← 普鲁塔克

地米斯托克利传

§8.1-8.3

阿耳忒米西昂海战的意义与遗迹地势

阐述阿耳忒米西昂海战带给希腊联军的精神启示与品达的赞诗,并记述了该地的地理位置、阿耳忒弥斯神庙、纪念碑铭及焚尸遗址。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

αἱ δὲ γενόμεναι τότε πρὸς τὰς τῶν βαρβάρων ναῦς περὶ τὰ στενὰ μάχαι κρίσιν μὲν εἰς τὰ ὅλα μεγάλην οὐκ ἐποίησαν, τῇ δὲ πείρᾳ μέγιστα τοὺς Ἕλληνας ὤνησαν, ὑπὸ τῶν ἔργων παρὰ τοὺς κινδύνους διδαχθέντας,1 ὡς οὔτε πλήθη νεῶν οὔτε κόσμοι καὶ λαμπρότητες ἐπισήμων οὔτε κραυγαὶ κομπώδεις ἢ βάρβαροι παιᾶνες ἔχουσι τι δεινὸν ἀνδράσιν ἐπισταμένοις εἰς χεῖρας ἰέναι καὶ μάχεσθαι τολμῶσιν, ἀλλὰ δεῖ τῶν τοιούτων καταφρονοῦντας ἐπʼ αὐτὰ τὰ σώματα φέρεσθαι καὶ πρὸς ἐκεῖνα διαγωνίζεσθαι συμπλακέντας.

当时在海峡一带同蛮族战舰所交锋的战斗,虽未对全盘战局产生决定性的影响,但在实战经验上却给希腊人带来了极大的益处。他们因在危难中经受了实际战事的教训而懂得:无论是战舰的数量、船标饰物的华美炫目,还是狂妄的叫嚣抑或蛮族的战歌,对于懂得短兵相接且勇于搏杀的男儿而言都毫无可畏之处;反之,他们应当鄙弃这些虚张声势之物,直扑敌人的血肉之躯,并在贴身肉搏中与之一决雌雄。

§8.2

ὃ δὴ καὶ Πίνδαρος οὐ κακῶς ἔοικε συνιδὼν ἐπὶ τῆς ἐν Ἀρτεμισίῳ μάχης εἰπεῖν·2 "ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν κρηπῖδʼ ἐλευθερίας·" ἀρχὴ γὰρ ὄντως τοῦ νικᾶν τὸ θαρρεῖν. ἔστι δὲ τῆς Εὐβοίας τὸ Ἀρτεμίσιον ὑπὲρ τὴν Ἑστίαιαν αἰγιαλὸς εἰς βορέαν ἀναπεπταμένος, ἀντιτείνει δʼ αὐτῷ μάλιστα τῆς ὑπὸ Φιλοκτήτῃ γενομένης χώρας Ὀλιζών. ἔχει δὲ ναὸν οὐ μέγαν Ἀρτέμιδος ἐπίκλησιν3 Προσηῴας, καὶ δένδρα περὶ αὐτῷ πέφυκε καὶ στῆλαι κύκλῳ λίθου λευκοῦ πεπήγασιν· ὁ δὲ λίθος τῇ χειρὶ τριβόμενος καὶ χρόαν καὶ ὀσμὴν κροκίζουσαν ἀναδίδωσιν.

关于阿耳忒米西昂之战,品达似乎也正是洞察了这一点,并写下了绝妙的诗句: “雅典健儿于此奠立了 自由之辉煌基石;” 因为勇气实乃胜利的开端。 阿耳忒米西昂是欧玻亚岛位于赫斯提亚亚上方、向北面敞开的一处海滩,与它正相对峙的主要是曾归菲洛克忒忒斯统治的奥利宗地区。那里有一座规模不大的阿耳忒弥斯神庙,神明别名为“迎拂朝曦者”(普罗塞俄亚),庙宇周围树木茂盛,环立着白石制成的石柱;若用手摩擦这种石料,它便会散发出藏红花般的色泽与气味。

§8.3

ἐν μιᾷ δὲ τῶν στηλῶν ἐλεγεῖον ἦν τόδε γεγραμμένον· παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας παῖδες Ἀθηναίων τῷδέ ποτʼ ἐν πελάγει ναυμαχίῃ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων, σήματα ταῦτʼ ἔθεσαν παρθένῳ Ἀρτέμιδι. δείκνυται δὲ τῆς ἀκτῆς τόπος ἐν πολλῇ τῇ πέριξ θινὶ κόνιν τεφρώδη καὶ μέλαιναν ἐκ βάθους ἀναδιδούς, ὥσπερ πυρίκαυστον, ἐν ᾧ τὰ ναυάγια καὶ νεκροὺς καῦσαι δοκοῦσι.

其中一根石柱上刻有如下的哀歌体诗句: 各色人等的部族来自亚洲大地。 雅典儿郎骋巨浪,波涛荡尽逆尘狂。 于海战中将其制服,及至米底大军覆亡。 立下这些纪念物,献给贞女阿耳忒弥斯。 此外,海滩上还指认出一处地点,在四周堆积的大量沙砾中,从深处泛出如同火焚一般的灰黑色灰烬,人们认为当年正是在那里焚化了失事残船与阵亡将士的遗体。

语法注3 条
  1. 8.1ὑπὸ τῶν ἔργων παρὰ τοὺς κινδύνους διδαχθέντας

    宾格分词 διδαχθέντας 与前文动词 ὤνησαν 的直接宾语 τοὺς Ἕλληνας 形成一致。介词短语 παρὰ τοὺς κινδύνους 使用 παρά 搭配宾格,表示时间或境况(“处于危险之中”、“面临危险之际”),随后的 ὡς 引导由 διδαχθέντας 引出的间接引语从句。

  2. 8.2ὃ δὴ καὶ Πίνδαρος οὐ κακῶς ἔοικε συνιδὼν ἐπὶ τῆς ἐν Ἀρτεμισίῳ μάχης εἰπεῖν

    动词 ἔοικε 构成的属人句式(personal construction)。它并非无人称用法,而是与主语 Πίνδαρος 呼应,统摄状语分词 συνιδὼν 与补足不定式 εἰπεῖν。关系代词 ὃ 指代前句所阐述的全部精神教训,充当 συνιδὼν 的直接宾语。

  3. 8.2ἐπίκλησιν

    用作指定宾格(关系宾格,accusative of respect/specification),起副词性作用,意为“在称谓上”、“别名为”(Ἀρτέμιδος ἐπίκλησιν Προσηῴας 即“别名为普罗塞俄亚的阿耳忒弥斯”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:8.1-8.3