- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:13.1-13.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡米卢斯在缺席审判中被处以巨额罚金并流亡;随后降临罗马的巨大灾难被罗马人视为神明因他蒙冤而降下的报应。
ἐκεῖνος μὲν οὖν, ὥσπερ ὁ Ἀχιλλεὺς, ἀρὰς θέμενος ἐπὶ τοὺς πολίτας καὶ μεταστὰς ὦφλε τὴν δίκην ἐρήμην,1 τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσαν. ὃ γίνεται πρὸς ἀργυρίου λόγον χίλιαι δραχμαὶ καὶ πεντακόσιαι· ἀσσάριον γὰρ ἦν τὸ ἀργύριον, καὶ τὸ δεκάχαλκον οὕτως ἐκαλεῖτο δηνάριον.
于是,他就像阿喀琉斯一样,对同胞公民发下诅咒并离开后,在缺席审判中被判处一万五千阿萨里昂的罚金。按银币折算,这相当于一千五百德拉克马;因为当时的货币是阿萨里昂,而折合十个青铜币的货币便被称为第纳里乌斯。
οὐδεὶς δʼ ἔστι Ῥωμαίων, ὃς οὐ νομίζει τὰς εὐχὰς τοῦ Καμίλλου ταχὺ τὴν Δίκην ὑπολαβεῖν, καὶ γενέσθαι τιμωρίαν αὐτῷ τῆς ἀδικίας2 οὐκ ἡδεῖαν, ἀλλʼ ἀνιαράν, ὀνομαστὴν δὲ καὶ περιβόητον· τοσαύτη περιῆλθε τὴν Ῥώμην νέμεσις, καὶ τοσοῦτον ἄγων φθόρον καὶ κίνδυνον ἅμα μετʼ αἰσχύνης ἐφάνη καιρὸς ἐπὶ τὴν πόλιν, εἴτε τῆς τύχης οὕτω συνελθούσης, εἴτε καὶ θεῶν τινος ἔργον ἔστι3 μὴ παραμελεῖν ἀρετῆς ἀχαριστουμένης.
在罗马人中,没有人不认为正义女神迅速接纳了卡米卢斯的祈祷,并且为他遭受的冤屈降下了惩罚——这种惩罚虽非他所乐见,反教人痛苦,却也名扬天下、人尽皆知。因为降临在罗马身上的天谴是如此之大,带来如此巨大的毁灭与危险并伴随羞辱的危难时刻也降临到了这座城邦,这或是由于命运的凑合,或是由于对不蒙感恩的美德不予忽视乃是某种神明的作为。
- 13.1ὦφλε τὴν δίκην ἐρήμην
由动词 ὀφλισκάνω(获罪、被判处)与 δίκη 及形容词 ἔρημος(无人的、缺席的)构成的法庭习语,意为“在缺席审判中败诉(被定罪)”。后接的 τίμημα... ἔχουσαν 为修饰 τὴν δίκην 的分词短语,指被判处的罚金额度。
- 13.2γενέσθαι τιμωρίαν αὐτῷ τῆς ἀδικίας
与格 αὐτῷ 是利益与格(“为他/对他而言”),表示通过惩罚而雪冤的受惠方,而非受罚者。属格 τῆς ἀδικίας 是由 τιμωρίαν 所支配的原因或对象属格,表示“针对(他所遭受的)不公正对待的惩罚”。
- 13.2εἴτε τῆς τύχης οὕτω συνελθούσης, εἴτε καὶ θεῶν τινος ἔργον ἔστι
在表达二者择一原因的 εἴτε... εἴτε 结构中,前一个从句采用了独立属格结构(τῆς τύχης... συνελθούσης),而后一个从句则转变为限定动词从句(θεῶν τινος ἔργον ἔστι...),构成了不规则并列。在逻辑上,两者皆用于解释前面 τοσαύτη... 与 καιρός... 所述灾异发生的原因。
