← 普鲁塔克

地米斯托克利传

§4.1-4.4

利用银矿收益建造战船与雅典转向海军

地米斯托克利利用与埃吉那的战争为契机,说服公民利用拉夫里翁银矿的收益建造大规模三列桨战船,从而将雅典由陆战力量转变为海上强邦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

καὶ πρῶτον μὲν τὴν Λαυρεωτικὴν πρόσοδον ἀπὸ τῶν ἀργυρείων μετάλλων ἔθος ἐχόντων Ἀθηναίων διανέμεσθαι,1 μόνος εἰπεῖν ἐτόλμησε παρελθὼν εἰς τὸν δῆμον, ὡς χρὴ τὴν διανομὴν ἐάσαντας ἐκ τῶν χρημάτων τούτων κατασκευάσασθαι τριήρεις ἐπὶ τὸν πρὸς Αἰγινήτας πόλεμον. ἤκμαζε γὰρ οὗτος ἐν τῇ Ἑλλάδι μάλιστα καὶ κατεῖχον οἱ νησιῶται πλήθει νεῶν τὴν θάλασσαν.

首先,当时雅典人正习惯于瓜分拉夫里翁银矿的收入,他却独自一人敢于走上公民大会进言,主张应当放弃分配,用这笔资金建造三列桨战船,以用于对埃吉那人的战争。因为这场战争当时在希腊正值最烈,这些岛民凭借庞大的船队控制着海洋。

§4.2

ᾗ καὶ ῥᾷον Θεμιστοκλῆς συνέπεισεν, οὐ Δαρεῖον οὐδὲ Πέρσας μακρὰν γὰρ ἦσαν οὗτοι καὶ δέος οὐ πάνυ βέβαιον ὡς ἀφιξόμενοι παρεῖχον ἐπισείων, ἀλλὰ τῇ πρὸς Αἰγινήτας ὀργῇ καὶ φιλονεικίᾳ τῶν πολιτῶν ἀποχρησάμενος εὐκαίρως ἐπὶ τὴν παρασκευήν. ἑκατὸν γὰρ ἀπὸ τῶν χρημάτων ἐκείνων ἐποιήθησαν τριήρεις, αἷς καὶ πρὸς Ξέρξην ἐναυμάχησαν.

因此地米斯托克利也更容易说服众人,他并未挥舞大流士或波斯人作为恐吓——因为这些人远在天边,并未带来必定会前来的切实恐惧——而是乘机利用了公民对埃吉那人的愤怒与竞争心来促成这项军备。因为从那笔资金中造出了一百艘三列桨战船,日后他们也正是用这些船只与泽克西斯进行了海战。

§4.3

ἐκ δὲ τούτου κατὰ μικρὸν ὑπάγων καὶ καταβιβάζων τὴν πόλιν πρὸς τὴν θάλασσαν, ὡς τὰ πεζὰ μὲν οὐδὲ τοῖς ὁμόροις ἀξιομάχους ὄντας, τῇ δʼ ἀπὸ τῶν νεῶν ἀλκῇ καὶ τοὺς βαρβάρους ἀμύνασθαι καὶ τῆς Ἑλλάδος ἄρχειν δυναμένους,2 ἀντὶ μονίμων ὁπλιτῶν, ὥς φησιν ὁ Πλάτων, ναυβάτας καὶ θαλαττίους ἐποίησε, καὶ διαβολὴν καθʼ αὑτοῦ παρέσχεν, ὡς ἄρα Θεμιστοκλῆς τὸ δόρυ καὶ τὴν ἀσπίδα τῶν πολιτῶν παρελόμενος εἰς ὑπηρέσιον καὶ κώπην συνέστειλε τὸν Ἀθηναίων δῆμον. ἔπραξε δὲ ταῦτα Μιλτιάδου κρατήσας ἀντιλέγοντος, ὡς ἱστορεῖ Στησίμβροτος.

从此以后,他逐渐将城邦引向海洋并降至海滨,认为他们在陆战上甚至无法匹敌邻邦,但凭借战船的力量既能击退蛮族,又能统治希腊;正如柏拉图所言,他把他们从“稳固的重装步兵”变成了船夫与水手,这也为他自己招来了诽谤,即地米斯托克利剥夺了公民的长矛与盾牌,将雅典人民贬黜至坐垫与船桨之中。而正如斯特辛布罗托斯所记载的,他是战胜了提出反对意见的米尔提亚德斯才办成此事的。

§4.4

εἰ μὲν δὴ τὴν ἀκρίβειαν καὶ τὸ καθαρὸν τοῦ πολιτεύματος ἔβλαψεν ἢ μὴ ταῦτα πράξας, ἔστω φιλοσοφώτερον ἐπισκοπεῖν· ὅτι δὲ ἡ τότε σωτηρία τοῖς Ἕλλησιν ἐκ τῆς θαλάσσης ὑπῆρξε καὶ τὴν Ἀθηναίων πόλιν αὖθις ἀνέστησαν αἱ τριήρεις ἐκεῖναι, τά τʼ ἄλλα καὶ Ξέρξης αὐτὸς ἐμαρτύρησε. τῆς γὰρ πεζικῆς δυνάμεως ἀθραύστου διαμενούσης ἔφυγε μετὰ τὴν τῶν νεῶν ἧτταν, ὡς οὐκ ὢν ἀξιόμαχος, καὶ Μαρδόνιον ἐμποδὼν εἶναι τοῖς Ἕλλησι τῆς διώξεως μᾶλλον ἢ δουλωσόμενον3 αὐτούς, ὡς ἐμοὶ δοκεῖ, κατέλιπεν.

诚然,他这样做究竟是否损害了政制的严正与纯洁,不妨留待更具哲理的探讨;然而当时希腊人的拯救乃来自于大海,并且正是那些三列桨战船使雅典人的城邦得以重建,关于这一点,除其他诸多事实外,泽克西斯本人也作出了证明。因为在陆军兵力完好无损的情况下,他在舰队溃败后便自忖无法匹敌而逃遁,依我之见,他留下马多尼乌斯,与其说是为了征服希腊人,毋宁说是为了阻拦希腊人的追击。

语法注3 条
  1. 4.1ἔθος ἐχόντων Ἀθηναίων διανέμεσθαι

    属格独立结构(ἔθος ἐχόντων Ἀθηναίων),意为“当雅典人有……的习惯时”。开头的宾格短语 τὴν Λαυρεωτικὴν πρόσοδον 乃是前置作为该短语中不定式 διανέμεσθαι 的直接宾语。

  2. 4.3ὡς τὰ πεζὰ μὲν οὐδὲ τοῖς ὁμόροις ἀξιομάχους ὄντας, τῇ δʼ ἀπὸ τῶν νεῶν ἀλκῇ καὶ τοὺς βαρβάρους ἀμύνασθαι καὶ τῆς Ἑλλάδος ἄρχειν δυναμένους

    连词 ὡς 后接的宾格分词 ὄντας 与 δυναμένους 表示主观见解或动机,在语义上与主句宾语 τὴν πόλιν(城邦,即雅典公民群体)相一致:“认为他们在陆战中甚至不是邻邦的对手,但凭借船舰的力量却能够……”。

  3. 4.4ἐμποδὼν εἶναι τοῖς Ἕλλησι τῆς διώξεως μᾶλλον ἢ δουλωσόμενον

    主动词 κατέλιπεν(留下)所带补足成分的非对称并列。不定式短语 ἐμποδὼν εἶναι(成为障碍)与表示目的的将来时分词 δουλωσόμενον(意图征服)通过 μᾶλλον ἤ(与其说……毋宁说……)形成了对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:4.1-4.4