← 普鲁塔克

卡米卢斯传

§15.1-15.4

阿伦斯挑动高卢人入侵意大利

本段记叙高卢人因人口过剩而迁徙,并在尝到葡萄酒后决意进军意大利;而挑动并引导这次入侵的,乃是被富有监护对象卢库莫夺妻、诉讼失败后出走的伊特鲁里亚人阿伦斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

οἱ δὲ Γαλάται τοῦ Κελτικοῦ γένους ὄντες ὑπὸ πλήθους λέγονται1 τὴν αὑτῶν ἀπολιπόντες, οὐκ οὖσαν αὐτάρκη τρέφειν ἅπαντας, ἐπὶ γῆς ζήτησιν ἑτέρας ὁρμῆσαι· μυριάδες δὲ πολλαὶ γενόμενοι νέων ἀνδρῶν2 καὶ μαχίμων, ἔτι δὲ πλείους παίδων καὶ γυναικῶν ἄγοντες, οἱ μὲν ἐπὶ τὸν βόρειον Ὠκεανὸν ὑπερβαλόντες τὰ Ῥιπαῖα ὄρη ῥυῆναι καὶ τὰ ἔσχατα τῆς Εὐρώπης κατασχεῖν, οἱ δὲ μεταξὺ Πυρρήνης ὄρους καὶ τῶν Ἄλπεων ἱδρυθέντες ἐγγὺς Σενώνων καὶ Κελτορίων κατοικεῖν χρόνον πολύν ὀψὲ δʼ οἴνου γευσάμενοι τότε πρῶτον ἐξ Ἰταλίας διακομισθέντος οὕτως ἄρα θαυμάσαι τὸ πόμα καὶ πρὸς τὴν καινότητα τῆς ἡδονῆς ἔκφρονες γενέσθαι πάντες, ὥστε ἀράμενοι τὰ ὅπλα καὶ γενεὰς ἀναλαβόντες ἐπὶ τὰς Ἄλπεις φέρεσθαι καὶ ζητεῖν ἐκείνην τὴν γῆν, ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι, τὴν δʼ ἄλλην ἄκαρπον ἡγεῖσθαι καὶ ἀνήμερον.

属于凯尔特族的高卢人,据说因人口过剩、本国土地不足以养育所有人,遂离弃故土,出发寻找另一片土地。健壮善战的年轻男子有数万之众,所携的妇孺数目还要更多;其中一部分人越过里派亚山脉,涌向北方的洋面,占据了欧洲的极边之地,而另一部分人则在比利牛斯山脉与阿尔卑斯山脉之间定居,在塞诺内斯人与凯尔托里伊人附近生活了很长时间。后来,他们品尝了当时初次从意大利运来的葡萄酒,对这一饮品惊叹不已,更因这种新奇的享受而全都神魂颠倒,以至于拿上武器、携家带口奔赴阿尔卑斯山,去寻找出产这般佳果的土地,而将其他一切土地皆视为贫瘠荒蛮。

§15.3

ὁ δʼ εἰσαγαγὼν τὸν οἶνον πρὸς αὐτοὺς καὶ παροξύνας ἐπὶ τὴν Ἰταλίαν μάλιστα καὶ πρῶτος Ἄρρων λέγεται γενέσθαι Τυρρηνός, ἀνὴρ ἐπιφανὴς καὶ φύσει μὲν οὐ πονηρός, συμφορᾷ δὲ τοιαύτῃ χρησάμενος. ἦν ἐπίτροπος παιδὸς ὀρφανοῦ πλούτῳ τε πρώτου τῶν πολιτῶν καὶ θαυμαζομένου κατʼ εἶδος, ὄνομα Λουκούμωνος. οὗτος ἐκ νέου παρὰ τῷ Ἄρρωνι δίαιταν εἶχε, καὶ μειράκιον ὢν οὐκ ἀπέλιπε τὴν οἰκίαν, ἀλλὰ προσεποιεῖτο χαίρειν συνὼν ἐκείνῳ.

向他们引入葡萄酒,并且最先、最有力地煽动他们进军意大利的人,据说是提尔勒尼亚人阿伦斯。他是一位显赫的人物,天性并非邪恶,却遭遇了如下的不幸。他是孤儿卢库莫的监护人,那孤儿在城邦公民中财富首屈一指,且相貌出众、为人所叹赏。此人自幼便住在阿伦斯家中,成年后亦未离开这所宅院,反而假装乐于与他同住。

§15.4

καὶ πολύν χρόνον ἐλάνθανε διεφθαρκὼς αὐτοῦ τὴν γυναῖκα καὶ διεφθαρμένος ὑπʼ ἐκείνης·3 ἤδη δὲ πόρρω τοῦ πάθους ἀμφοτέρων γεγονότων καὶ μήτʼ ἀφεῖναι τὴν ἐπιθυμίαν μήτε κρύπτειν ἔτι δυναμένων, ὁ μὲν νεανίσκος ἐπεχείρει φανερῶς ἀποσπάσας ἔχειν τὴν ἄνθρωπον, ὁ δʼ ἀνὴρ ἐπὶ δίκην ἐλθὼν καὶ κρατούμενος πλήθει φίλων καὶ χρημάτων δαπάναις ὑπὸ τοῦ Λουκούμωνος ἐξέλιπε τὴν ἑαυτοῦ· καὶ πυθόμενος τὰ τῶν Γαλατῶν ἧκεν εἰς αὐτοὺς καὶ καθηγήσατο τῆς εἰς τὴν Ἰταλίαν στρατείας.

在漫长的时间里,他诱惑了阿伦斯的妻子,反过来亦被她诱惑,却始终未被察觉。但后来两人的情欲日益深重,既无法放弃贪欲,又再难掩藏,年轻人便企图公开夺走这妇人占为己有;做丈夫的虽诉诸公堂,却被卢库莫众多的友人及其金钱开销所压制,不得不逃离故国。他在探知高卢人的状况后,便投奔他们,并为征伐意大利引路。

语法注3 条
  1. 15.1οἱ δὲ Γαλάται τοῦ Κελτικοῦ γένους ὄντες ὑπὸ πλήθους λέγονται

    主语 οἱ δὲ Γαλάται 与被动语态动词 λέγονται 构成人称构式(带不定式的主格),统摄后续一系列不定式(ὁρμῆσαι、ῥυῆναι、κατασχεῖν、κατοικεῖν、θαυμάσαι 等)。该句式贯穿全句,中间穿插了多个分词短语及并列从句(οἱ μέν... οἱ δέ...)。

  2. 15.1μυριάδες δὲ πολλαὶ γενόμενοι νέων ἀνδρῶν

    阳性复数主格分词 γενόμενοι 并未被作表语的阴性名词 μυριάδες 同化,而是与承前省略的主语 οἱ Γαλάται(阳性复数)保持一致(μυριάδες πολλαὶ γενόμενοι 意为“人数多达数万”)。

  3. 15.4πολὺν χρόνον ἐλάνθανε διεφθαρκὼς αὐτοῦ τὴν γυναῖκα καὶ διεφθαρμένος ὑπʼ ἐκείνης

    此为 λανθάνω 带补充分词的固定用法,意为“瞒着人做……”或“不为人知地……”。此处并列了主动完成时分词 διεφθαρκώς 与被动完成时分词 διεφθαρμένος,表明年轻人引诱了阿伦斯的妻子、同时也受其诱惑,表现了双方相互的私通关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:15.1-15.4