← 普鲁塔克

地米斯托克利传

§3.1-3.4

与阿里斯提德的对立及马拉松的震动

地米斯托克利怀着对功名的渴望精力充沛地步入政坛,并与阿里斯提德激烈对立,这场仇怨起于少年争风吃醋,又因两人性格与政见的迥异而加深。马拉松之战中米尔提亚德斯的声望促使地米斯托克利将其视为更大战争的开端,从而全力自勉并整军备战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ταχὺ μέντοι καὶ νεανικῶς ἔοικεν ἅψασθαι τοῦ Θεμιστοκλέους τὰ πολιτικὰ πράγματα καὶ σφόδρα ἡ πρὸς δόξαν ὁρμὴ κρατῆσαι. διʼ ἣν εὐθὺς ἐξ ἀρχῆς τοῦ πρωτεύειν ἐφιέμενος ἰταμῶς ὑφίστατο τὰς πρὸς τοὺς δυναμένους ἐν τῇ πόλει καὶ πρωτεύοντας ἀπεχθείας, μάλιστα δὲ Ἀριστείδην1 τὸν Λυσιμάχου, τὴν ἐναντίαν ἀεὶ πορευόμενον αὐτῷ. καίτοι δοκεῖ παντάπασιν ἡ πρὸς τοῦτον ἔχθρα μειρακιώδη λαβεῖν ἀρχήν· ἠράσθησαν γὰρ ἀμφότεροι τοῦ καλοῦ Στησίλεω, Κείου τὸ γένος ὄντος, ὡς Ἀρίστων ὁ φιλόσοφος ἱστόρηκεν.

然而,政治事务似乎迅速而带着年轻人的猛烈劲头抓住了地米斯托克利,求取功名的冲动完全支配了他。由于这种冲动,他从一开始就觊觎首位,鲁莽地承受着与城邦中有权势和居于首位之人的敌意,尤其是与吕西马库斯之子阿里斯提德作对,后者始终走着与他截然相反的道路。然而,与此人的仇怨似乎有着完全幼稚的开端;因为两人都爱上了基奥斯岛出生的美男子斯忒西勒奥斯,正如哲学家阿里斯同所记载的那样。

§3.2

ἐκ δὲ τούτου διετέλουν καὶ περὶ τὰ δημόσια στασιάζοντες. οὐ μὴν ἀλλʼ ἡ τῶν βίων καὶ τῶν τρόπων ἀνομοιότης ἔοικεν αὐξῆσαι τὴν διαφοράν. πρᾷος γὰρ ὢν φύσει καὶ καλοκαγαθικὸς τὸν τρόπον ὁ Ἀριστείδης, καὶ πολιτευόμενος οὐ πρὸς χάριν οὐδὲ πρὸς δόξαν, ἀλλʼ ἀπὸ τοῦ βελτίστου μετὰ ἀσφαλείας καὶ δικαιοσύνης, ἠναγκάζετο τῷ Θεμιστοκλεῖ τὸν δῆμον ἐπὶ πολλὰ κινοῦντι καὶ μεγάλας ἐπιφέροντι καινοτομίας ἐναντιοῦσθαι πολλάκις, ἐνιστάμενος αὐτοῦ πρὸς τὴν αὔξησιν.

从此以后,他们甚至在公共事务上也持续争斗不休。不过,生活方式与品格的迥异,似乎进一步扩大了这种分歧。因为阿里斯提德生性温和,为人品德高尚,他参与政务既不为求讨好,亦不为求虚荣,而是出于在稳健与正义之下的至善之道;因此他不得不屡屡反对驱使民众从事诸多事务、推行重大变革的地米斯托克利,竭力阻遏其势力的增长。

§3.3

λέγεται γὰρ οὕτω παράφορος πρὸς δόξαν εἶναι καὶ πράξεων μεγάλων ὑπὸ φιλοτιμίας ἐραστής, ὥστε νέος ὢν ἔτι τῆς ἐν Μαραθῶνι μάχης πρὸς τοὺς βαρβάρους γενομένης καὶ τῆς Μιλτιάδου στρατηγίας διαβοηθείσης σύννους ὁρᾶσθαι τὰ πολλὰ πρὸς ἑαυτῷ2 καὶ τὰς νύκτας ἀγρυπνεῖν καὶ τοὺς πότους παραιτεῖσθαι τοὺς συνήθεις, καὶ λέγειν πρὸς τοὺς ἐρωτῶντας καὶ θαυμάζοντας τὴν περὶ τὸν βίον μεταβολήν, ὡς καθεύδειν αὐτὸν οὐκ ἐῴη3 τὸ τοῦ Μιλτιάδου τρόπαιον. οἱ μὲν γὰρ ἄλλοι πέρας ᾤοντο τοῦ πολέμου τὴν ἐν Μαραθῶνι τῶν βαρβάρων ἧτταν εἶναι, Θεμιστοκλῆς δὲ ἀρχὴν μειζόνων ἀγώνων, ἐφʼ οὓς ἑαυτὸν ὑπὲρ τῆς ὅλης Ἑλλάδος ἤλειφε καὶ τὴν πόλιν ἤσκει πόρρωθεν ἔτι προσδοκῶν τὸ μέλλον.

据说地米斯托克利对功名如此狂热,受好胜心驱动而对大业如此渴望,以至于当他尚年轻、在马拉松对抗蛮族的战役爆发且米尔提亚德斯的统帅声望大噪之际,他大部分时间都被人看到独自沉思,夜不能寐,并谢绝了惯常的饮宴;面对那些询问并惊异于他生活变化的人,他回答说米尔提亚德斯的胜利纪念碑不容他安睡。因为其他人皆以为马拉松蛮族的溃败乃是战争的终点,地米斯托克利却视之为更大斗争的开端,为了全希腊的利益,他早早预见未来,为这些斗争磨砺自己并操练城邦。

语法注3 条
  1. 3.1μάλιστα δὲ Ἀριστείδην

    承接前句的动词 ὑφίστατο(承受、面对)及名词短语 τὰς πρὸς τοὺς δυναμένους ... ἀπεχθείας(对有权势者的敌意),此处并未对称地延续介词短语(πρὸς Ἀριστείδην),而是直接使用宾格 Ἀριστείδην 作为直接对抗的对象,形成略微的错综结构(zeugma)。

  2. 3.3σύννους ὁρᾶσθαι τὰ πολλὰ πρὸς ἑαυτῷ

    在 ὥστε 引导的结果状语从句中,由于不定式 ὁρᾶσθαι 的逻辑主语与主句主语(地米斯托克利)一致,因此其表语形容词 σύννους 采用主格而非宾格(σύννουν),属于不定式带主格补足语结构。

  3. 3.4οὐκ ἐῴη

    间接引语(ὡς 从句)中的祈愿语气。因主句引述动词(λέγειν 表示过去的习惯行为)处于历史时态序列中,直接引语中的未完成过去时(οὐκ εἴα)或现在时直陈式转化为祈愿式 ἐῴη(源自动词 ἐάω)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:3.1-3.4