- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:7.1-7.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为了推行海战策略,地米斯托克利在坦佩撤军后被派往阿耳忒米西昂;他在那里将指挥权让给欧律比阿得斯以维系同盟团结,并利用欧玻亚人提供的资金稳住了欧律比阿得斯和反对派阿耳基忒勒斯。
παραλαβὼν δὲ τὴν ἀρχὴν εὐθὺς μὲν ἐπεχείρει τοὺς πολίτας ἐμβιβάζειν εἰς τὰς τριήρεις, καὶ τὴν πόλιν ἔπειθεν ἐκλιπόντας ὡς προσωτάτω τῆς Ἑλλάδος ἀπαντᾶν τῷ βαρβάρῳ κατὰ θάλατταν. ἐνισταμένων δὲ πολλῶν ἐξήγαγε πολλὴν στρατιὰν εἰς τὰ Τέμπη μετὰ Λακεδαιμονίων, ὡς αὐτόθι προκινδυνευσόντων τῆς Θετταλίας οὔπω τότε μηδίζειν δοκούσης·1
在接掌统帅权后,地米斯托克利立即着手设法让公民登上三列桨座战船,并劝导他们弃城远走,尽量在远离希腊的海面上迎击蛮族。然而由于反对者众,他便同拉刻代蒙人一起率领大军前往坦佩,打算在那里为了色萨利挺身御敌,因为当时人们尚不认为色萨利已倒向波斯。
ἐπεὶ δʼ ἀνεχώρησαν ἐκεῖθεν ἄπρακτοι καὶ Θετταλῶν βασιλεῖ προσγενομένων ἐμήδιζε τὰ μέχρι Βοιωτίας, μᾶλλον ἤδη τῷ Θεμιστοκλεῖ προσεῖχον οἱ Ἀθηναῖοι περὶ τῆς θαλάσσης, καὶ πέμπεται μετὰ νεῶν ἐπʼ Ἀρτεμίσιον τὰ στενὰ φυλάξων. ἔνθα δὴ τῶν μὲν Ἑλλήνων Εὐρυβιάδην καὶ Λακεδαιμονιους ἡγεῖσθαι κελευόντων, τῶν δʼ Ἀθηναίων, ὅτι πλήθει τῶν νεῶν σύμπαντας ὁμοῦ τι τοὺς ἄλλους ὑπερέβαλλον, οὐκ ἀξιούντων ἑτέροις ἕπεσθαι, συνιδὼν τὸν κίνδυνον ὁ Θεμιστοκλῆς αὐτός τε τὴν ἀρχὴν τῷ Εὐρυβιάδῃ παρῆκε καὶ κατεπράϋνε τοὺς Ἀθηναίους, ὑπισχνούμενος, ἂν ἄνδρες ἀγαθοὶ γένωνται πρὸς τὸν πόλεμον, ἑκόντας αὐτοῖς παρέξειν εἰς τὰ λοιπὰ πειθομένους τοὺς Ἕλληνας. διόπερ δοκεῖ τῆς σωτηρίας αἰτιώτατος γενέσθαι τῇ Ἑλλάδι καὶ μάλιστα τοὺς Ἀθηναίους προαγαγεῖν εἰς δόξαν, ὡς ἀνδρείᾳ μὲν τῶν πολεμίων, εὐγνωμοσύνῃ δὲ τῶν συμμάχων περιγενομένους.2
但是,当他们一无所获地从那里撤回,且色萨利人归附波斯王致使远及维奥蒂亚的所有地区皆倒向波斯之后,雅典人便更多地就海事听从地米斯托克利的意见;于是他被派往阿耳忒米西昂率领舰队把守海峡。 在此时,其他希腊人要求由欧律比阿得斯和拉刻代蒙人统领全军,而雅典人因在船只数量上几乎凌驾于所有其余城邦的总和,不甘屈居人下听命于他人。地米斯托克利看清了危机所在,自己主动将统帅权让给欧律比阿得斯,并安抚雅典人,许诺他们若能在战事中表现得英勇果敢,日后必将使希腊人心悦诚服地听从他们。因此,他被认为是对拯救希腊贡献最大之人,且尤为雅典人赢得了荣耀,使他们以英勇克敌制胜,又以深明大义折服盟邦。
ἐπεὶ δὲ ταῖς Ἀφεταῖς τοῦ βαρβαρικοῦ στόλου προσμίξαντος ἐκπλαγεὶς ὁ Εὐρυβιάδης τῶν κατὰ στόμα νεῶν τὸ πλῆθος, ἄλλας δὲ πυνθανόμενος διακοσίας ὑπὲρ Σκιάθου περιπλεῖν, ἐβούλετο τὴν ταχίστην εἴσω τῆς Ἑλλάδος κομισθεὶς ἅψασθαι Πελοποννήσου καὶ τὸν πεζὸν στρατὸν ταῖς ναυσὶ προσπεριβαλέσθαι, παντάπασιν ἀπρόσμαχον ἡγούμενος τὴν κατὰ θάλατταν ἀλκὴν βασιλέως, δείσαντες οἱ Εὐβοεῖς,3 μὴ σφᾶς οἱ Ἕλληνες πρόωνται, κρύφα τῷ Θεμιστοκλεῖ διελέγοντο, Πελάγοντα μετὰ χρημάτων πολλῶν πέμψαντες.
及至蛮族舰队进抵阿斐泰,欧律比阿得斯为当面数量庞大的战舰所震慑,又听闻另有两百艘正绕过斯基亚索斯外围航行,便意欲尽快退入希腊内部,抵达伯罗奔尼撒,用陆军环卫舰队,盖因他认为波斯王的海上力量全然不可战胜。欧玻亚人唯恐希腊联军弃他们而去,便派遣佩拉贡携重金暗中与地米斯托克利接洽。
ἃ λαβὼν ἐκεῖνος, ὡς Ἡρόδοτος ἱστόρηκε, τοῖς περὶ τὸν Εὐρυβιάδην ἔδωκεν. ἐναντιουμένου δʼ αὐτῷ μάλιστα τῶν πολιτῶν Ἀρχιτέλους, ὃς ἦν μὲν ἐπὶ τῆς ἱερᾶς νεὼς τριήραρχος, οὐκ ἔχων δὲ χρήματα τοῖς ναύταις χορηγεῖν ἔσπευδεν ἀποπλεῦσαι, παρώξυνεν ἔτι μᾶλλον ὁ Θεμιστοκλῆς τοὺς τριηρίτας ἐπʼ αὐτόν, ὥστε τὸ δεῖπνον ἁρπάσαι συνδραμόντας.
正如希罗多德所记载的那样,地米斯托克利收下这笔金钱后,将其转交给了欧律比阿得斯等人。 公民中反对他最激烈的当属阿耳基忒勒斯,此人是神圣船的舰长(三列桨战船统帅),因无钱补给水手而急于扬帆离开,地米斯托克利遂更加煽动桨手们与他作对,以致他们蜂拥而上夺走了他的晚餐。
τοῦ δʼ Ἀρχιτέλους ἀθυμοῦντος ἐπὶ τούτῳ καὶ βαρέως φέροντος, εἰσέπεμψεν ὁ Θεμιστοκλῆς πρὸς αὐτὸν ἐν κίστῃ δεῖπνον ἄρτων καὶ κρεῶν, ὑποθεὶς κάτω τάλαντον ἀργυρίου καὶ κελεύσας αὐτόν τε δειπνεῖν ἐν τῷ παρόντι καὶ μεθʼ ἡμέραν ἐπιμεληθῆναι τῶν τριηριτῶν· εἰ δὲ μή, καταβοήσειν αὐτοῦ πρὸς τοὺς παρόντας ὡς ἔχοντος ἀργύριον παρὰ τῶν πολεμίων. ταῦτα μὲν οὖν Φανίας ὁ Λέσβιος εἴρηκεν.
在阿耳基忒勒斯为此沮丧并满腹怨愤之际,地米斯托克利用箱子给他送去了一顿装有面包和肉食的晚餐,底下藏了一塔兰同白银,并吩咐他眼下且去享用晚餐,天亮后再照料水手;否则,就将在众人面前揭发他收受敌人的钱财。这些事情,便是莱斯博斯人帕尼亚斯所记载的。
- 7.1ὡς αὐτόθι προκινδυνευσόντων τῆς Θετταλίας οὔπω τότε μηδίζειν δοκούσης
ὡς 连同属格将来分词 προκινδυνευσόντων 构成属格绝对结构,表达出征主体(雅典与斯巴达军队)的预期企图或名义。随后接续的 τῆς Θετταλίας οὔπω τότε μηδίζειν δοκούσης 亦为一个并置的属格绝对结构,说明当时“色萨利尚不被认为倒向波斯”的背景原因。
- 7.3ὡς ἀνδρείᾳ μὲν τῶν πολεμίων, εὐγνωμοσύνῃ δὲ τῶν συμμάχων περιγενομένους
连词 ὡς 与宾格分词 περιγενομένους 连用,与前文的 τοὺς Ἀθηναίους 保持一致,用于说明雅典人所获声誉的具体缘由。动词 περιγίγνομαι 后接表示手段的与格(ἀνδρείᾳ, εὐγνωμοσύνῃ)及表示被胜过对象的属格(τῶν πολεμίων, τῶν συμμάχων),意为“凭借某手段胜过某对象”。
- 7.4ἐπεὶ δὲ ταῖς Ἀφεταῖς τοῦ βαρβαρικοῦ στόλου προσμίξαντος ... δείσαντες οἱ Εὐβοεῖς
句首的 ἐπεί 从句内嵌套了一个属格绝对结构(τοῦ βαρβαρικοῦ στόλου προσμίξαντος ταῖς Ἀφεταῖς),随后引出以欧律比阿得斯为主语的分词结构(ἐκπλαγείς, πυνθανόμενος)及其从句主动词 ἐβούλετο。随后主语转换为优卑亚人,进入主句的主体结构(δείσαντες οἱ Εὐβοεῖς... διελέγοντο,即“优卑亚人因恐惧而秘密交涉”)。
