← 普鲁塔克

地米斯托克利传

§10.1-10.6

弃城法令的通过与特罗伊曾避难

地米斯托克利借神兆与神谕说服民众通过弃城登舰的法令;雅典妇孺被妥善安置于特罗伊曾,全城离散出航的悲壮景象与人宠相随的动人细节得以展现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ἔνθα δὴ Θεμιστοκλῆς ἀπορῶν τοῖς ἀνθρωπίνοις λογισμοῖς προσάγεσθαι τὸ πλῆθος, ὥσπερ ἐν τραγῳδίᾳ μηχανὴν ἄρας,1 σημεῖα δαιμόνια καὶ χρησμοὺς ἐπῆγεν αὐτοῖς· σημεῖον μὲν λαμβάνων τὸ τοῦ δράκοντος, ὃς ἀφανὴς ἐκείναις ταῖς ἡμέραις ἐκ τοῦ σηκοῦ δοκεῖ γενέσθαι· καὶ τὰς καθʼ ἡμέραν αὐτῷ προτιθεμένας ἀπαρχὰς εὑρίσκοντες ἀψαύστους οἱ ἱερεῖς, ἐξήγγελλον εἰς τοὺς πολλούς, τοῦ Θεμιστοκλέους λόγον διδόντος,2 ὡς ἀπολέλοιπε τὴν πόλιν ἡ θεὸς ὑφηγουμένη πρὸς τὴν θάλατταν αὐτοῖς.

于是,地米斯托克利因无法再以常理劝服民众,便宛如悲剧中升起机械降神一般,向他们搬出了神兆与神谕。他首先引用的预兆是神蛇之事,该蛇在那些日子里似乎已从神龛中消失;祭司们发现每日摆放在其面前的供品未被触动,便在地米斯托克利提供说辞之下向民众宣告,称女神已离城而去,正在为他们引路指航奔向大海。

§10.2

τῷ δὲ χρησμῷ πάλιν ἐδημαγώγει, λέγων μηδὲν ἄλλο δηλοῦσθαι ξύλινον τεῖχος ἢ τὰς ναῦς· διὸ καὶ τὴν Σαλαμῖνα θείαν, οὐχὶ δεινὴν οὐδὲ σχετλίαν καλεῖν τὸν θεόν, ὡς εὐτυχήματος μεγάλου τοῖς Ἕλλησιν ἐπώνυμον ἐσομένην. κρατήσας δὲ τῇ γνώμῃ ψήφισμα γράφει, τὴν μὲν πόλιν παρακαταθέσθαι τῇ Ἀθηνᾷ τῇ Ἀθηνάων μεδεούσῃ, τοὺς δʼ ἐν ἡλικίᾳ πάντας ἐμβαίνειν εἰς τὰς τριήρεις, παῖδας δὲ καὶ γυναῖκας καὶ ἀνδράποδα σώζειν ἕκαστον ὡς δυνατόν.3

接着,他又利用神谕来煽动群众,声称所谓的“木墙”除了指战船之外别无他物;正因如此,神明才称萨拉米斯为“神圣的”,而非“可怕的”或“惨烈的”,因为她将与希腊人的一场大捷同名。在说服众人采纳其主张后,他起草了一项法令:将城邦托付给雅典的守护神雅典娜,所有适龄男子尽数登上三列桨座战船,而妇孺及奴隶则由各人尽其所能予以转移安置。

§10.3

κυρωθέντος δὲ τοῦ ψηφίσματος οἱ πλεῖστοι τῶν Ἀθηναίων ὑπεξέθεντο γενεὰς καὶ γυναῖκας εἰς Τροιζῆνα, φιλοτίμως πάνυ τῶν Τροιζηνίων ὑποδεχομένων· καὶ γὰρ τρέφειν ἐψηφίσαντο δημοσίᾳ, δύο ὀβολοὺς ἑκάστῳ διδόντες, καὶ τῆς ὀπώρας λαμβάνειν τοὺς παῖδας ἐξεῖναι πανταχόθεν, ἔτι δʼ ὑπὲρ αὐτῶν διδασκάλοις τελεῖν μισθούς. τὸ δὲ ψήφισμα Νικαγόρας ἔγραψεν.

法令通过后,多数雅典人将子女与妻子疏散送往特罗伊曾,特罗伊曾人极尽诚挚地接纳了他们。特罗伊曾人甚至投票通过决议,以公款供养他们,发给每人两奥博尔,准许孩童随处采摘果子,并由公家替他们向教师支付酬劳。起草此项法令的是尼卡戈拉斯。

§10.4

οὐκ ὄντων δὲ δημοσίων χρημάτων τοῖς Ἀθηναίοις, Ἀριστοτέλης μέν φησι τὴν ἐξ Ἀρείου πάγου βουλὴν πορίσασαν ὀκτὼ δραχμὰς ἑκάστῳ τῶν στρατευομένων αἰτιωτάτην γενέσθαι τοῦ πληρωθῆναι τὰς τριήρεις, Κλείδημος δὲ καὶ τοῦτο τοῦ Θεμιστοκλέους ποιεῖται στρατήγημα. καταβαινόντων γὰρ εἰς Πειραιᾶ τῶν Ἀθηναίων, φησὶν ἀπολέσθαι τὸ Γοργόνειον ἀπὸ τῆς θεοῦ τοῦ ἀγάλματος· τὸν οὖν Θεμιστοκλέα προσποιούμενον ζητεῖν καὶ διερευνώμενον ἅπαντα χρημάτων ἀνευρίσκειν πλῆθος ἐν ταῖς ἀποσκευαῖς ἀποκεκρυμμένον, ὧν εἰς μέσον κομισθέντων εὐπορῆσαι τοὺς ἐμβαίνοντας εἰς τὰς ναῦς ἐφοδίων.

由于雅典人当时缺乏国库资金,亚里士多德称是战神山议事会筹得款项,发给每位出征士兵八德拉克马,从而成为战船得以配齐船员的首要功臣;但克莱德穆斯把这一举动也归为地米斯托克利的计谋。克莱德穆斯说,在雅典人下往比雷埃夫斯港时,女神像上的蛇发女妖胸牌丢失了;于是地米斯托克利假借搜寻之名,彻底翻检所有物品,在行囊中搜出了藏匿的大量金钱,当这些钱财被充公呈出时,登船之人便获得了充足的盘缠路费。

§10.5

ἐκπλεούσης δὲ τῆς πόλεως τοῖς μὲν οἶκτον τὸ θέαμα, τοῖς δὲ θαῦμα τῆς τόλμης παρεῖχε, γενεὰς μὲν ἄλλῃ προπεμπόντων, αὐτῶν δʼ ἀκάμπτων πρὸς οἰμωγὰς καὶ δάκρυα γονέων καὶ περιβολὰς διαπερώντων4 εἰς τὴν νῆσον. καίτοι πολλοὶ μὲν διὰ γῆρας ὑπολειπόμενοι τῶν πολιτῶν ἔλεον εἶχον· ἦν δέ τις καὶ ἀπὸ τῶν ἡμέρων καὶ συντρόφων ζῴων ἐπικλῶσα γλυκυθυμία, μετʼ ὠρυγῆς καὶ πόθου συμπαραθεόντων ἐμβαίνουσι τοῖς ἑαυτῶν τροφεῦσιν.

当整座城邦扬帆出海时,这幅图景让一些人动容伤感,又让另一些人对其胆略惊叹不已:他们将家眷送往他方,而自己面对父母的号哭、眼泪与拥抱却毫不动摇,渡海前往那座岛屿。然而,许多因年迈而被留下的市民固然令人怜悯,但那些家养驯服的动物也激起了一种令人心碎的凄楚柔情,它们在主人登船时,伴着哀嚎与眷恋,在主人身旁一路奔随。

§10.6

ἐν οἷς ἱστορεῖται κύων Ξανθίππου τοῦ Περικλέους πατρὸς οὐκ ἀνασχόμενος τὴν ἀπʼ αὐτοῦ μόνωσιν ἐναλέσθαι τῇ θαλάττῃ καὶ τῇ τριήρει παρανηχόμενος ἐκπεσεῖν εἰς τὴν Σαλαμῖνα καὶ λιποθυμήσας ἀποθανεῖν εὐθύς· οὗ καὶ τὸ δεικνύμενον ἄχρι νῦν καὶ καλούμενον Κυνὸς σῆμα τάφον εἶναι λέγουσι.

据记载,在这些动物中,伯里克利的父亲克桑提普斯的猎犬因无法忍受与主人分离,跳入海中,顺着三列桨战船一路泅渡,终于登上了萨拉米斯岛,但刚一登岸便力竭气绝而死。据说,至今仍被人们指认并称为“犬冢”的地方,便是这条犬的坟墓。

语法注4 条
  1. 10.1ὥσπερ ἐν τραγῳδίᾳ μηχανὴν ἄρας

    字面意为“宛如在悲剧中升起机械”。借用了古希腊戏剧中通过机械装置引出神灵降临以化解绝境的舞台技巧(机械降神),形象地说明地米斯托克利在依靠常理(τοῖς ἀνθρωπίνοις λογισμοῖς)无法劝服民众时,转而借用神兆与神谕来打开局面的手法。

  2. 10.1τοῦ Θεμιστοκλέους λόγον διδόντος

    独立属格结构(genitive absolute),表伴随状况。表示祭司们向民众宣告(主动词 ἐξήγγελλον)时,由地米斯托克利提供这一说辞(λόγον διδόντος);后面的 ὡς 从句受 ἐξήγγελλον 支配,同时也说明了 λόγον 的具体内容。

  3. 10.2παῖδας δὲ καὶ γυναῖκας καὶ ἀνδράποδα σώζειν ἕκαστον ὡς δυνατόν

    受 ψήφισμα γράφει(起草法令)支配的宾格加不定式结构。宾格代词 ἕκαστον 作不定式 σώζειν 的逻辑主语,而 παῖδας δὲ καὶ γυναῖκας καὶ ἀνδράποδα 则是其直接宾语。

  4. 10.5γενεὰς μὲν ἄλλῃ προπεμπόντων, αὐτῶν δʼ ... διαπερώντων

    由 μέν...δέ 连接的两组独立属格结构。尽管前面没有紧挨的属格先行词,但分词 προπεμπόντων 与 διαπερώντων 的逻辑主语指代登船出海的成年男子公民。此处 γενεάς 作“子嗣、家小”解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:10.1-10.6