← 普鲁塔克

地米斯托克利传

§6.1-6.3

获取统帅权与促成希腊诸邦联合抗波

在波斯入侵之际,地米斯托克利用钱买退政敌埃庇居得斯以掌握统帅权,处决波斯使团的通事并严惩为波斯运金的阿尔特米俄斯,更促成希腊诸城邦和解以共同御敌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ἤδη δὲ τοῦ Μήδου καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα καὶ τῶν Ἀθηναίων βουλευομένων περὶ στρατηγοῦ, τοὺς μὲν ἄλλους ἑκόντας ἐκστῆναι τῆς στρατηγίας λέγουσιν ἐκπεπληγμένους τὸν κίνδυνον, Ἐπικύδην δὲ τὸν Εὐφημίδου, δημαγωγὸν ὄντα δεινὸν μὲν εἰπεῖν, μαλακὸν δὲ τὴν ψυχὴν καὶ χρημάτων ἥττονα, τῆς ἀρχῆς ἐφίεσθαι καὶ κρατήσειν ἐπίδοξον εἶναι1 τῇ χειροτονίᾳ. τὸν οὖν Θεμιστοκλέα δείσαντα, μὴ τὰ πράγματα διαφθαρείη παντάπασι τῆς ἡγεμονίας εἰς ἐκεῖνον ἐμπεσούσης, χρήμασι τὴν φιλοτιμίαν ἐξωνήσασθαι παρὰ τοῦ Ἐπικύδους.

当波斯人已经在向希腊挺进、雅典人正在商议选拔统帅之时,据说其他人由于对危险心生恐惧而主动退出了将军职位的角逐;但欧斐米德斯之子埃庇居得斯——一个长于辞令却意志软弱、见钱眼开的民粹领袖——却渴望谋得这一职位,并且极有希望在举手表决中胜出。于是地米斯托克利唯恐最高指挥权落入该人之手会导致国事彻底不可收拾,便用钱财从埃庇居得斯那里买下了他的野心(通过行贿使其放弃)。

§6.2

ἐπαινεῖται δʼ αὐτοῦ καὶ τὸ περὶ τὸν δίγλωττον ἔργον ἐν τοῖς πεμφθεῖσιν ὑπὸ βασιλέως ἐπὶ γῆς καὶ ὕδατος αἴτησιν. ἑρμηνέα γὰρ ὄντα συλλαβὼν διὰ ψηφίσματος ἀπέκτεινεν ὅτι φωνὴν Ἑλληνίδα βαρβάροις προστάγμασιν ἐτόλμησε χρῆσαι.2

他在对待波斯王派来索取泥土和水的使团中的那个通事(双语翻译)时所作的举措,同样为人称道。因为他虽是通事,地米斯托克利却逮捕了他,并通过法令将其处死,理由是他竟敢将希腊语言借给(供役于)野蛮人的号令。

§6.3

ἔτι δὲ καὶ τὸ περὶ Ἄρθμιον τὸν Ζελείτην· Θεμιστοκλέους γὰρ εἰπόντος3 καὶ τοῦτον εἰς τοὺς ἀτίμους καὶ παῖδας αὐτοῦ καὶ γένος ἐνέγραψαν, ὅτι τὸν ἐκ Μήδων χρυσὸν εἰς τοὺς Ἕλληνας ἐκόμισε. μέγιστον δὲ πάντων τὸ καταλῦσαι τοὺς Ἑλληνικοὺς πολέμους καὶ διαλλάξαι τὰς πόλεις ἀλλήλαις, πείσαντα τὰς ἔχθρας διὰ τὸν πόλεμον ἀναβαλέσθαι· πρὸς ὃ καὶ Χείλεων τὸν Ἀρκάδα μάλιστα συναγωνίσασθαι λέγουσι.

此外还有关于泽勒亚的阿尔特米俄斯之事;在地米斯托克利的提议下,雅典人将此人连同其子女及后代一并载入褫夺公权者(不享公民权者)名册,因为他把来自波斯的黄金带到了希腊人当中。但在所有事情中最伟大的,莫过于他平息了希腊人之间的战争,并使各城邦相互和解,说服他们因这场战争而搁置旧怨;据说阿卡迪亚人基勒俄斯在这方面也给予了他极大的协助。

语法注3 条
  1. 6.1κρατήσειν ἐπίδοξον εἶναι

    形容词 ἐπίδοξος(有希望的、被预期的)带不定式构成表示可能性的句式。此处处于主动词 λέγουσιν 所统辖的“宾格加不定式”结构中,后接将来时不定式 κρατήσειν,表示埃庇居得斯很有可能在投票中获胜。

  2. 6.2φωνὴν Ἑλληνίδα βαρβάροις προστάγμασιν ἐτόλμησε χρῆσαι

    动词 χρῆσαι 是主动语态不定式(来自 χράω,意为“出借、借给、提供”),而非中动态异相动词 χράομαι(使用)。它支配宾格 φωνὴν Ἑλληνίδα(希腊语言)和与格 βαρβάροις προστάγμασιν(野蛮人的命令),意为“将希腊语言借给/供役于野蛮人的敕令”,带有指责其亵渎希腊语言的语感。

  3. 6.3Θεμιστοκλέους γὰρ εἰπόντος

    属格独立结构。动词 λέγω 在雅典公民大会等政治语境中常作为技术术语使用,表示“提出动议、提议”(相当于 γνώμην εἰπεῖν)。此处意为“在地米斯托克利提议之后/因地米斯托克利提出动议”,指明了该项法令通过的推动者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:6.1-6.3