← 普鲁塔克

地米斯托克利传

§5.1-5.5

争取民众支持与放逐阿里斯泰德

记述了地米斯托克利在金钱取向与好胜心方面的诸多轶事,包括在奥林匹亚与客蒙争胜及悲剧竞演获胜,并说明他如何凭借取悦大众的记忆力与司法公正最终通过陶片放逐法驱逐了政敌阿里斯泰德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

σύντονον δὲ αὐτὸν γεγονέναι χρηματιστὴν οἱ μέν τινές φασι διʼ ἐλευθεριότητα· καὶ γὰρ φιλοθύτην ὄντα καὶ λαμπρὸν ἐν ταῖς περὶ τοὺς ξένους δαπάναις ἀφθόνου δεῖσθαι χορηγίας· οἱ δὲ τοὐναντίον γλισχρότητα πολλὴν καὶ μικρολογίαν κατηγοροῦσιν, ὡς καὶ τὰ πεμπόμενα τῶν ἐδωδίμων πωλοῦντος.1

有人说他极力聚敛钱财是出于慷慨大度;因为他既热衷于献祭,又在款待宾客的开销上极尽豪奢,因而需要源源不断的大量资财。但另一些人则相反,指责他极为吝啬琐碎,称他甚至把别人送给他的食品都拿去变卖。

§5.2

ἐπεὶ δὲ Φιλίδης ὁ ἱπποτρόφος αἰτηθεὶς ὑπʼ αὐτοῦ πῶλον οὐκ ἔδωκεν, ἠπείλησε τὴν οἰκίαν αὐτοῦ ταχὺ ποιήσειν δούρειον ἵππον, αἰνιξάμενος ἐγκλήματα συγγενικὰ καὶ δίκας τῷ ἀνθρώπῳ πρὸς οἰκείους τινὰς ταράξειν. τῇ δὲ φιλοτιμίᾳ πάντας ὑπερέβαλεν, ὥστʼ ἔτι μὲν νέος ὢν καὶ ἀφανὴς Ἐπικλέα τὸν ἐξ Ἑρμιόνης κιθαριστὴν σπουδαζόμενον ὑπὸ τῶν Ἀθηναίων ἐκλιπαρῆσαι μελετᾶν παρʼ αὐτῷ, φιλοτιμούμενος πολλοὺς τὴν οἰκίαν ζητεῖν καὶ φοιτᾶν πρὸς αὐτόν.

当养马人菲利德斯被他索要马驹而未给时,他便威胁说要迅速将其家宅变成一匹木马,暗示将为那人挑起家族内部的指控,并在其亲属间挑起诉讼。 在好胜心上,他超过了所有人,以至于在他尚且年轻且籍籍无名之时,便极力央求雅典人所推崇的赫尔弥奥涅的齐特拉琴演奏家埃庇克勒斯在自己家中练习,其野心在于让许多人寻访其宅第并前往拜会他。

§5.3

εἰς δʼ Ὀλυμπίαν ἐλθὼν καὶ διαμιλλώμενος τῷ Κίμωνι περὶ δεῖπνα καὶ σκηνὰς καὶ τὴν ἄλλην λαμπρότητα καὶ παρασκευήν, οὐκ ἤρεσκε τοῖς Ἕλλησιν. ἐκείνῳ μὲν γὰρ ὄντι νέῳ καὶ ἀπʼ οἰκίας μεγάλης ᾤοντο δεῖν τὰ τοιαῦτα συγχωρεῖν· ὁ δὲ μήπω γνώριμος γεγονώς, ἀλλὰ δοκῶν ἐξ οὐχ ὑπαρχόντων2 καὶ παρʼ ἀξίαν ἐπαίρεσθαι προσωφλίσκανεν ἀλαζονείαν.

当他前往奥林匹亚,并在筵席、帷帐以及其他华丽的排场与装备上与客蒙争胜时,却并未博得希腊人的欢心。因为人们认为,对客蒙而言,既然年轻且出身名门,允许其享有此类排场是应当的;但地米斯托克利尚未成名,似乎在无底蕴的情况下不自量力地摆阔,因而落得狂妄虚荣的骂名。

§5.4

ἐνίκησε δὲ καὶ χορηγῶν τραγῳδοῖς, μεγάλην ἤδη τότε σπουδὴν καὶ φιλοτιμίαν τοῦ ἀγῶνος ἔχοντος, καὶ πίνακα τῆς νίκης ἀνέθηκε τοιαύτην ἐπιγραφὴν ἔχοντα· Θεμιστοκλῆς Φρεάρριος ἐχορήγει, Φρύνιχος ἐδίδασκεν, Ἀδείμαντος ἦρχεν. οὐ μὴν ἀλλὰ τοῖς πολλοῖς ἐνήρμοττε, τοῦτο μὲν ἑκάστου τῶν πολιτῶν τοὔνομα λέγων ἀπὸ στόματος, τοῦτο δὲ κριτὴν ἀσφαλῆ περὶ τὰ συμβόλαια παρέχων ἑαυτόν, ὥστε που καὶ πρὸς Σιμωνίδην τὸν Κεῖον εἰπεῖν, αἰτούμενόν τι τῶν οὐ μετρίων παρʼ αὐτοῦ στρατηγοῦντος, ὡς οὔτʼ ἐκεῖνος ἂν γένοιτο ποιητὴς ἀγαθὸς ᾄδων παρὰ μέλος οὔτʼ αὐτὸς ἀστεῖος ἄρχων παρὰ νόμον χαριζόμενος.3

他还曾作为戏剧合唱赞助人带领悲剧演员获胜,当时该项竞赛已伴随着极大的重视与竞争,他立下了一块载有如下题铭的胜利石碑: “弗雷阿里的地米斯托克利赞助合唱队,弗律尼科斯指导排演,阿德曼托斯任执政官。” 不过,他深得大众的欢心,一方面他能凭记忆直呼出每一位公民的名字,另一方面在契约纠纷中表现为可靠的裁判官,以至于据说在西蒙尼德斯向身为将军的他提出某种不合理的要求时,他对基奥斯的西蒙尼德斯说,正如西蒙尼德斯若荒腔走板地演唱便算不上好诗人一样,他若徇私枉法也成不了得体的好官。

§5.5

πάλιν δέ ποτε τὸν Σιμωνίδην ἐπισκώπτων ἔλεγε νοῦν οὐκ ἔχειν, Κορινθίους μὲν λοιδοροῦντα μεγάλην οἰκοῦντας πόλιν, αὑτοῦ δὲ ποιούμενον εἰκόνας οὕτως ὄντος αἰσχροῦ τὴν ὄψιν. αὐξόμενος δὲ καὶ τοῖς πολλοῖς ἀρέσκων τέλος κατεστασίασε καὶ μετέστησεν ἐξοστρακισθέντα τὸν Ἀριστείδην.

又有一次,他嘲弄西蒙尼德斯缺乏明智,说他一方面辱骂居住在一座大城邦中的科林斯人,另一方面却为容貌如此丑陋的自己制作画像。由于声势日益壮大且取悦于大众,他最终在党争中击败了阿里斯泰德,并通过陶片放逐法将其流放。

语法注3 条
  1. 5.1ὡς καὶ τὰ πεμπόμενα τῶν ἐδωδίμων πωλοῦντος

    连词 ὡς 后接属格分词 πωλοῦντος,在主动词 κατηγοροῦσιν 支配下表示指控者所声称的理由或托词(“借口/声称其变卖……”)。其逻辑主语为地米斯托克利,属格可视为独立属格,或由动词 κατηγορέω 支配被指控者的属格所致。

  2. 5.3ἐξ οὐχ ὑπαρχόντων

    由介词 ἐκ 与带否定词 οὐ 的中性复数分词 ὑπαρχόντων 构成的习语,意为“缺乏资财底蕴地”或“无所凭借地”,与后文的 παρʼ ἀξίαν(不自量力地)并列,共同修饰不定词 ἐπαίρεσθαι(趾高气扬、自负)。

  3. 5.4ᾄδων παρὰ μέλος οὔτʼ αὐτὸς ἀστεῖος ἄρχων παρὰ νόμον χαριζόμενος

    分词 ᾄδων 与 χαριζόμενος 在此处作条件分词使用(相当于 εἰ ᾄδοι 与 εἰ χαρίζοιτο),配合前面的潜在希求法 ἂν γένοιτο,分别表示“若跑调歌唱”与“若违法徇私”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:5.1-5.5