← 普鲁塔克

地米斯托克利传

§9.1-9.4

策反爱奥尼亚人与雅典面临弃城危机

温泉关陷落后希腊舰队撤退,地米斯托克利沿途刻字试图策反爱奥尼亚人。与此同时,伯罗奔尼撒诸邦因固守地峡而拒绝援救阿提卡,致使雅典人陷入孤立,不得不面临弃城登舰的艰难抉择。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

τῶν μέντοι περὶ Θερμοπύλας εἰς τὸ Ἀρτεμίσιον ἀπαγγελλόντων πυθόμενοι1 Λεωνίδαν τε κεῖσθαι καὶ κρατεῖν Ξέρξην τῶν κατὰ γῆν παρόδων, εἴσω τῆς Ἑλλάδος ἀνεκομίζοντο, τῶν Ἀθηναίων ἐπὶ πᾶσι τεταγμένων διʼ ἀρετὴν καὶ μέγα τοῖς πεπραγμένοις φρονούντων. παραπλέων δὲ τὴν χώραν ὁ Θεμιστοκλῆς, ᾗπερ κατάρσεις ἀναγκαίας καὶ καταφυγὰς ἑώρα τοῖς πολεμίοις, ἐνεχάραττε κατὰ τῶν λίθων ἐπιφανῆ γράμματα, τοὺς μὲν εὑρίσκων ἀπὸ τύχης, τοὺς δʼ αὐτὸς ἱστὰς περὶ τὰ ναύλοχα καὶ τὰς ὑδρείας, ἐπισκήπτων Ἴωσι διὰ τῶν γραμμάτων, εἰ μὲν οἷόν τε, μετατάξασθαι πρὸς αὐτοὺς πατέρας ὄντας καὶ προκινδυνεύοντας ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας, εἰ δὲ μή, κακοῦν τὸ βαρβαρικὸν ἐν ταῖς μάχαις καὶ συνταράττειν. ταῦτα δʼ ἤλπιζεν ἢ μεταστήσειν τοὺς Ἴωνας ἢ ταράξειν ὑποπτοτέρους τοῖς βαρβάροις γενομένους.

然而,当他们从向阿耳忒米西昂通报温泉关战况的人口中得知列奥尼达斯阵亡、薛西斯已掌控陆上隘口时,便向希腊内地撤退;雅典人因其英勇而被置于后卫殿后,且对自己的赫赫战果深感自豪。地米斯托克利沿海岸航行时,凡见到敌军必经的停泊与避风之处,便在石面上刻下显眼的文字;这些石头有的是他偶然发现的,有的则是他亲自树立在泊地和取水点周围的。他通过这些文字敦促爱奥尼亚人:若有可能,便转投雅典人这一方——因为雅典人是他们的父祖之邦,正为他们的自由甘冒危险;若不可行,则在战斗中削弱蛮族并使之陷入混乱。他期望借此要么争取爱奥尼亚人归附,要么使他们受到蛮族的怀疑而造成混乱。

§9.3

Ξέρξου δὲ διὰ τῆς Δωρίδος ἄνωθεν ἐμβαλόντος εἰς τὴν Φωκίδα καὶ τὰ τῶν Φωκέων ἄστη πυρπολοῦντος οὐ προσήμυναν οἱ Ἕλληνες, καίπερ τῶν Ἀθηναίων δεομένων εἰς τὴν Βοιωτίαν ἀπαντῆσαι πρὸ τῆς Ἀττικῆς, ὥσπερ αὐτοὶ κατὰ θάλατταν ἐπʼ Ἀρτεμίσιον ἐβοήθησαν. μηδενὸς δʼ ὑπακούοντος αὐτοῖς, ἀλλὰ τῆς Πελοποννήσου περιεχομένων καὶ πᾶσαν ἐντὸς Ἰσθμοῦ τὴν δύναμιν ὡρμημένων συνάγειν, καὶ διατειχιζόντων τὸν Ἰσθμὸν εἰς θάλατταν ἐκ θαλάττης, ἅμα μὲν ὀργὴ τῆς προδοσίας εἶχε τοὺς Ἀθηναίους, ἅμα δὲ δυσθυμία καὶ κατήφεια μεμονωμένους. μάχεσθαι μὲν γὰρ οὐ διενοοῦντο μυριάσι στρατοῦ τοσαύταις· ὃ δʼ ἦν μόνον ἀναγκαῖον ἐν τῷ παρόντι, τὴν πόλιν ἀφέντας ἐμφῦναι ταῖς ναυσίν, οἱ πολλοὶ χαλεπῶς ἤκουον,2 ὡς μήτε νίκης δεόμενοι μήτε σωτηρίαν ἐπιστάμενοι θεῶν τε ἱερὰ καὶ πατέρων ἠρία προϊεμένων.3

而当薛西斯自多里斯从高处侵入福基斯并纵火焚烧福基斯各城镇时,希腊诸邦却并未前往援救,尽管雅典人曾恳请他们在阿提卡门户之前的玻俄提亚迎击敌军,正如雅典人自己曾出海前往阿耳忒米西昂支援那般。但无一人听从雅典人的请求,反而固守伯罗奔尼撒,急于将全部兵力集中在地峡之内,并筑起一道自这片海延伸至那片海、横贯地峡的长墙;雅典人一方面因遭遇背叛而义愤填膺,另一方面又因陷入孤立而沮丧消沉。因为他们根本无意与这成千上万的大军正面抗衡;而对于眼下唯一必需的抉择——弃城登舰,民众却极难听得进去,在他们看来,若弃绝神灵的圣所与祖先的坟墓,他们既不需要胜利,也看不到任何得救的希望。

语法注3 条
  1. 9.1τῶν μέντοι περὶ Θερμοπύλας εἰς τὸ Ἀρτεμίσιον ἀπαγγελλόντων πυθόμενοι

    ἀπαγγελλόντων 为名词化的现在分词属格复数,作为表示消息来源的属格直接依附于动词 πυθόμενοι(“从前来通报……的人口中得知”)。随后的不定式短语 Λεωνίδαν τε κεῖσθαι καὶ κρατεῖν Ξέρξην... 则构成 πυνθάνομαι 所获知内容的“宾格加不定式”结构。

  2. 9.4ὃ δʼ ἦν μόνον ἀναγκαῖον ἐν τῷ παρόντι, τὴν πόλιν ἀφέντας ἐμφῦναι ταῖς ναυσίν, οἱ πολλοὶ χαλεπῶς ἤκουον

    由关系代词 ὃ 引导的从句 ὃ δʼ ἦν μόνον ἀναγκαῖον ἐν τῷ παρόντι 作为主要动词 ἤκουον 的直接宾语。随后的不定式短语 τὴν πόλιν ἀφέντας ἐμφῦναι ταῖς ναυσίν 则作为同位语,进一步阐明该“唯一必需之策”的具体内容。短语 χαλεπῶς ἀκούω 是固定用法,意为“勉强听取”、“极其反感地听从”。

  3. 9.4θεῶν τε ἱερὰ καὶ πατέρων ἠρία προϊεμένων

    分词 προϊεμένων 逻辑上的施动者虽与主句主语(οἱ πολλοί)相同,但此处并未采用与主语一致的主格分词,而是构成了属格独立结构。这种不规则的属格独立结构旨在突出一种假设性条件(“倘若抛弃了神殿与先祖的墓穴”),作为前文分词 δεόμενοι 与 ἐπιστάμενοι 的原因或前提条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:9.1-9.4