- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:12.1-12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡米卢斯因涉嫌侵吞战利品被阿普勒乌斯起诉,虽求助于友人与战友,但在审判上未获有力支持,遂愤而选择流亡,出城时向神明祈求让罗马人因驱逐他而后悔。
ὁ μὲν οὖν κατήγορος ἦν Λεύκιος Ἀπουλήιος, ἔγκλημα δὲ κλοπῆς περὶ τὰ Τυρρηνικὰ χρήματα, καὶ δῆτα καὶ θύραι τινὲς ἐλέγοντο χαλκαῖ παρʼ αὐτῷ φανῆναι τῶν αἰχμαλώτων, ὁ δὲ δῆμος ἐξηρέθιστο καὶ δῆλος ἦν ἐκ πάσης προφάσεως κατʼ αὐτοῦ τῇ ψήφῳ χρησόμενος.1
告发者是卢基乌斯·阿普勒乌斯,罪名是侵吞伊特鲁里亚的财物;事实上,甚至有人说在他那里发现了战利品中的铜门。民众极为愤怒,显然无论以何种借口都会投下不利于他的票。
οὕτως οὖν συναγαγὼν τούς τε φίλους καὶ τούς συστρατευσαμένους οὐκ ὀλίγους τὸ πλῆθος ὄντας, ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν ἀδίκως ἐπʼ αἰτίαις πονηραῖς ὀφλόντα καὶ καταγέλαστον ὑπὸ τῶν ἐχθρῶν γενόμενον.2 ἐπεὶ δʼ οἱ φίλοι βουλευσάμενοι καὶ διαλεχθέντες ἑαυτοῖς ἀπεκρίναντο, πρὸς μὲν τὴν κρίσιν αὐτῷ μηδὲν οἴεσθαι βοηθήσειν, τὴν δὲ ζημίαν ὀφλόντι συνεκτίσειν, οὐκ ἀνασχόμενος ἔγνω μεταστῆναι καὶ φυγεῖν ἐκ τῆς πόλεως πρὸς ὀργήν.
于是〔卡米卢斯〕召集了他的朋友以及为数不少的战友,恳求他们不要坐视他在恶毒的罪名下蒙冤定罪,成为敌人的笑柄。然而,朋友们在商议并互相交谈后答复说,他们认为在审判上完全帮不上忙,但若他被判罚款,他们愿意分摊缴纳。他无法忍受,愤然决定离开并流亡出城。
ἀσπασάμενος οὖν τὴν γυναῖκα καὶ τὸν υἱὸν ἐπὶ τῆς οἰκίας προῄει σιωπῇ μέχρι τῆς πύλης· ἐκεῖ δὲ ἐπέστη, καὶ μεταστραφεὶς ὀπίσω καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸ Καπιτώλιον ἐπεύξατο τοῖς θεοῖς, εἰ μὴ δικαίως, ἀλλʼ ὕβρει δήμου καὶ φθόνῳ προπηλακιζόμενος ἐκπίπτει, ταχὺ Ῥωμαίους μετανοῆσαι3 καὶ πᾶσιν ἀνθρώποις φανεροὺς γενέσθαι δεομένους αὐτοῦ καὶ ποθοῦντας Κάμιλλον.
于是在家中告别了妻子和儿子后,他默默走向城门;他在那里停下脚步,转过身来,面向卡皮托尔山伸出双手向诸神祈求:如果他并非因正义、而是由于民众的横暴与嫉妒受到侮辱而被驱逐,那么愿罗马人迅速后悔,并在所有人面前显露出他们需要他并渴望卡米卢斯。
- 12.1δῆλος ἦν ἐκ πάσης προφάσεως κατʼ αὐτοῦ τῇ ψήφῳ χρησόμενος
此为典型的人称句式(δῆλός ἐστι 配合分词),意义上等同于非人称句(“显而易见……”),主语为 ὁ δῆμος。将来分词 χρησόμενος 表明民众确凿的意向。
- 12.2μὴ περιιδεῖν αὐτὸν ἀδίκως ἐπʼ αἰτίαις πονηραῖς ὀφλόντα καὶ καταγέλαστον ὑπὸ τῶν ἐχθρῶν γενόμενον
动词 περιορῶ(“坐视、漠视”)支配宾格及补充分词(ὀφλόντα 和 γενόμενον),意为“坐视他……”。ὀφλόντα 是 ὀφλισκάνω 的不定过去时主动分词,在此用作司法术语,指“被定罪、蒙受判决”。
- 12.3ἐπεύξατο τοῖς θεοῖς, εἰ μὴ δικαίως, ἀλλʼ ὕβρει δήμου καὶ φθόνῳ προπηλακιζόμενος ἐκπίπτει, ταχὺ Ῥωμαίους μετανοῆσαι
表示祈求的动词 ἐπεύχομαι 引导“宾格加不定式”结构(Ῥωμαίους μετανοῆσαι……),说明祈愿的内容。条件从句 εἰ... ἐκπίπτει 使用直陈式现在时,表达假定为事实的前提(“如果他确实被驱逐……”)。
