀνασκήτους δὲ τοὺς πολλοὺς καὶ τότε πρῶτον ἁπτομένους ὅπλων. ἔτι δʼ ἐξημέλητο τὰ τῶν θεῶν αὐτοῖς οὔτε καλλιερήσασιν οὔτε μάντεις ἃ πρὸ κινδύνου καὶ μάχης εἰκὸς ἦν ἐρομένοις.
在蛮族以如此势头挺进之时,军职保民官率领罗马人奔赴战线;他们在人数上并不匮乏,因为重装步兵不少于四万人,但多数人未受过训练,并且是当时初次握起武器。此外,神灵之事亦被他们完全疏忽,既未获得吉利的祭牲之兆,也未在面临危险与战斗前依照常理请教占卜官。
οὐδενὸς δὲ ἧττον ἐπετάραττεν ἡ πολυαρχία τὰ πραττόμενα. καίτοι πρότερόν γε καὶ πρὸς ἐλάττονας ἀγῶνας εἵλοντο πολλάκις μονάρχους, οὓς δικτάτορας καλοῦσιν, οὐκ ἀγνοοῦντες, ὅσον ἐστὶν εἰς ἐπισφαλῆ καιρὸν ὄφελος μιᾷ χρωμένους γνώμῃ πρὸς ἀνυπεύθυνον ἀρχὴν ἐν χερσὶ τήν δίκην ἔχουσαν εὐτακτεῖν.
而多头统御对行事局面的扰乱丝毫不亚于其他因素。尽管在此之前,即便面对较小的战事,他们也曾多次推选出专制长官——即他们称为独裁官者,因为他们并非不知道,在危难关头,顺从统一的决断,服从一个掌握裁决权力而无需负责的最高职权以维系良好秩序,具有何等益处。
οὐχ ἥκιστα δὲ καὶ Κάμιλλος ἀγνωμονηθεὶς ἔβλαψε τὰ πράγματα, τοῦ μὴ πρὸς χάριν μηδὲ κολακεύοντας ἄρχειν φοβεροῦ γενομένου.3 προελθόντες οὖν ἀπὸ τῆς πόλεως σταδίους ἐνενήκοντα παρὰ τὸν Ἀλίαν ποταμὸν ηὐλίσθησαν, οὐ πόρρω τοῦ στρατοπέδου τῷ Θύμβριδι συμφερόμενον. ἐνταῦθα δὲ τῶν βαρβάρων ἐπιφανέντων αἰσχρῶς ἀγωνισάμενοι διʼ ἀταξίαν ἐτράποντο.
而卡米卢斯遭受不公待遇,亦对局势造成了极大的损害,因为不徇私情、不事逢迎的治道竟成了令人畏惧之事。于是他们从城邦出征九十斯塔德,在阿利亚河畔安营扎寨,该河在距营地不远处与台伯河汇合。当蛮族在此处出现时,他们因秩序混乱而表现拙劣,随即溃败。
καὶ τὸ μὲν ἀριστερὸν κέρας εὐθὺς ἐμβαλόντες εἰς τὸν ποταμὸν οἱ Κελτοὶ διέφθειραν τὸ δὲ δεξιὸν ὑπεκκλῖναν τήν ἐπιφορὰν ἐκ τοῦ πεδίου πρὸς τοὺς λόφους ἧττον ἐξεκόπη καὶ διεξέπεσον ἀπὸ τούτων εἰς τήν πόλιν οἱ πολλοί, τοῖς δʼ ἄλλοις, ὅσοι τῶν πολεμίων ἀπειπόντων πρὸς τὸν φόνον ἐσώθησαν, εἰς Οὐηΐους αἱ φυγαὶ διὰ νυκτὸς ἦσαν, ὡς τῆς Ῥώμης οἰχομένης καὶ τῶν ἐκεῖ πάντων ἀπολωλότων.
凯尔特人立即将左翼冲入河中歼灭;右翼则避开平原上的冲击奔向丘陵,遭受的打击较轻,其中大多数人经由这些丘陵逃入城邦;至于其余那些在敌人厌倦杀戮后得以幸存的人,则在夜间逃往维爱,因为他们以为罗马已经陷落,城中所有人均已丧生。
- 18.1κελεύοντες τὸ τῶν πεπραγμένων ἄγος τήν σύγκλητον εἰς ἕνα τὸν αἴτιον τρέψασαν ὑπὲρ τῶν ἄλλων ἀφοσιώσασθαι
由动词 κελεύοντες 引出的对格不定式结构,中动不定式 ἀφοσιώσασθαι(“赎罪、禳解”)的逻辑主语为 τήν σύγκλητον。分词 τρέψασαν(阴性单数对格)与 τήν σύγκλητον 保持性数格一致,表示手段或前置动作。
- 18.3ἐκπεπληγμένων τῶν διὰ μέσου, καὶ τήν τε χώραν ἀπολωλέναι πᾶσαν ἤδη καὶ τὰς πόλεις εὐθὺς ἀπολεῖσθαι δοκούντων
属格独立结构(genitive absolute)。以名词化短语 τῶν διὰ μέσου(“中途之地的居民”)作为逻辑主语,修饰分词 ἐκπεπληγμένων(完成被动分词)与 δοκούντων(现在主动分词)。δοκούντων 所带的宾语从句由完成时不定式 ἀπολωλέναι 与将来时不定式 ἀπολεῖσθαι 构成,表示其认知内容。
- 18.6τοῦ μὴ πρὸς χάριν μηδὲ κολακεύοντας ἄρχειν φοβεροῦ γενομένου
属格独立结构。冠词不定式短语 τοῦ μὴ πρὸς χάριν μηδὲ κολακεύοντας ἄρχειν(“既不徇私情也不奉承逢迎地进行统治”)整体充当主语,与表语形容词 φοβεροῦ 及分词 γενομένου(中性单数属格)构成搭配,在此表原因(“因为……已成为令人畏惧之事”)。
