← 普鲁塔克

卡米卢斯传

§14.1-14.2

灾祸的前兆与预警高卢人来袭的神音

叙述了作为巨大灾祸征兆的监察官尤利乌斯之死,以及平民马尔库斯·凯迪基乌斯报告警示高卢人入侵的超自然神异之声,但军政官们对此报以嘲弄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

πρῶτον μὲν οὖν ἔδοξε σημεῖον γεγονέναι κακοῦ μεγάλου προσιόντος ἡ Ἰουλίου τοῦ τιμητοῦ τελευτή· μάλιστα γὰρ δὴ Ῥωμαῖοι σέβονται καὶ νομίζουσιν ἱερὰν τὴν τῶν τιμητῶν ἀρχήν, δεύτερον δὲ πρὸ τῆς Καμίλλου φυγῆς ἀνὴρ οὐκ ἐπιφανὴς μὲν οὐδὲ ἐκ τῆς βουλῆς, ἐπιεικὴς δὲ καὶ χρηστὸς εἶναι δοκῶν, Μᾶρκος Καιδίκιος, ἀνήνεγκε πρὸς τοὺς χιλιάρχους πρᾶγμα φροντίδος ἄξιον.

首先,监察官尤利乌斯的去世被认为是逼近的巨大灾祸的征兆;因为罗马人格外尊崇并视监察官的职位为神圣。其次,在卡米卢斯流亡之前,有一个并非显贵亦非元老院成员、却被公认为温和正直的名叫马尔库斯·凯迪基乌斯的人,向军政官们禀报了一件值得重视的事。

§14.2

ἔφη γὰρ ἐν τῇ παρῳχημένῃ νυκτὶ καθʼ ὁδὸν βαδίζων, ἣν Καινὴν ὀνομάζουσι, κληθεὶς ὑπό τινος φθεγξαμένου μεταστραφῆναι, καὶ θεάσασθαι μὲν οὐδένα, φωνῆς δὲ μείζονος ἢ κατʼ ἀνθρωπίνην ἀκοῦσαι1 τάδε λεγούσης· ἄγε, Μᾶρκε Καιδίκιε, λέγε πρὸς τοὺς ἄρχοντας ἕωθεν ἐλθὼν ὀλίγου χρόνου2 Γαλάτας προσδέχεσθαι. ταῦτʼ ἀκούσαντες οἱ χιλίαρχοι γέλωτα καὶ παιδιὰν ἐποιοῦντο. καὶ μετʼ ὀλίγον συνέβη τὰ περὶ Κάμιλλον.

他说他在过去的夜里走在人们称之为“新路”的街上时,听到有人呼唤便转过身来,却未见一人,只听见一个超乎凡人、宏大异常的声音如此说道: “去吧,马尔库斯·凯迪基乌斯,清晨去告诉长官们,要做好不久后高卢人来临的准备。” 军政官们听闻此事,仅将其视作笑柄与儿戏。不久之后,关于卡米卢斯的事件便发生了。

语法注2 条
  1. 14.2φωνῆς δὲ μείζονος ἢ κατʼ ἀνθρωπίνην ἀκοῦσαι

    在 ἀνθρωπίνην 后省略了 φωνήν。比较级 μείζονος 紧随“ἤ κατά + 宾格”,构成表示“超出……的尺度或限度”的惯用结构,意为“超越人类限度的、超乎常人的洪大声音”。

  2. 14.2ὀλίγου χρόνου

    这是表示“时间范围”的属格(genitive of time within which),意为“在短时间内”或“不久”,指明即将发生之事(Γαλάτας προσδέχεσθαι)将在短时间内实现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:14.1-14.2