- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:17.1-17.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作为使节被派往围攻克卢西乌姆的高卢军营的罗马费边氏族成员,遭到了布伦努斯王以强权即公理为由的驳斥;随后一位费边成员擅自参战并斩杀一名高卢战士,布伦努斯遂向诸神申诉这种违反外交公法的行为,并一面要求引渡该使节,一面率军进逼罗马。
οἱ δὲ Γαλάται τότε πρὸς πόλιν Τυρρηνίδα Κλούσιον στρατεύσαντες ἐπολιόρκουν, οἱ δὲ Κλουσῖνοι καταφυγόντες ἐπὶ τοὺς Ῥωμαίους ᾐτήσαντο πρέσβεις παρʼ αὐτῶν καὶ γράμματα πρὸς τοὺς βαρβάρους. ἐπέμφθησαν δὲ τοῦ Φαβίων γένους τρεῖς ἄνδρες εὐδόκιμοι καὶ τιμὰς μεγάλας ἔχοντες ἐν τῇ πόλει.
然而当时高卢人进军攻打提尔勒尼亚城邦克卢西乌姆并围攻之。克卢西乌姆人向罗马人求援,恳请他们派出使节并向蛮族致信。于是费边氏族的三位知名且在城邦中身居显赫要职的男子被派往该处。
τούτους ἐδέξαντο μὲν οἱ Γαλάται φιλανθρώπως διὰ τὸ τῆς Ῥώμης ὄνομα, καὶ παυσάμενοι τῆς πρὸς τὰ τείχη μάχης εἰς λόγους συνῆλθον. πυνθανομένων δʼ αὐτῶν, ὅ τι παθόντες ὑπὸ Κλουσίνων ἥκοιεν1 ἐπὶ τὴν πόλιν, γελάσας ὁ βασιλεὺς τῶν Γαλατῶν Βρέννος, ἀδικοῦσιν ἡμᾶς, ἔφη, Κλουσῖνοι γῆν καὶ χώραν ὀλίγην μὲν γεωργεῖν δυνάμενοι, πολλὴν δὲ κατέχειν ἀξιοῦντες καὶ μὴ μεταδιδόντες ἡμῖν ξένοις οὖσι καὶ πολλοῖς καὶ πένησι.
高卢人看在罗马的名号上和善地接待了他们,停止了对城墙的攻打,聚在一起商谈。当使节们询问他们遭到了克卢西乌姆人何种伤害才来到这座城邦时,高卢人的王布伦努斯笑着说: “克卢西乌姆人亏待了我们, 因为他们仅能耕种少量的土地与疆野,却自恃应当占有大片土地,不肯分给我们这些外邦人,而我们人数众多且贫困不堪。
ταῦτα δʼ ἄρα καὶ ὑμᾶς ἠδίκουν, ὦ Ῥωμαῖοι, πρότερον μὲν Ἀλβανοὶ καὶ Φιδηνᾶται καὶ Ἀρδεᾶται, νῦν δὲ Οὐήϊοι καὶ Καπηνᾶται καὶ πολλοὶ Φαλίσκων καὶ Οὐολούσκων· ἐφʼ οὓς ὑμεῖς στρατεύοντες, ἐὰν μὴ μεταδιδῶσιν ὑμῖν τῶν ἀγαθῶν, ἀνδραποδίζεσθε καὶ λεηλατεῖτε καὶ κατασκάπτετε τὰς πόλεις αὐτῶν, οὐδὲν οὐδὲ ὑμεῖς γε δεινὸν οὐδὲ ἄδικον ποιοῦντες, ἀλλὰ τῷ πρεσβυτάτῳ τῶν νόμων ἀκολουθοῦντες, ὃς τῷ κρείττονι τὰ τῶν ἡττόνων δίδωσιν ἀρχόμενος ἀπὸ τοῦ θεοῦ καὶ τελευτῶν εἰς τὰ θηρία, καὶ γὰρ τούτοις ἐκ φύσεως ἔνεστι τὸ ζητεῖν πλέον ἔχειν τὰ κρείττονα τῶν ὑποδεεστέρων. Κλουσίνους δὲ παύσασθε πολιορκουμένους οἰκτείροντες, ὡς μὴ καὶ Γαλάτας διδάξητε χρηστοὺς καὶ φιλοικτίρμονας γενέσθαι τοῖς ὑπὸ Ῥωμαίων ἀδικουμένοις.
然而罗马人啊,昔日阿尔巴人、菲德奈人、阿尔代亚人,如今维爱人、卡佩纳人以及法利斯克人和沃尔斯奇人中的许多部族,也同样是对你们行了这等不公之事;你们向他们出兵征伐,若他们不把财物分与你们,你们就将他们贬为奴隶、掠夺其财产、夷平其城邦;在此事上,你们也绝未做出可怕或不义的举动, 而只是遵循了最古老的法则:此法自神灵始,至野兽终,皆把弱者之物赋予强者;因为强者寻求比弱者占有更多的东西,在它们〔野兽〕之中也是出于天性而存在的。因此,请停止同情被围困的克卢西乌姆人吧,免得你们也教会高卢人对那些受罗马人亏待的人变得宽仁怜悯。”
ἐκ τούτων τῶν λόγων ἔγνωσαν οἱ Ῥωμαῖοι τὸν Βρέννον ἀσυμβάτως ἔχοντα, καὶ παρελθόντες εἰς τὸ Κλούσιον ἐθάρρυνον καὶ παρώρμων τοὺς ἄνδρας ἐπεξελθεῖν τοῖς βαρβάροις μετʼ αὐτῶν, εἴτε τὴν ἐκείνων ἀλκὴν καταμαθεῖν εἴτε τὴν ἑαυτῶν ἐπιδείξασθαι θέλοντες. ἐκδρομῆς δὲ τῶν Κλουσίνων καὶ μάχης παρὰ τὰ τείχη γενομένης εἷς τῶν Φαβίων, Κόιντος Ἄμβουστος, ἵππον ἔχων ἐλήλασεν ἀνατίος ἀνδρὶ μεγάλῳ καὶ καλῷ Γαλάτῃ πολὺ προϊππεύοντι τῶν ἄλλων, ἀγνοηθεὶς ἐν ἀρχῇ διὰ τὸ τὴν σύνοδον ὀξεῖαν γενέσθαι καὶ τὰ ὅπλα περιλάμποντα τὴν ὄψιν ἀποκρύπτειν.
从这些话中,罗马人明白布伦努斯毫无妥协讲和之意;他们进入克卢西乌姆,不知是想探知敌人的武勇,还是想展示自己的本领,便鼓励并催促城中男子与他们一同出城向蛮族进攻。当克卢西乌姆人出击并在城墙旁交战时,费边家族的昆图斯·安布斯图斯策马冲向一名骑马远行在其他人前方的魁梧英俊的高卢人;起初因交锋迅猛且铠甲反光掩盖了面容,并未有人认出他。
ὡς δʼ ἐπικρατήσας τῇ μάχῃ καὶ καταβαλὼν ἐσκύλευε τὸν ἄνθρωπον, γνωρίσας ὁ Βρέννος αὐτὸν ἐπεμαρτύρατο θεούς, ὡς παρὰ τὰ κοινὰ καὶ νενομισμένα πᾶσιν ἀνθρώποις ὅσια καὶ δίκαια πρεσβευτοῦ μὲν ἥκοντος, πολέμια δὲ εἰργασμένου.2 καταπαύσας δὲ τὴν μάχην αὐτίκα Κλουσίνους μὲν εἴα χαίρειν, ἐπὶ δὲ τὴν Ῥώμην τὸν στρατὸν ἦγεν. οὐ βουλόμενος δὲ δόξαι τὴν ἀδικίαν αὐτοῖς ὥσπερ ἀσμένοις γεγονέναι3 καὶ δεομένοις προφάσεως, ἔπεμψεν ἐξαιτῶν ἐπὶ τιμωρίᾳ τὸν ἄνδρα καὶ προῆγεν ἅμα σχολαίως.
然而当他在战斗中获胜、将对方击倒并剥取其战利品时,布伦努斯认出了他,便呼告诸神作证:有人违背全人类共同确立的公理与法度,本是作为使节前来,却行了敌对作战之事。他随即叫停了战斗,放过克卢西乌姆人,率军直逼罗马。然而因不愿显得此等不义行为发生得仿佛正合他们心意、恰似他们正需要借口,他派人要求交出此人以施惩治,同时大军缓缓向前挺进。
- 17.2ὅ τι παθόντες ὑπὸ Κλουσίνων ἥκοιεν
此句为从属于主句分词 πυνθανομένων 的间接疑问句,在历史时态后使用了斜格希求式 ἥκοιεν。短语 ὅ τι παθόντες 采用了古典希腊语中惯用句式 τί παθών(“遭遇了何事导致……”、“出于何种缘由”),在此不仅询问所受损害的事实,更探问其兴兵前来的动机与缘由。
- 17.6ὡς παρὰ τὰ κοινὰ καὶ νενομισμένα πᾶσιν ἀνθρώποις ὅσια καὶ δίκαια πρεσβευτοῦ μὲν ἥκοντος, πολέμια δὲ εἰργασμένου
连词 ὡς 引导了布伦努斯向诸神呼告(ἐπεμαρτύρατο)抗议的内容与主观理由。其后连接了属格绝对句 πρεσβευτοῦ μὲν ἥκοντος, πολέμια δὲ εἰργασμένου(“作为使节前来却行敌对之举”),介词短语 παρὰ τὰ ... ὅσια καὶ δίκαια(“违背公理与法度”)则修饰整个属格绝对结构所表达的行为。
- 17.6αὐτοῖς ὥσπερ ἀσμένοις γεγονέναι
此处使用了人称与格(αὐτοῖς)+ ἄσμενος(“欣然的、正合心意的”)+ γίγνομαι 的古典固定句式,表示“正中某人下怀/某事发生在某人看来极为合意”。在从属于 δόξαι 的不定式 γεγονέναι 结构中,宾格 τὴν ἀδικίαν 为其逻辑主语,意为“不愿显得这一不公行为仿佛正好合乎他们的心意”。
